Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ Μελχισεδέκ

Μᾶρκος ὁ Ἀσκητής

Η αίρεση περί της θεότητος του Μελχισεδέκ και η ανασκευή της ταύτισης με τον άσαρκο Λόγο

Εισαγωγή στην πλάνη όσων κηρύττουν τον Μελχισεδέκ ως Θεό κατά φύσιν και ανασκευή του ισχυρισμού ότι ο ιστορικός αυτός τύπος ταυτίζεται με τον προσαρκωθέντα Θεό Λόγο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 1 από 4

Εἰς τὸν Μελχισεδέκ Ὁ Κύριος τὸν μὲν κόσμον ἀγρῷ, τὸ δὲ τῆς ἀληθείας κήρυγμα σπόρῳ παρεικάσας, σῖτον μὲν ἐν πρώτοις ἐσπάρθαι λέγει, ὕστερον δὲ ζιζάνια, ὡς ἐκ τούτου δυνατὸν ἡμῖν ἐπιγνῶναι ὅτι τὰ μὲν μετὰ τὴν ἀποστολικὴν παράδοσιν ἐπινενοημένα φρονήματα περιττή τίς ἐστι καὶ δαιμονιώδης ἐπισπορά. Τῶν γὰρ ἁγίων αὐτοῦ μαθητῶν μηδὲν ὑπολειψάντων τῆς ἀληθείας, καὶ τοῦ ἁγίου Παύλου μηδὲν ὑστερηκότος τῶν ὑπερλίαν ἀποστόλων ἀλλ’ ὥσπερ σίτῳ τὸν κόσμον κατεσπαρκότος τῷ λόγῳ, τινὲς ἑτερόφρονες ζιζανίων δίκην ἀνακύψαντες ἐπέκεινα τοῦ σίτου πειρῶνται ὑπερεκτείνεσθαι μυστικώτερα τῶν ἀποστόλων, ὡς οἴονται, διδάσκειν ἐπιχειρήσαντες. Τὸν γὰρ Μελχισεδὲκ φύσει Θεὸν ὄντα οὐκ ἐκήρυξαν ἐκεῖνοι, ὡς οὗτοι κηρύττουσιν· οὐ μὴν ἀλλὰ καὶ τοιαῦτά τινα συνεισφέρουσι νοήματα, ὡς καὶ τὰς ὑπὲρ ἡμῶν γεγενημένας τοῦ Κυρίου οἰκονομίας εὐτελίζεσθαι.

Εἰ γὰρ τὸν ἐκ παρασιωπήσεως γραφικῆς ἀπάτορα καὶ ἀμήτορα ὀνομασθέντα θεοποιοῦσιν ἄνθρωπον, εὐτελίζουσι πάντως τὸν Πατέρα ἔχοντα ἐν οὐρανοῖς καὶ μητέρα ἐσχηκότα ἐπὶ γῆς δι’ ἡμᾶς Χριστόν· καὶ εἰ διὰ τὸ ἀγενεαλόγητον ἐκεῖνον μέγαν ἥγηνται, γενεαλογούμενον τὸν Χριστὸν ἡττότερον ἂν νομίσοιεν. Ἡ δὲ τῆς τοιαύτης ἐννοίας προαγωγὴ τοὺς ἀφρονεστέρους αὐτῶν καὶ εἰς ἄρνησιν κατασύρειν ἔοικεν, ὅπερ πλείονα φέρει κατάκρισιν τῷ προηγησαμένῳ τῆς τοιαύτης ἐννοίας.

Ταῦτα δὲ πάσχουσιν, ὡς οἶμαι, δαὶ τὸ παρατρέχειν αὐτοὺς τὰ συστατικὰ κεφάλαια τῆς θείας Γραφῆς καί τινας περικοπὰς πρὸς τὸν ἴδιον σκοπὸν ἐκζητεῖν ἑκουσίους. Διὸ καὶ τὸν ἐπὶ Χριστοῦ ἑρμηνευόμενον χρηματισμὸν τῷ χρηματισθέντι ἀνθρώπῳ ὡς Θεῷ ἀπονέμουσι, καὶ τὸν κατὰ τὴν τάξιν τῆς ἱερατείας ἀφωμοιωμένον τῷ Κυρίῳ ἄνθρωπον λέγουσι φύσει Υἱὸν Θεοῦ.

Φασὶ γάρ· Εἰ μὴ ἦν οὗτος Υἱὸς Θεοῦ, πῶς βασιλεὺς εἰρήνης, καὶ βασιλεὺς δικαιοσύνης ἐλέγετο; Γνώτωσάν τε εἰ βούλονται ὅτι ὁ Ἀπόστολος αὐτὸν οὐ λέγει φύσει βασιλέα εἰρήνης, ἀλλ’ ἑρμηνευόμενον. Φησὶ γάρ· «Πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης.» Τοῦτο οὖν τὸ ῥητὸν παρατρέχουσι τὸ εἰπεῖν ἑρμηνευόμενον, καὶ διὰ τοῦτο τὴν τοῦ ὀνόματος ἑρμηνείαν φύσιν εἶναι τοῦ χρηματισθέντος ἔδοξαν.

Πάλιν οἱ αὐτοί φασιν· Εἰ μὴ ἦν Θεός, πῶς ἀπάτωρ, ἀμήτωρ; Ἐν τούτῳ δέ, ὡς ἔοικεν, οὐκέτι Υἱὸν λέγουσι εἶναι τὸν Μελχισεδέκ, ἀλλὰ τάχα Πατέρα. Καί φασιν· Ἡμεῖς οὐ λέγομεν αὐτὸν Πατέρα, ἀλλὰ τὸν Θεὸν Λόγον πρὶν ἢ σαρκωθῆναι καὶ ἐκ Μαρίας γεννηθῆναι.

Καὶ πῶς ἀπάτωρ ὁ Θεὸς Λόγος, ὦ ματαιόφρονες; Μάθετε ἀκριβῶς ὅτι ὁ μακάριος Παῦλος πάντα ἐκεῖνα ἐπὶ τὸν σαρκωθέντα Χριστὸν εἰρῆσθαι λέγει. Φησὶ γάρ· «Ἐφ’ ὃν λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκε· πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος.» Ἀλλ’ εἰπέ, φασί, πῶς ἐξ Ἰούδα ἀνατείλας ὁ Χριστὸς ἀπάτωρ ἐστὶ καὶ ἀμήτωρ κατὰ τὴν τάξιν Μελχισεδέκ; οὐκ εἰδότες ὃ λέγουσιν.