Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρὸς Νεστόριον

Μᾶρκος ὁ Ἀσκητής

Η πτώση του ανθρώπου και η λύτρωση διά της θείας ενσαρκώσεως

Η συνέπεια της παραβάσεως, η δίκαιη καταδίκη του θανάτου και η λύτρωση του ανθρώπου από την εξουσία του διαβόλου μέσω της ενανθρωπήσεως του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 6 από 10

Ἆρ’ οὖν τὸ σαρκωθῆναι αὐτὸν δι’ ἡμᾶς, καὶ τὸ ὑπεραποθανεῖν ὑπὲρ πάντων ἀνθρώπων, καὶ «διὰ θανάτου καταργῆσαι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον», καὶ σῶσαι πάντας ἀνθρώπους τοὺς πιστεύοντας εἰς αὐτόν, καὶ βασιλείαν οὐρανῶν διὰ τῆς ἐνανθρωπήσεως τοῖς πιστοῖς χαρίσασθαι, ταῦτα νεκρᾶς ἐστιν, ὡς σὺ λέγεις, ἢ μᾶλλον ὑπερφυοῦς δυνάμεως καὶ σοφίας, καθὼς ὁ Ἀπόστολος εἴρηκεν, δεικνὺς ὅτι τῶν ἀπ’ ἀρχῆς θαυμασίων αὐτοῦ ἔργων ταῦτα θαυμασιώτερα; Φησὶ γάρ «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς». Ἐν ἀρχῇ μὲν γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς δι’ ἡμᾶς, καθὼς γέγραπται ὅτι «Πάντα ἡμῶν ἐστιν, ἡμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.» Θαυμασταὶ μὲν οὖν αὗται αἱ δωρεαὶ καὶ ὑπερφυεῖς, ἡ δὲ ἔνσαρκος αὐτοῦ παρουσία θαυμαστοτέρα καὶ ἀσυνείκαστος, διότι καὶ ταῦτα ἡμῖν ἐφαίδρυνε καὶ μείζονα ἐχαρίσατο.

Μετὰ γὰρ τὰς προειρημένας διὰ τῶν κτισμάτων εὐεργεσίας, κατασοφισθέντος ὑπὸ τοῦ διαβόλου τοῦ πρώτου ἀνθρώπου, καὶ παρακούσαντος τοῦ Θεοῦ, καὶ διὰ τῆς παρακοῆς ὑπὸ τὴν ἁμαρτίαν πεσόντος, καὶ διὰ τῆς ἁμαρτίας τῷ θανάτῳ παραδοθέντος, πάντες τῆς ἀϊδίου ζωῆς ἐκπεπτώκαμεν, εἴτε ἁμαρτωλοί, εἴτε δίκαιοι· οὐδεὶς γὰρ ἀνθρώπων ὑφῄρητο τοῦ ἐγκλήματος, διότι ὑπέκειτο αὐτῷ ἡ ῥίζα τῆς ἡμῶν φύσεως, λέγω δὴ ὁ πρῶτος ἄνθρωπος. Καὶ ἦν λοιπὸν ἀνυπόδραστος ὁ κίνδυνος, ὁ θάνατος ὁμοίως ἄφευκτος· εἰ γὰρ ἐντολὴ προέκειτο, ἡ καταδίκη ἐπὶ τῇ παραβάσει ὥριστο, ὁ κριτὴς ἀλάθητος, ὁ λόγος αὐτοῦ ἀψευδής, ὁ νόμος αὐτοῦ ἀληθής, τὸ δίκαιον ἀπαράλλακτον, ἀμήχανος ἡ μετάνοια, τὸν ἀμίαντον ἱερέα οὐκ ἔχουσα· πάντες γὰρ ὑπέκειντο ἐγκλήματι. Ὄφελον δὲ ἕως τούτου ἵστατο ἡ ἁμαρτία. Καὶ μὴν πλῆθος δυσσεβείας ἐπεισήγαγεν· ἅπαξ γὰρ χωρισθεὶς ὁ ἄνθρωπος τοῦ παραδεισίου φωτός, ἐρασθεὶς λεληθότως τῶν ἐναντίων ἐγένετο.

Καὶ ἦν αὐτῷ ἡ πλάνη οἰκειωτέρα τῆς ἀληθείας, αὐθαίρετος ἡ πονηρία, εὐπαράδεκτος ἡ εἰδωλολατρεία, εὔλογος ἡ φιληδονία, σπουδαζομένη ἡ πλεονεξία, πληθυνομένη ἡ ἁμαρτία, ἡ ὀργὴ φοβερωτέρα, ὁ ὄφις θρασύτερος, ὁ δὲ ἄνθρωπος ποτὲ ἐνεός, ποτὲ μετέωρος, τὸ μέλλον οὐκ εἰδὼς καὶ τοῖς ἐνεστῶσιν ἐγκείμενος· καὶ ἔτι «τῇ ματαιότητι ἡ κτίσις ὑπετάσσετο, καθὰ γέγραπται, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ’ ἐλπίδι» τῆς αὐτοῦ παρουσίας.

