Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρὸς Νεστόριον

Μᾶρκος ὁ Ἀσκητής

Η πραγματικότητα της ενσάρκου οικονομίας και η μεσιτεία του Χριστού

Ανάπτυξη του μυστηρίου της πραγματικής παρουσίας του Χριστού, η πρόσληψη των αδιάβλητων ανθρώπινων παθών και η προαιώνια γέννηση του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 9 από 10

Εἰ γὰρ καὶ τοῦ ἁγίου σώματος μετὰ τὸν σταυρὸν ἐμνημόνευσεν μονομερῶς ἡ θεία Γραφή, οὐχ ὡς τῆς θείας ἀξίας αὐτὸ χωρίζουσα, ἢ τῆς κατὰ φύσιν αὐτῷ παρούσης ἁγιωσύνης, ἀλλὰ βουλομένη δεῖξαι ὅτι οὐ φαντασίᾳ, καθώς τινες οἴηνται, ἀλλ’ ἀληθείᾳ ἐν σαρκὶ ἦλθε, καὶ ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ Κύριος Ἰησοῦς Χριστός. Διὸ καὶ λέγει φανερῶς· «Εἴ τις οὐχ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, οὗτός ἐστιν ὁ ἀντίχριστος.» Ποῦ ἐληλυθότα ἢ δηλονότι ἐν τῷ κόσμῳ; Διὰ τί ἢ δι’ ἡμᾶς; Ἵνα τί; ἵνα διδάξῃ ἀλήθειαν τελείαν, ἣν οὐδεὶς ἄλλος ἐδίδαξεν· τὸ πιστεύειν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὅμως δι’ ἐργασίας ἐντολῶν καὶ οὐ διὰ ψιλῆς γνώσεως· καὶ ἵνα ὑπὲρ τῶν πιστῶν πάθῃ, ἐξουδενωθῇ, ἐμπτυσθῇ, ῥαπισθῇ, δεθῇ, φραγελλωθῇ, σταυρωθῇ, χολὴν καὶ ὄξος πίῃ, ἀποθάνῃ, λόγχῃ νυγῇ καὶ τριήμερος ἐκ νεκρῶν ἀναστῇ· ὁμοίως ὁ αὐτὸς καὶ τὰ θεῖα ἵνα ποιήσῃ ἐν σαρκί, ὅπως ἴδωμεν τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ’ αὐτόν, ὅπως δώῃ Πνεῦμα ἅγιον τοῖς διὰ τῶν ἐντολῶν αὐτοῦ πιστεύουσιν καὶ σώσῃ αὐτούς, καὶ ὅπως ἀναληφθῇ εἰς οὐρανόν, καὶ καθήσῃ ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἔλθῃ κρῖναι ζῶντας καὶ νεκρούς, καὶ διαμένει σὺν τῷ Πατρὶ εἰς τοὺς αἰῶνας. Ταῦτα ἡμεῖς ἀκούοντες παρὰ τῆς θείας Γραφῆς πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα.

Ἀλλὰ πάντως ἐρεῖς μοι ὅτι· Κἀγὼ πιστεύω εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Υἱὸν γυμνὸν τὸν Λόγον ἐννοῶν, καὶ οὐχὶ μετὰ τῆς ἁγίας καὶ ἰδίας σαρκός. Ἀλλ’ ἄκουε τοῦ Κυρίου καὶ περὶ τούτου λέγοντος· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα πιστεύωσιν εἰς σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.» Ἤκουσας δὲ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, μὴ γὰρ ἄσαρκον.

