Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ Μελχισεδέκ

Μᾶρκος ὁ Ἀσκητής

Ιστορική προσέγγιση των γραφικών μαρτυριών και απόρριψη της θεοποίησης

Ερμηνεία των τίτλων και των γεγονότων του βίου του Μελχισεδέκ, όπως η προσφορά δεκάτων από τον Αβραάμ, αναδεικνύοντας τον ιστορικό χαρακτήρα του προσώπου σε αντιδιαστολή με τις αιρετικές απόψεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 3 από 4

Εἰς θεολογίαν δὲ λαμβάνουσι καὶ τὸν λόγον τοῦτον τοῦ Μελχισεδέκ, ὡς Θεῷ πρέπειν ἡγούμενοι αὐτῷ τό· «Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἐμέρισεν Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.» Καὶ τί τοῦτο πρὸς θεότητος ἀξίαν; Θέλεις ἰδεῖν μείζονα ταπεινότητα τοῦ Ἀβραάμ; ὁπηνίκα τὸ σπήλαιον ἔλαβεν εἰς ταφὴν Σάρρας, τοῖς ἀποδομένοις προσεκύνησε. Παρὰ τοῦτο κἀκείνους θεοποιήσομεν, διότι προσεκύνησεν αὐτοὺς ὁ πατριάρχης;

Μὴ γένοιτο. Ἴδε πόσον ἔχονται ἀφροσύνης, ὅτι ἐν πηλικότητι τὸν Θεὸν Λόγον ὁρίζουσι, καὶ οἵᾳ βραχύτητι. Οὐ· Θεωρεῖτε γάρ, εἶπε, πηλίκος οὗτος ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων πρὸς τὰς ἑκουσίους αὐτῶν κινήσεις, τὸ δέον ἐπὶ πάντων ἀπονείμας οὐ προσφάτως, ἀλλ’ ἰδίῳ καιρῷ προσφυῶς ἀνακύπτειν ὁρισάμενος. Οὐδὲ εἶπεν· Ὁ σταθμίσας εὐμέτρως ὑετῶν καὶ χιόνων ἐπιφοράς, κρυμούς τε χειμερινοὺς καὶ θερινοῦ καύσωνος βολάς, ἵνα μὴ τὸν κόσμον ἀπολέσῃ. Οὐδὲ εἶπεν· Ὁ ἐν οἰκτιρμοῖς δικαιοσύνης ἀποσῴζων, καὶ ἁμαρτωλοὺς ἀνυποκρίτως ἐλεῆσαι δυνάμενος, ὁ πανταχοῦ ὢν ἀδιαιρέτως καὶ ἐν τῷ Πατρὶ μένων ἀσυγχύτως, ὁ τῶν ἀγαθῶν κτίστης καὶ πάντων γνώστης καὶ κριτής, ὁ ἐν ἀσθενείᾳ δήσας τὸν ἰσχυρὸν καὶ ἐν μωρίᾳ τοῦ φρονίμου ὄφεως τὰ σκεύη ἁρπάσας, ὁ ἐξαγαγὼν ἐκ θανάτου ζωὴν καὶ τὰ ἄδηλα φανεροποιήσας. Οὐδὲν τοιοῦτο εἶπεν ὁ Ἀπόστολος ἐπὶ τοῦ Μελχισεδέκ, ἀλλά· «Θεωρεῖτε, φησί, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἐμήρισεν Ἀβραάμ.» Ἆρα, εἰ ἦν Θεός, ὁ Παῦλος αὐτοῦ ἐν πηλικότητι τὴν ἀκατάληπτον δύναμιν περιώριζε, καὶ τοῦτο ἐν μηδενὶ θαυμαστῷ, ἀλλ’ ἐν ταῖς δεκάταις τοῦ Ἀβραάμ, ἃς καὶ οἱ κατὰ νόμον ἱερεῖς ἀπολαμβάνουσιν;

