Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ Μελχισεδέκ

Μᾶρκος ὁ Ἀσκητής

Πολεμική κατά των κακοδοξιών, προάσπιση της αποστολικής παράδοσης και τελική ομολογία

Έλεγχος των σοφισμάτων και της δολιότητας των αιρετικών, κατάδειξη της ασυμφωνίας της διδασκαλίας τους με την εκκλησιαστική παράδοση, ορθόδοξη χριστολογική ομολογία και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 4 από 4

Θαυμάζω δὲ πῶς οὐκ ἤκουσαν τοῦ μακαρίου Πέτρου σαφῶς περὶ αὐτῶν βοῶντος καὶ λέγοντος ὅτι· «ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας». Προσφυῶς δὲ εἴρηκε τὸ παρεισάξουσι· καιροσκοποῦσι γὰρ ὄντως καί, καθ’ ὃ ἂν εὕρωσι τοὺς παρατυγχάνοντας, κατὰ τὸ αὐτὸ καὶ τὰς ἀποκρίσεις ποιοῦνται· ποτὲ μὲν γὰρ αὐτὸν λέγουσιν φανερῶς Θεόν, ποτὲ δὲ πανούργως ὁμολογοῦσιν ὅτι ἡμεῖς αὐτὸν ἱερέα τοῦ Θεοῦ ὀνομάζομεν, καθὼς καὶ ἡ θεία Γραφή. Εἰ ὅλως τῇ θείᾳ Γραφῇ πιστεύουσιν, εἴπωσι πάντα κατὰ τὴν Γραφήν.

Πρῶτον ἡ Γραφὴ Θεὸν αὐτὸν οὐ λέγει, μήτε ἐκεῖνοι λεγέτωσαν· ὁμολογείτωσαν δὲ κατ’ αὐτὴν ὅτι «ἀφωμοιωμένος ἐστὶ τῷ Υἱῷ τοῦ Θεοῦ», οὐ γὰρ φύσει Υἱός, καὶ ὅτι «ἑρμηνευόμενός ἐστι βασιλεὺς δικαιοσύνης» καὶ οὐ φύσει, καὶ ὅτι «ἐφ’ ὃν λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκε»· καὶ μὴ περικοπὴν ἀμφιρρεπῆ ἐκλεγέσθωσαν, ὡς καὶ πείθειν ὑπορκίσει τοὺς πολλοὺς καὶ παγιδεύειν τοὺς νηπιωτέρους.

Ἡμεῖς μὲν οὖν καὶ ἐντολὴν τοιαύτην καὶ τάξιν λαβόντες παρὰ Κυρίου, τοὺς δι’ ἄγνοιαν πλανωμένους πείθειν ἀναγκαζόμεθα, ἐκεῖνοι δέ, ὅταν ἴδωσι τοὺς ὑπ’ αὐτῶν ἠπατημένους μετανοῆσαι θέλοντας, εὐληπτοτέραις αὐτοὺς πιθανολογίαις ἐπικρατοῦσιν, οὕτως ἀεὶ λέγοντες· Εἰ καὶ οὐκ ἔστι φύσει Θεὸς ὁ Μελχισεδέκ, οὐδὲν ἡμαρτήσαμεν ἄνθρωπον θεοποιήσαντες· γέγραπται γάρ· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες», οὐκ εἰδότες ὅτι ἡ τοιαύτη διχόνοια ἀβέβαιον μὲν τὴν εἰς Χριστὸν πίστιν ἀποδείκνυσι σαφῶς— ἂν οὕτως τὸν Κύριον πάντων ἀνθρώπων ἴσον ἡγήσωνται, καὶ οὐκέτι ὡς ἔστι, Σωτῆρα καὶ Θεὸν καὶ Δεσπότην—, λατρεύειν δὲ τῇ κτίσει παρὰ τὸν κτίσαντα παρασκευάζει.