Εἰ δὲ μηδὲ τοῦτο πιστεύεις λεγούσῃ τῇ θείᾳ Γραφῇ, εἰπὲ σύ· Πῶς ἦλθε γυμνὸς ὁ Λόγος, ἢ πῶς ἡγίασε καὶ ἀπέστειλεν ὁ Πατὴρ τὸν Υἱὸν αὑτοῦ εἰς τὸν κόσμον; Ἆρα κατὰ σὲ μεταβατικῶς, ἢ ἀλλοιωτῶς, ἢ τρεπτῶς, ἢ φανταστικῶς καὶ ἀνυποστάτως;

Μὴ γένοιτο οὕτω φρονεῖν ἐπὶ τῇ παρουσίᾳ τοῦ Κυρίου. Ἀλλὰ ἀποστολὴ καὶ κατάβασις καὶ ἁγιασμὸς καὶ χρίσμα παρὰ τοῦ Πατρὸς ἡ ἕνωσις γέγονεν ἐπὶ τῇ ἁγίᾳ σαρκί, ἣν ὁ Θεὸς Λόγος ἐκ μήτρας ἑαυτῷ ἑνώσας ἀτρέπτως καὶ ἀφράστως, πάντα τὰ αὐτῆς εἰς ἑαυτὸν ᾠκειώσατο. Οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ παρουσία αὐτοῦ εἰ μὴ ἡ θαυμαστὴ ἐνανθρώπησις, καὶ ὅσα ἐν αὐτῇ ἐλάλησεν, ἢ ἐποίησεν, ἢ ἔπαθε, καὶ ποιεῖ δὲ καὶ ποιήσει.

Ὥσπερ γὰρ ὑπὲρ ἡμῶν ἦλθε καὶ ἔπαθεν, οὕτως καὶ ἱερατεύει καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, καθὼς λέγει καὶ ὁ ἅγιος Παῦλος, οὐχ ὑποτακτικῶς, ἀλλ’ οἰκονομικῶς. Διὰ τοῦτο γὰρ εὐδοκίᾳ Πατρὸς ἐνανθρωπήσας ἀνεδέξατο ἡμᾶς, ἵνα ὅσα ἡμεῖς ὀφείλοντες ποιεῖν οὐ δυνάμεθα, ταῦτα αὐτὸς ὑπὲρ ἡμῶν ποιῇ.

Αὐτὸς οὖν ὑπὲρ ἡμῶν τὰ δέοντα ποιῶν ἐν ἑαυτῷ δείκνυσιν ἡμῖν τὰ μέτρα τῆς ἀνθρωπείας φύσεως. Διὰ τοῦτο νηστεύσας ἡμέρας τεσσαράκοντα ὕστερον ἐπείνασεν, ἵνα ἡμῖν δείξῃ ὑπὲρ ἀγάπης μήτε πεινῶντας ἐκκακεῖν, ἢ ἐπακούειν τοῦ διαβόλου, τοὺς λίθους ἄρτους παρακελευομένου γίνεσθαι. Οὕτω καὶ διψᾷ, καὶ κοπιᾷ, καὶ καθεύδει, καὶ μετὰ ἁμαρτωλῶν ἐσθίει, καὶ προσεύχεται, καὶ μὴ εἰδέναι τὸν Υἱὸν τὴν ὥραν ἢ τὴν ἡμέραν τῆς συντελείας λέγει, καὶ εἰς γάμους ὑπάγει, καὶ συλλυπεῖται ἐπὶ τῇ πωρώσει, καὶ περίλυπος γίνεται ἕως θανάτου, καὶ ἁμαρτωλοῖς συνεσθίει, καὶ τὸ τοῦ θανάτου ποτήριον εὔχεται, εἰ δυνατόν, παρελθεῖν, καὶ κλαίει ἐπὶ νεκρῷ, καὶ ἰχθύας ἀγρευθῆναι ἐκέλευσεν, καὶ τροφὰς ἀγοράσαι οὐκ ἀπέτρεψεν, καὶ ἁπαξαπλῶς ὅσα εἶναι δυνατὸν ἐν τοῖς ἀνθρώποις, ἐκτὸς ἁμαρτίας, πάντα ἀνεδέξατο καὶ ὑπέδειξεν. Οὐ γὰρ μόνον τὴν σάρκα ἡμῶν ἀνέλαβεν, ἀλλὰ καὶ τὰ φυσικὰ αὐτῆς πράγματα, χωρὶς ἁμαρτίας, ἵνα γνῶμεν ὅτι οὐδὲν τῶν φυσικῶν ἀναγκάζει εἰς ἁμαρτίαν.