Ὅταν οὖν ἀναγινώσκων εὕρῃς τι περὶ Μελχισεδὲκ γεγραμμένον, μνήσθητι τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· «Ἐφ’ ὃν λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκε», καὶ οὐδέποτε πλανηθήσῃ. «Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος Ἰησοῦς Χριστός.» Ἀκολούθησον τῇ πίστει Παύλου καὶ μὴ τὰ προφητικῶς χρηματισθέντα πρόσνεμε τῷ χρηματίσαντι, μηδ’ αὖ πάλιν τὰ τυπικῶς γεγενημένα αὐτοῖς ἀπόνεμε τοῖς τύποις. Ποίας φυλῆς μετέσχηκεν ὁ Μελχισεδέκ, ὅτι αὐτόλυτα νομίζεις εἶναι τὰ εἰρημένα ἢ γεγενημένα; Οὕτω δὲ πλανώμενος, πάντως ἂν καὶ τὸν ἀμνὸν τὸν σφαγέντα τυπικῶς Θεὸν ἡγήσῃ λέγων· Εἰ μὴ ἦν Θεός, πῶς τὸν ὀλοθρευτὴν ἄγγελον ἀπήλαυνε τὸ αἷμα αὐτοῦ; Τάχα δὲ καὶ τὸν χαλκοῦν ὄφιν θεοποιήσεις, ταὐτὰ ὑπολαμβάνων καὶ λέγων· Εἰ μὴ ἦν Θεός, πῶς τοὺς δηχθέντας ὑπὸ τῶν ὄφεων ἐθεράπευσεν; Ἡμεῖς δὲ τὸ τοῦ Ἀποστόλου ἐροῦμεν· «Ἐφ’ ὃν λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν.» Ἕκαστος γὰρ οὐ δι’ ἑαυτὸν ἐποίει τὴν δύναμιν, ἀλλὰ διὰ τὸν ἐν αὐτοῖς ἑρμηνευόμενον Χριστόν· οὕτω καὶ ὁ Μελχισεδὲκ κἂν ἐχρημάτισε βασιλεὺς δικαιοσύνης, οὐ φύσει ἦν, ἀλλ’ ἑρμηνευόμενος κατὰ τὴν Γραφήν· «ἐφ’ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν».

Ἤθελον κἀγὼ πυθέσθαι τῶν φρεναπατῶν· Τίνος ἕνεκα οἱ προφῆται ἢ οἱ ἀπόστολοι Θεὸν αὐτὸν εἶναι οὐκ ἐκήρυξαν; Εἰ μὲν γὰρ φθόνῳ ἢ φόβῳ ἐφέροντο, οὐκ ἂν τὸν ἐκ Μαρίας ἀφθόνως καὶ ἀφόβως πᾶσιν ἐφανέρωσαν. Εἰ δὲ ἠγνόησαν, ἐκεῖνοι μὲν νήπιοι παρ’ ὑμᾶς, ὑμεῖς δὲ παρ’ ἐκείνους τελειότεροι, καθότι τὸ ἐκείνους λαθὸν ὑμῖν ἀπεκαλύφθη.

Ἀλλὰ τί φασιν οἱ λοιμοί; Μὴ θαυμάσῃς εἰ ἠγνόησαν οἱ ἀπόστολοι τὸ μυστήριον τοῦτο, ὅπου γε καὶ τῷ Παύλῳ δυσεύρητον κατεφάνη λέγοντι· «Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν.» Ὢ τῆς ἀλαζονείας· δοκοῦντες εἶναι τοῦ Ἀποστόλου σοφώτεροι, «οὔτε νοοῦσιν ἃ λέγουσιν οὔτε περὶ τίνων διαβεβαιοῦνται». Εἰ γὰρ ὅλως πιστεύουσιν ὅτι πολὺς ὁ περὶ τοῦ Μελχισεδὲκ λόγος καὶ δυσερμήνευτος, εἰπάτωσαν ποίῳ μέρει ἐστὶ δυσερμήνευτος; πότερον τῷ ἡμετέρῳ, ἢ τῷ ἐκείνων; Ἡμεῖς δὲ λέγομεν ὅτι ἑρμηνεύεται Μελχισεδὲκ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος, καθ’ ὃ καὶ ὁ Ἀπόστολος λέγει· ἐκεῖνοι δὲ λέγουσιν ὅτι Θεὸς φύσει ἐστίν. Εἰ δὲ φύσει ἐστὶ Θεός, πῶς δυσερμήνευτος; Θεὸς καθολικῶς πιστεύεται, οἱ δὲ τύποι ἑρμηνεύονται. Διὰ τοῦτο ἴδωμεν τίνι μαρτυρεῖ ὁ ἅγιος Παῦλος εἰπών· «Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος.» Εἰ ἐκείνοις, ὡς περὶ Θεοῦ τοῦ Μελχισεδὲκ εἰρηκώς, ἑρμηνευσάτωσαν τὸν Θεὸν αὐτῶν, ὡς νοήσαντες αὐτὸν φύσει Θεόν· εἰ δὲ μή γε, ἡμεῖς ἐν Κυρίῳ κατὰ δύναμιν τὰ τοῦ Μελχισεδὲκ ὡς τυπικὰ ἑρμηνεύσομεν, κατὰ τὴν ὑπόθεσιν τοῦ ἁγίου Παύλου, καὶ παυσάσθωσαν βλασφημοῦντες.

Πρῶτον μὲν γὰρ ἡ νῦν Ἰερουσαλὴμ Ἰεβοὺς ἐκαλεῖτο· ὅθεν γινώσκομεν ὅτι ἐκ τῶν καθαιρεθέντων ἑπτὰ ἐθνῶν ἦν ὁ Μελχισεδέκ. Ἰεβουσαῖος γὰρ ἐτύγχανεν. Ὕστερον δέ, μετὰ τὸ ἐκβληθῆναι τὰ ἔθνη καὶ κατοικῆσαι τὸν λαόν, ἀπεκλήρωσεν αὐτὴν ὁ Θεὸς τοῖς ἱερεῦσι τοῦ ἐκεῖ ἀναφέρεσθαι τὰς θυσίας ἐκ παντὸς τόπου τῶν Ἰουδαίων· ὅθεν καὶ μετὰ τὸ καταπαῦσαι ἀπὸ τῶν πολέμων μετωνόμασαν τὴν πόλιν Σαλήμ, ὅ ἐστιν εἰρήνη. Ἰερουσαλὴμ δὲ ἑρμηνεύεται ὅρασις εἰρήνης. Τούτου χάριν ὁ Μελχισεδὲκ παρὰ τῷ Παύλῳ καὶ τῇ Γραφῇ βασιλεὺς εἰρήνης ἑρμηνεύεται· ἐν αὐτῇ γὰρ ἐβασίλευσε τὸ πρότερον, ὡς εἴ τις εἴποι βασιλεὺς Σέλγης·

Σέλγη δὲ ἁγνεία ἑρμηνεύεται. Οὐκοῦν εἰκότως ὁ ἡγούμενος Σέλγης κατὰ τὸ τῆς πόλεως ὄνομα ἡγούμενος ἁγνείας ἑρμηνεύεται· οὐ φύσει μέντοι ἁγνείας ἐστὶν ἡγούμενος, ἀλλὰ καθ’ ἑρμηνείαν ὀνομασίας. Χριστὸς δέ ἐστι φύσει ἁγνείας ἡγούμενος. Ἆρα οὐ νοοῦσιν ὅτι καὶ ὁ Μελχισεδὲκ καθ’ ἑρμηνείαν ὀνομαστικὴν βασιλεὺς εἰρήνης λέγεται; Εἰ μὲν γὰρ Ἰερουσαλὴμ αὕτη ἐστὶν ἐπουράνιος, ἔνθα ἐβασίλευσεν, ἤτω καὶ ὁ ἡγούμενος αὐτῆς φύσει βασιλεὺς εἰρήνης· εἰ δὲ αὕτη τύπος ἐστὶν τῆς ἄνω Ἰερουσαλήμ, φανερῶς ὅτι καὶ οὗτος τυπικῶς ὠνόμασται βασιλεὺς εἰρήνης, διὰ τὴν ὁμωνυμίαν τῆς πόλεως.

Τὸ δὲ βασιλεὺς δικαιοσύνης, τοῦ οἰκείου ὀνόματός ἐστιν ἑρμηνεία, τουτέστι Μελχισεδέκ, γλώσσῃ τῇ Χανανίτιδι, καθὼς παρὰ τῶν ἐπισταμένων ἐμάθομεν, ὡς ἄν τις εἴποι Ἀμβρόσιος, ὃ ἑρμηνεύεται ἀθάνατος. Τί οὖν; ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων Ἀμβρόσιοι ὀνομάζονται, παρὰ τοῦτο καὶ φύσει ἀθάνατοί εἰσι, κατὰ τὴν ἐπωνυμίαν; οὐ πάντως. Πόσοι Εὐγένιοι λέγονται, δοῦλοι ὑπάρχοντες· πόσοι Ἀθανάσιοι λέγονται, ὄντες θνητοί· πόσοι Πολυχρόνιοι, καὶ ἐγένοντο ὀλιγοχρόνιοι· πόσοι Δημοκράται, καὶ οὐδενὸς ἀνδρὸς ἐκράτησαν. Καὶ εὑρέθησαν οἱ χρηματισμοὶ ἀκατάλληλοι τοῖς πράγμασιν.

