Εἰ γὰρ καὶ τοῦ ἁγίου σώματος μετὰ τὸν σταυρὸν ἐμνημόνευσεν μονομερῶς ἡ θεία Γραφή, οὐχ ὡς τῆς θείας ἀξίας αὐτὸ χωρίζουσα, ἢ τῆς κατὰ φύσιν αὐτῷ παρούσης ἁγιωσύνης, ἀλλὰ βουλομένη δεῖξαι ὅτι οὐ φαντασίᾳ, καθώς τινες οἴηνται, ἀλλ’ ἀληθείᾳ ἐν σαρκὶ ἦλθε, καὶ ὑπὲρ ἡμῶν ἀπέθανεν ὁ Κύριος Ἰησοῦς Χριστός. Διὸ καὶ λέγει φανερῶς· «Εἴ τις οὐχ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, οὗτός ἐστιν ὁ ἀντίχριστος.» Ποῦ ἐληλυθότα ἢ δηλονότι ἐν τῷ κόσμῳ; Διὰ τί ἢ δι’ ἡμᾶς; Ἵνα τί; ἵνα διδάξῃ ἀλήθειαν τελείαν, ἣν οὐδεὶς ἄλλος ἐδίδαξεν· τὸ πιστεύειν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὅμως δι’ ἐργασίας ἐντολῶν καὶ οὐ διὰ ψιλῆς γνώσεως· καὶ ἵνα ὑπὲρ τῶν πιστῶν πάθῃ, ἐξουδενωθῇ, ἐμπτυσθῇ, ῥαπισθῇ, δεθῇ, φραγελλωθῇ, σταυρωθῇ, χολὴν καὶ ὄξος πίῃ, ἀποθάνῃ, λόγχῃ νυγῇ καὶ τριήμερος ἐκ νεκρῶν ἀναστῇ· ὁμοίως ὁ αὐτὸς καὶ τὰ θεῖα ἵνα ποιήσῃ ἐν σαρκί, ὅπως ἴδωμεν τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ’ αὐτόν, ὅπως δώῃ Πνεῦμα ἅγιον τοῖς διὰ τῶν ἐντολῶν αὐτοῦ πιστεύουσιν καὶ σώσῃ αὐτούς, καὶ ὅπως ἀναληφθῇ εἰς οὐρανόν, καὶ καθήσῃ ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἔλθῃ κρῖναι ζῶντας καὶ νεκρούς, καὶ διαμένει σὺν τῷ Πατρὶ εἰς τοὺς αἰῶνας. Ταῦτα ἡμεῖς ἀκούοντες παρὰ τῆς θείας Γραφῆς πιστεύομεν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα.