Ἔργον
Μᾶρκος ὁ Ἀσκητής – Περὶ νηστείας
Η ταπεινοφροσύνη ως κορύφωση της άσκησης
Η προτεραιότητα της ταπείνωσης έναντι της ασκητικής κενοδοξίας και η τελική επίγνωση του Θεού, με παραδείγματα από τα πρόσωπα της Παλαιάς Διαθήκης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ταπεινοφροσύνη ως κορύφωση της άσκησης
Η προτεραιότητα της ταπείνωσης έναντι της ασκητικής κενοδοξίας και η τελική επίγνωση του Θεού, με παραδείγματα από τα πρόσωπα της Παλαιάς Διαθήκης.
Ταῦτα δὲ λέγομεν οὐχ ὡς τοὺς ἐκ τῆς νηστείας ὠφεληθῆναι βουλομένους ἐγκόπτοντες, ἀλλὰ τοὺς βλαβῆναι μὴ βουλομένους προτρεπόμενοι· ὃν γὰρ τρόπον ὠφελεῖ τοὺς μετὰ λογισμοῦ αὐτῇ προσιόντας, οὕτω βλάπτει τοὺς ἀλογίστως αὐτῇ προσερχομένους. Οἱ οὖν κηδόμενοι τῆς ὠφελείας αὐτῆς ὀφείλουσι φυλάττεσθαι καὶ τὴν βλάβην αὐτῆς, τουτέστι τὴν κενοδοξίαν αὐτῆς· καὶ τὸν ἄρτον ὃν ἐσθίομεν μετὰ τὴν συμπλήρωσιν τῆς νηστείας ἧς ὁρίζομεν ἑαυτοῖς, τοῦτον διελεῖν εἰς τὰς ἡμέρας τῆς ἀσιτίας, ἵνα μέρους βραχέος καθ’ ἑκάστην λαμβάνοντες φιμώσωμεν τῆς ἑαυτῶν σαρκὸς τὸ φρόνημα καὶ τὴν καρδίαν ἔχωμεν ἐστηριγμένην εἰς τὴν ὠφελιμωτέραν προσευχήν, ὅπως δυνάμει Θεοῦ ἀπὸ ἐπάρσεως φυλαχθέντες ἐν ταπεινοφροσύνῃ διάγωμεν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, ἧς χωρὶς οὐδεὶς εὐηρέστησε Θεῷ.
Εἰ γὰρ ταπεινοφροσύνης ἐπεμελούμεθα, οὐκ ἂν ἐδεήθημεν παιδείας. Πάντα γὰρ τὰ κακὰ καὶ δεινὰ τὰ συμβαίνοντα ἡμῖν διὰ τὴν ἔπαρσιν ἡμῶν συμβαίνει. Εἰ γὰρ τῷ Ἀποστόλῳ, ἵνα μὴ ἐπαρθῇ, ἄγγελος Σατᾶν ἐδόθη, ἵνα αὐτὸν κολαφίζῃ, πόσῳ μᾶλλον ἡμῖν τοῖς ἐπηρμένοις αὐτὸς ὁ Σατανᾶς δοθήσεται καταπατεῖν ἡμᾶς ἕως ταπεινωθῶμεν;
Οἱ προπάτορες ἡμῶν οἴκων ἐδέσποζον καὶ πλοῦτον εἶχον καὶ γυναικῶν καὶ τέκνων προενόουν καὶ Θεῶ ὡμίλουν διὰ τὴν ἄπλαστον ταπεινοφροσύνην αὐτῶν. Ἡμεῖς δὲ κόσμου ἀνεχωρήσαμεν καὶ πλούτου κατεφρονήσαμεν καὶ τοὺς οἴκους κατελίπομεν καὶ δοκοῦμεν Θεῷ προσεδρεύειν καὶ ὑπὸ δαιμόνων χλευαζόμεθα διὰ τὴν ἔπαρσιν ἡμῶν.
Ὁ ἐπαιρόμενος ἀγνοεῖ ἑαυτόν· εἰ γὰρ ἐγίνωσκεν ἑαυτὸν καὶ τὴν ἑαυτοῦ ἀφροσύνην καὶ ἀσθένειαν, οὐκ ἂν ἐπήρθη. Ὁ δὲ ἑαυτὸν ἀγνοῶν πῶς δύναται Θεὸν γιγνώσκειν; Εἰ γὰρ τὴν ἑαυτοῦ ἀφροσύνην μεθ’ ἧς ἀναστρέφεται οὐκ ἴσχυσε συνιέναι, πῶς τὴν τοῦ Θεοῦ σοφίαν ἧς πόρρωθέν ἐστι καὶ ξένος συνιέναι δυνήσεται; Ὁ γὰρ γινώσκων τὸν Θεὸν ἐνοπτρίζεται τὴν μεγαλωσύνην αὐτοῦ καὶ φαυλίζει ἑαυτόν, ὡς ὁ μακάριος Ἰώβ, καὶ λέγει· «Ἕως ἀκοῆς ἤκουόν σου τὸ πρότερον· νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε. Διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.» Οἱ τοίνυν τὸν Ἰὼβ μιμούμενοι, οὗτοι τὸν Θεὸν ὁρῶσι· οἱ δὲ ὁρῶντες αὐτόν, οὗτοι γινώσκουσιν αὐτόν. Ἐὰν οὖν καὶ ἡμεῖς βουληθῶμεν ὁρᾶν τὸν Θεόν, φαυλίσωμεν ἑαυτοὺς καὶ ταπεινοφρονήσωμεν· ἵνα μὴ μόνον αὐτὸν ἐξ ἐναντίας ὁρῶμεν, ἀλλὰ καὶ ἐν ἡμῖν οἰκοῦντά τε καὶ ἀναπαυόμενον ἔχοντες κατατρυφῶμεν αὐτοῦ. Οὕτω γὰρ ἡ ἀφροσύνη ἡμῶν ἐν τῇ σοφίᾳ αὐτοῦ σοφισθήσεται, καὶ ἡ ἀσθένεια ἡμῶν ἐν τῇ δυνάμει αὐτοῦ δυναμωθήσεται, κραταιούσῃ ἡμᾶς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἀξιώσαντα ἡμᾶς τῆς δωρεᾶς ταύτης, περισσοτέρως δοξασθῆναι ἐν ἡμῖν καὶ τὸν ἐχθρὸν ἡμῶν, τὸν Σατανᾶν, τὸν ἀντίδικον ἡμῶν, ὑπερβαλόντως καταισχῦναι δι’ ἡμῶν, ἐν αὐτῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ὅτι αὐτῷ πρέπει δόξα, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.