Ἐπειδὴ οὖν τὰς ὀνομασίας ἡρμηνεύσαμεν κατὰ δύναμιν, φέρε, ὡς οἷόν τε καὶ τὰ πράγματα πάλιν. Ὥσπερ ὁ Ἀβραὰμ μετὰ τῶν οἰκείων οἰκογενῶν τριακοσίων δέκα καὶ ὀκτὼ ὁπλισάμενος ἐπὶ τοῦ Μελχισεδὲκ τοὺς ἀλλοφύλους ἐτροπώσατο, οὕτως ἐπὶ τοῦ Χριστοῦ οἱ ὄντως οἰκογενεῖς αὐτοῦ τριακόσιοι δέκα καὶ ὀκτὼ πατριάρχαι ἐν τῇ Νικαίων πόλει ἀποστολικῶς ὁπλισάμενοι ἐτροπώσαντο τὰς αἱρέσεις.

Ἴδε ἑρμηνείαν προσφυῆ. Τότε ὁ Μελχισεδὲκ ἐξήνεγκεν ἄρτον καὶ οἶνον εἰς ἀνάπαυσιν τοῖς ἀναστρέφουσιν ἀπὸ τοῦ πολέμου. Ὁμοίως καὶ ὁ Χριστός, ὁ μέγας ἀρχιερεύς, τοῖς ἐκ τοῦ νοεροῦ πολέμου πρὸς αὐτὸν ἀναστρέφουσι δίδωσιν ἄρτον καὶ οἶνον ἡγιασμένον λέγων· «Λάβετε, φάγετε ἐξ αὐτοῦ πάντες.» Καὶ πάλιν δίδωσι δεκάτας Ἀβραὰμ ἀπὸ τῶν ἀκροθινίων τῷ ἱερεῖ τοῦ Θεοῦ· καὶ οἱ ἐφάμιλλοι τῆς ἐκείνου πίστεως προσφέρουσι τῷ Χριστῷ τὰ ἀκροθίνια. Αἱ γὰρ πέντε αἰσθήσεις, διττῶς ἀνατεθεῖσαι αὐτῷ, νοερῶς λέγω καὶ ἰδικῶς, δεκάται τινές εἰσι τῶν μορίων τῆς φύσεως ἡμῶν, τῆς ποτε αἰχμαλωτευθείσης ὑπὸ τῶν ἀλλοφύλων κατὰ τὴν προειρημένην ἱστορίαν. Ἆρα διὰ τῶν εἰρημένων ἐνόησας πῶς «πολύς ἐστιν ὁ λόγος καὶ δυσερμήνευτος», καθὼς εἴρηκεν ὁ ἅγιος Παῦλος;

Μὴ οὖν τοὺς τύπους λέγε ἀλήθειαν, μηδὲ ἀκούσας ἀπάτορα καὶ ἀμήτορα διὰ τὸ ἀγενεαλόγητον, λογίζου διὰ τοῦτο Υἱὸν Θεοῦ φύσει. Ἢ οὐκ ἀνέγνως ὅσα διηγεῖται ἡ θείᾳ Γραφὴ ἐν τῇ κατ’ αὐτὸν ἱστορίᾳ περὶ τῶν τύπων, περὶ τοῦ Λὼτ τοῦ ἀδελφιδοῦ Ἀβραάμ, περὶ τῶν τότε βασιλέων, τὰ ὀνόματα τῶν τόπων ἅμα καὶ τῶν ἀνθρώπων ὀνομάσασα, καὶ τὸν Μελχισεδὲκ καὶ τὴν πόλιν Σαλὴμ φανερῶς δηλώσασα;

Οὐδὲν δὲ τούτων πρὸ τῆς σαρκώσεως τοῦ Κυρίου αὐτολύτως ἑρμηνεύεται. Εἰ γὰρ φύσις τὰ ὀνόματά εἰσιν, οὐκέτι ἑρμηνεία· εἰ δὲ ἑρμηνεία, οὐκέτι φύσις. Πῶς οὖν πολὺς ὁ λόγος καὶ δυσερμήνευτος; Ἀνάγνωθι τὸ γεγραμμένον, ὅτι ταῦτα τύποι συνέβαινον ἐκείνοις· γέγραπται δὲ εἰς νουθεσίαν ἡμετέραν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε.