Ὁ δὲ τῶν τοιούτων κακῶν ἑσμὸς λοιπὸν ἐγένετο ἄλυτος δεσμός· ἐχρῆν γάρ, καθὼς ἐν πρώτοις τῇ παραβάσει, οὕτω καὶ πᾶσι τούτοις δικαίαν ἐπακολουθῆσαι τὴν ψῆφον. Εἰ δὲ ἐπὶ τῇ μιᾷ βρώσει θάνατος ὥριστο, ἐπὶ τῇ προσθήκῃ τῶν τοιούτων πονηρευμάτων τίς ἂν λοιπὸν ἀξία ἐπιφορὰ ἐπηνέχθη, ἢ τὸ ζῆν ἐν κολάσει δι’ αἰῶνος τὸν ἄνθρωπον;

Τοῦτο γὰρ καὶ ὁ διάβολος ἐψήφιζε κατὰ τοῦ ἀνθρώπου, ἴσως ἐκ τοῦ ἰδίου τόπου καὶ τῶν ἡμετέρων στοχαζόμενος καὶ λέγων· Ὥσπερ τῆς πονηρίας ἐγένοντο κοινωνοί, οὕτως καὶ τῆς κολάσεως ἔσονται. Δίκαιος γάρ ἐστιν ὁ Θεὸς καὶ ἀληθής, καὶ τὸν ἑαυτοῦ νόμον οὐ παραλύει· καὶ καθὼς ἐπὶ τῇ παραβάσει ἐξέβαλε τοῦ παραδείσου τὸν ἄνθρωπον καὶ θανάτῳ παρέδωκεν, οὕτως ἐπὶ τῇ προσθήκῃ τῶν κακῶν ἐν κολάσει συνδιαιωνίζειν αὐτὸν ἐμοὶ καταδικάσει.

Ὅμως ὁ πονηρὸς τὸ μὲν δίκαιον ᾔδει τοῦ Θεοῦ, τὸ δὲ παντοδύναμον ἠγνόει, ὥσπερ καὶ νῦν οἱ ἴδιοι αὐτοῦ ἐργάται, οἱ τὸ πῶς ἐπὶ Θεοῦ λέγοντες καὶ τὸν Χριστὸν τὴν τοῦ Θεοῦ δύναμιν καὶ σοφίαν φυσιολογεῖν ἐπιχειροῦντες. Διὰ τοῦτο κατὰ τῆς δυνάμεως τοῦ ἐχθροῦ ἦλθεν ἡ δύναμις τοῦ Θεοῦ σαρκωθεῖσα καὶ λυτροῦται τὸν ἄνθρωπον, οὐκ ἐξουσιαστικῶς, ἵνα μὴ τὸ δίκαιον παραλύσῃ, ἀλλ’ ἀνταλλακτικῶς καὶ δικαίως. Γεννᾶται γὰρ ἀνθρωπίνως ἄνθρωπον τέλειον ἀναλαβών, μᾶλλον δὲ πάντας διὰ τοῦ ἑνὸς ἀναλαβών· καὶ πάσχει ὑπὲρ ἡμῶν ὅπως καὶ τὴν ἀπόφασιν λύσῃ καὶ τὸ δίκαιον στήσῃ καὶ τὸν ἑαυτοῦ λόγον τελειώσῃ καὶ τὸν ἄνθρωπον ἐκ τοῦ θανάτου ἐλευθερώσῃ, αὐτὸς ἀποθανὼν ὑπὲρ πάντων, καὶ τὸν διάβολον καταργήσῃ, μὴ δοὺς αὐτῷ χώραν ἐξουσιαστικῶς ποιεῖν ὃ θέλει, καθότι οὐδὲ αὐτὸς ἐξουσιαστικῶς ἡμᾶς ἐρρύσατο, ἀλλὰ νομίμως καὶ παντοδυνάμως.

Ταῦτα οὖν τὰ θαυμάσια τὰ ὑπὲρ σοῦ καὶ πάντων ἡμῶν γινόμενα, ὦ βλάσφημε καὶ ἄπιστε ἄνθρωπε, νεκρὰν λέγεις καὶ οὐχὶ Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, κατὰ τὸν ἅγιον Παῦλον; Ἐν ἐπιτόμῳ δὲ ταῦτα ἐμνημονεύσαμεν ὅπως τοὺς ἀπίστους πείσωμεν ὅτι δι’ ἡμᾶς ὁ Λόγος σὰρξ ἐγένετο, κατὰ τὴν θείαν Γραφήν, οὐ τραπεὶς εἰς ἄνθρωπον, ἀλλ’ ἑνωθεὶς καθ’ ὑπόστασιν.