Ἐπειδὴ οὖν ὄφεως δίκην ἀντειλισσόμενοι σφίγγουσι τοὺς ἀποδρᾶν αὐτῶν βουλομένους, ἀνάγκη καὶ ἡμᾶς ἐντολὴν ἔχοντας τό· «Γίνεσθε φρόνιμοι ὡσεὶ ὄφεις» μιμήσασθαι τὴν ἐκείνων πανουργίαν καὶ τοῖς ἀγχιστρόφοις νοήμασι ἐκλύειν αὐτῶν τὰς τοιαύτας περιείλιγγας, ὁμοῖα λέγοντες ὅτι κἄν ἐστι Θεὸς ὁ Μελχισεδέκ, οὐδὲν ἁμαρτήσαιμεν ἐν τούτῳ ἄνθρωπον αὐτὸν ἔχοντες καὶ ὀνομάζοντες· γέγραπται γὰρ ὅτι· «οὐκ ἔστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς, ἀλλὰ Κύριος Ἰησοῦς Χριστός», «τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου». Ἀκουέτωσαν τοῦ Ἀποστόλου παραγγέλλοντος μηδὲ τοῦ Εὐαγγελίου δευτεροκήρυκας δέχεσθαι. «Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ Πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ Εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνείχεσθε.» Εἰ οὖν οὗτος τὰ τοῦ Εὐαγγελίου σφραγίζει, τί πείσονται λοιπὸν οἱ τὰς αἱρέσεις παρεισάγοντες ἢ οἱ πιστεύοντες αὐτοῖς;

Ἀλλὰ τί φασι πρὸς ἡμᾶς; Πῶς οὖν πάντες διδάσκουσιν ἐν ταῖς ἐκκλησίαις καθάπερ καὶ σὺ ὧδε σήμερον; Γνώτωσαν δὲ ὅτι πάντες οἱ διδάσκοντες τὰ τῶν ἀποστόλων ὡς τέλεια βεβαιοῦσιν, οὐδεὶς δὲ καινοτομεῖ ὡς μηδέπω κεκηρυγμένα καθάπερ ἐκεῖνοι ποιοῦσιν· εἰ δὲ καί ποτέ τις πλανηθεὶς ἀκουσίως ὑφοραθῇ, πάντως ἢ ἐπιτιμηθεὶς ἐπιστρέφει, ἢ τὸ ψεῦδος αἱρετισάμενος, μετὰ τῶν ἔξω λογισθήσεται, ὅπερ εἰκὸς καὶ ἐν τούτοις παθεῖν. Καὶ ἐν τούτῳ δὲ ἔστι δοκιμάσαι τὴν ἀφροσύνην αὐτῶν, ὡς πάσης αἱρέσεως πονηρότεροι τυγχάνουσιν. Ἀφορισθέντες γὰρ ἀπὸ τῶν ἁγίων ἐπισκόπων καὶ ἀναθεματισθέντες, ὅπου ἀγνοοῦνται καὶ κοινωνοῦσι λάθρα καὶ συνάγονται, τουτέστιν ὃ προειρήκαμεν, ὅτι καὶ τὸ μυστήριον τοῦ Χριστοῦ καὶ τὴν οἰκονομίαν εὐτελίζουσιν. Οὐ μόνον δὲ τοῦτο, ἀλλ’ εἰ καί ποτε διὰ τῆς ἐπιπλάστου εὐλαβείας πιστοποιῆσαι ἑαυτοὺς δυνηθῶσι παρ’ ἐπισκόποις ἢ περιοδευταῖς, εὐθέως τοὺς ὄντως πιστοὺς καὶ ὀρθοδόξους διαβάλλουσι λαθραίως ὡς κακόφρονας καὶ μισεῖσθαι ἢ διώκεσθαι παρασκευάζουσιν. Ἀλλ’ ὁ ἐπιστάμενος τοὺς λογισμοὺς τῶν ἀνθρώπων περιτρέπει αὐτῶν τὴν πανουργίαν· καὶ φανεροποιήσας αὐτούς «εἰς βόθρον ὃν εἰργάσαντο» παραχωρεῖ ἐμπεσεῖν, κατὰ τὸ γεγραμμένον.

Ὅμως ἀφέντες αὐτῶν τὰς λαθραίας τοῦ κακοῦ συνεισφορὰς τοῦ προκειμένου γενώμεθα, τελείως αὐτῶν διελέγξαντες τὴν κακοπιστίαν. Τὸ γὰρ ὄνομα ἐκεῖνο προφῆται οὐ ἐκήρυξαν, ἀπόστολοι οὐκ ἐδίδαξαν, μάρτυρες οὐχ ὡμολόγησαν, οὐδεὶς τῶν πατριαρχῶν ὡς Θεὸν αὐτὸν ἐφανέρωσεν, οὐδεὶς τῶν ἁγίων Πατέρων συνέγραψε. Διὸ ἀνάνηψον, ὦ ἄνθρωπε, καὶ γνῶθι ὅτι σε ὁ διάβολος περισσῶς φρόνιμον ἐποίησεν, ἵνα τὴν ἐκείνου ὑπερηφανίαν θελήματι νοσήσας, λοιπὸν καὶ τῷ πτώματι αὐτοῦ συγκαταπέσῃς.