Ὅταν δὴ οὖν ἀκούσῃς ὅτι σωματικόν τι ἢ ἀνθρώπινον ὁ Ἰησοῦς ἐποίησεν ἢ ἐλάλησε, μὴ ὡς ἀδυνατοῦντα ποιῆσαι τὸ μεῖζον ἡγοῦ. Ἀλλὰ θαύμαζε αὐτοῦ τὴν φιλανθρωπίαν καὶ τὴν εἰς ἡμᾶς συγκατάβασιν. Εἰ γὰρ δι’ ἡμᾶς ἐνηνθρώπησε, δηλονότι δι’ ἡμᾶς καὶ λαλεῖ καὶ ποιεῖ καὶ πάσχει τὰ ἀνθρώπινα. Μὴ οὖν τῷ δι’ ἡμᾶς ἀνθρωπίνως γεγενημένῳ πράγματι σύγκρινε τὴν πᾶσαν τοῦ Χριστοῦ δύναμιν, ὡς διὰ τοῦτο μερίζειν αὐτὸν κατὰ τὰς διαφορὰς τῶν πραγμάτων καὶ τὰ μὲν ἐπιγράφειν ψιλῇ τῇ σαρκί, τὰ δὲ γυμνῇ τῇ θεότητι.

Ἐπειδὴ δὲ οὐχὶ πιστεύειν ταῖς ἐντολαῖς αὐτοῦ, ἀλλ’ ἐνδελεχίζειν εἰς τὰ ἀπόκρυφα μεμαθήκαμεν, ἴσως καὶ τοῦτο ἐννοήσας ἐρεῖς μοι· Εἰπέ· Τίνα ἐγέννησεν ὁ Πατὴρ πρὸ ἑωσφόρου, κατὰ τὴν Γραφήν, τὸν Θεὸν Λόγον ἢ τὸν ἄνθρωπον;

Κἀγώ σοι λέγω ὅτι κατὰ φύσιν τὸν Θεὸν Λόγον, κατὰ χάριν δὲ ᾠκειώσατο καὶ τὸν ἄνθρωπον. Ὁ γὰρ Θεὸς Λόγος ἥνωσεν ἑαυτῷ καὶ τὸν ἄνθρωπον εὐδοκίᾳ Θεοῦ Πατρός, κατὰ τὴν Γραφὴν τὴν λέγουσαν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.» Ἐπεὶ εἰ μὴ ἦν ἡνωμένος, οὐκ ἂν ἦν αὐτῷ ὄνομα Ἰησοῦς Χριστός, ἀλλὰ Θεοῦ Λόγος, καθὼς ἀπ’ ἀρχῆς. Εἰ δὲ μή, σύ μοι εἰπέ· Τίνος χάριν οἱ ἀπόστολοι γυμνὸν τὸν Λόγον οὐκ ἐκήρυξαν υἱὸν Θεοῦ, ἀλλὰ πανταχῇ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον; Ἢ δηλονότι διὰ τὴν ἕνωσιν; Υἱὸς οὖν ἐστιν ἀνθρώπου ὁ Κύριος Ἰησοῦς Χριστός, οὐχὶ διὰ ψιλὴν σάρκα, ἀλλὰ δι’ ἕνωσιν τῆς ἁγίας σαρκός, καὶ Υἱὸς δὲ Θεοῦ ὁμοίως, οὐ διὰ γυμνὸν τὸν Λόγον, ἀλλὰ διὰ ἕνωσιν τοῦ Λόγου· ἕτερον γάρ ἐστιν ἰδιότης, καὶ ἕτερον ἕνωσις.