Καὶ τοῦτο δὲ ἀναγκαῖόν ἐστι πυθέσθαι παρ’ αὐτῶν· Πῶς ὁ Θεὸς Λόγος μὴ ἔχων τότε σάρκα ἱεράτευσεν; Ὑπὲρ τίνος δὲ καὶ ἱεράτευσεν; Εἰ ὑπὲρ τοῦ κόσμου λέγεις, καὶ ποῦ ἐστι τὸ θῦμα; «Χωρὶς γὰρ αἱματεκχυσίας ἤκουσας ὅτι οὐ γίνεται ἄφεσις.» Τίνες δέ εἰσι καὶ οἱ τῆς ἱερωσύνης κήρυκές τε καὶ μάρτυρες; Εἰ δὲ λέγουσιν ὅτι αὐτὸς μέν ἐστι, τύπος δὲ ἐγένετο τῶν μελλόντων, οὐκοῦν ὁ ἄσαρκος τοῦ σαρκωθησομένου τύπος ηὑρίσκετο; μᾶλλον δὲ αὐτὸς ἑαυτοῦ τύπος ἐγένετο; Ὅπου δὲ αὐτὸς πάρεστιν, οὐ λέγεται τύπος, ἀλλ’ ἀλήθεια. Εἰ δὲ τότε ἀλήθεια, ἐπὶ τῆς σαρκώσεως τί ἐροῦμεν; Πῶς δὲ ἡ Γραφὴ λέγει ὅτι «ἑτέραις γενεαῖς τὸ μυστήριον τοῦτο οὐκ ἐγνωρίσθη, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις καὶ προφήταις»; Τότε δὲ οὔτε προφῆται ἐβόησαν περὶ τούτου, οὔτε ἀπόστολοι.

Ἀλλὰ τί λέγουσιν; Εἰ μὴ ἦν Θεός, πῶς ἦν ἱερεὺς πρὸ νόμου; Ἡμεῖς δὲ πρὸς αὐτούς· Ἱερωσύνη λέγεται διὰ τὸ θύειν τῷ Θεῷ θυσίας ἄνθρωπον ἔνσαρκον· χωρὶς δὲ σαρκὸς ἱερεὺς οὐκ ὀνομάζεται. Ὥσπερ οὖν ἔθυσε τῷ Θεῷ Ἄβελ πρὸ νόμου, καὶ διὰ τοῦτο ἀποδέδεικται ἱερεύς, καὶ ὥσπερ ἔθυσεν αὐτῷ Νῶε, καὶ ἀποδέδεικται ἱερεύς, καὶ ὥσπερ ἔθυσεν αὐτῷ Ἰακώβ, καὶ ἀποδέδεικται ἱερεύς, ὡς οὗτοι πάντες πρὸ νόμου ἔθυσαν, οὕτω καὶ ὁ Μελχισεδὲκ πρὸ νόμου ἦν ἱερεύς.

Ἀλλά φασι· Τούτους οὐκ εἶπεν ἡ Γραφὴ ἱερεῖς. Ἡ μὲν θεία Γραφὴ οὐ περιττολογεῖ, καθὼς παραζητεῖτε ὑμεῖς. Εἰ δὲ ὅλως παραζητεῖτε τὴν διαφορὰν τοῦ πράγματος, ὁ Μελχισεδὲκ οὐκ ἔθυσεν, ἀλλὰ μόνον ὠνομάσθη.

Βεβαιότεροι οὖν εἰσιν οὗτοι οἱ θύσαντες ἢ ἐκεῖνος ὁ μόνον ὀνομασθείς, ἐπειδὴ τὸ θύειν ἱερωσύνης μᾶλλον ἐστὶ ἢ τὸ χρηματίζειν. Τὴν δὲ τοιαύτην διαφορὰν τῇ ἐκείνων ἀκαιρολογίᾳ παρεθήκαμεν· ἡμεῖς δὲ ἐν Κυρίῳ κἀκεῖνον κἀκείνους ὁμοίως ἱερεῖς ἔχομεν τοῦ Θεοῦ.