Πῶς γὰρ οὐ θελήματι; ὁ τοσοῦτον ἔχων νέφος μαρτύρων εἰς βεβαίωσιν τῆς ἀληθοῦς πίστεως, ᾑρετίσω καὶ ὡμολόγησας ἃ οὐδεὶς αὐτῶν ὡμολόγησεν. Εἰ γὰρ χωρὶς ἐκείνης τῆς γνώσεως καὶ ὁμολογίας ἐκεῖνοι πάντες ἐσώθησαν, σώθητι καὶ σὺ κατὰ μίμησιν ἐκείνων καὶ εἰπέ, κατὰ τὸν ἅγιον Παῦλον, ὅτι· «Οὐδὲν ἕτερον ἔκρινα εἰδέναι, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον.» Εἰ δὲ ἐκτὸς τοιαύτης ὁμολογίας ἑαυτῷ λογίζῃ μὴ δύνασθαι σωθῆναι, δῆλον ὅτι καὶ πάντας τοὺς προειρημένους ἁγίους ὡς μὴ σωθέντας ἔχεις παρὰ σεαυτῷ· εἰ καὶ στόματι μὴ λέγεις ἀνθρώποις ὑποκρινόμενος, ἀλλ’ ὅμως μεῖζον τῆς σῆς φωνῆς βοᾷ ἡ ἀκολουθία τοῦ πράγματος. Βλέπεις πόσαις βλασφημίαις καὶ πόσοις κακοῖς περιπέπτωκας διὰ τὴν τοιαύτην σου κακοπιστίαν, μᾶλλον δὲ παντελῆ ἀπιστίαν·

Τὸ δὲ πῶς μάθε· σημεῖα Μελχισεδὲκ οὐκ ἐποίησεν, ἐντολὰς οὐκ ἔθετο, ἀπειλὰς οὐχ ὡρίσατο, ὑπὲρ ἡμῶν οὐκ ἀπέθανεν, Πνεύματος ἁγίου μετοχὴν οὐκ ἐδωρήσατο. Ἀγνοῶ λοιπὸν τίνα τῆς εἰς ἐκεῖνον πίστεως ἔγγυον ἔχεις πληροφορίαν. Εἰ δὲ λέγεις· Ταῦτα πάντα σαρκωθεὶς παρέσχεν ἡμῖν, πλέον ἑαυτὸν ὑπόδικον τῆς κακοπιστίας ἐλέγχεις.

Ἐν οἷς γὰρ ἡμῖν ἑαυτὸν διὰ ῥημάτων καὶ πραγμάτων ἐφανέρωσεν ὁ Κύριος, ἐν τούτοις καὶ πιστεύειν ἐνετείλατο· εἶπε γὰρ ἡ Γραφὴ ὅτι ὤφθη τῷ Ἀβραάμ, ἀλλ’ ἐν φωνῇ, ἐντελλόμενος αὐτῷ ἐντολάς, καὶ προλέγων τὰ ἐσόμενα, καὶ ἐπαγγελλόμενος εὐεργεσίας ἐν γῇ Χαλδαίων, καὶ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καὶ ἐν ἑτέροις δὲ πλείστοις καὶ λόγοις καὶ πράγμασιν· οὐδαμοῦ δὲ ἀδήλως οὔτε Μελχισεδὲκ οὔτε διὰ Μελχισεδὲκ ἡ Γραφὴ δεδήλωκε. Τούτου χάριν ἀνυπόστατός σου ἡ πίστις, ἄδηλον τὸ φρόνημα, ματαία ἡ τοιαύτη θεογνωσία.

Διὰ τοῦτο, τῆς ὀρθοδόξου πίστεως διὰ πολλῶν μαρτύρων φανερωθείσης, ὅσοι ἂν ἑτέρωθι βλέπωσιν καὶ εὐλόγως καὶ ἀλόγως τὸν Μελχισεδὲκ Θεὸν ὀνομάζουσιν ἢ φύσει Υἱὸν Θεοῦ, φανερῶς ἰουδαΐζουσι· διότι Ἰησοῦς Χριστὸς ὁ ἐκ Μαρίας γεννηθεὶς αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ οὐδὲν αὐτῷ λείπει ἵνα πάλιν ἀλλαχοῦ ζητήσωμεν τὸ πλήρωμα· ἐν αὐτῷ γὰρ εὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς Θεότητος σωματικῶς, καὶ ἐσμὲν ἐν αὐτῷ πεπληρωμένοι πάντες, οἱ πιστεύοντες τοῖς λόγοις αὐτοῦ ὡς Υἱοῦ Θεοῦ, εὐδοκίᾳ καὶ δυνάμει καὶ χάριτι τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ βασιλεία νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.