Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ Μελχισεδέκ

Μᾶρκος ὁ Ἀσκητής

Τυπολογική ερμηνεία της ιερωσύνης του Μελχισεδέκ και χριστολογική θεμελίωση

Ανάλυση της ιερωσύνης και των προσωνυμιών του Μελχισεδέκ ως προτυπώσεων του Χριστού, πλαισιωμένη από εκτενή δογματική ανάπτυξη περί της υποστατικής ενώσεως των δύο φύσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 2 από 4

Οὐ γὰρ περὶ ἀπάτορος ἔθετο τὴν τάξιν ὁ Παῦλος, ἀλλὰ περὶ μόνης τῆς ἱερωσύνης. Διὰ τοῦτο οὐ λέγει· σὺ ἀπάτωρ καὶ ἀμήτωρ κατὰ τὴν τάξιν Μελχισεδέκ, ἀλλά· «σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ». Τί δέ ἐστι τό· κατὰ τὴν τάξιν; τοῦτ’ ἔστιν κατὰ τὴν ἀφομοίωσιν, καὶ οὐ κατὰ νόμον. Ἡ μὲν γὰρ φυλὴ τοῦ Λευῒ κατὰ τὸν νόμον ἱερατεύειν ἐτέτακτο· ὁ δὲ Μελχισεδὲκ οὐ κατὰ νόμον, ἀλλὰ κατὰ τάξιν προφητείας, παραδεικνύων τὰ περὶ τοῦ Χριστοῦ.

Διὰ τοῦτό φησι· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα», οὐ κατὰ τὴν τάξιν Λευΐ, οὐδὲ κατὰ τὴν τάξιν Ἀαρών, τῆς αὐτῆς φυλῆς ὄντας, ἀλλά· «κατὰ τὴν τάξιν Μελχισεδέκ», τοῦ χωρὶς νόμου ἱερατεύσαντος. Ἀλλὰ τί πάλιν ἐκεῖνοι πρὸς ἡμᾶς;

Εἰ ὁ Μελχισεδὲκ ἄνθρωπός ἐστι, πῶς μένει ἱερεὺς εἰς τὸ διηνεκές; Καὶ τοῦτο δὲ ἐκ περικοπῆς ἐρωτῶσι τὰ πλείονα τοῦ κεφαλαίου παρατρέχοντες. Λέγει γάρ· «Ἀφωμοιωμένος τῷ Υἱῷ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.» Ἀφομοίωσις δὲ καὶ ὑπόστασις ταὐτὸν οὐκ ἔστι· τὸ μὲν γὰρ τύπος, τὸ δὲ ἀλήθεια τυγχάνει. Ὥσπερ οὖν ἀφωμοίωται τῷ Χριστῷ ὁ προφήτης Ἰωνᾶς, καὶ μένει προφήτης κατὰ τὴν τριήμερον ταφήν, καὶ ὥσπερ ἀφωμοίωται αὐτῷ Μωϋσῆς κατὰ τὴν τοῦ λαοῦ ἀφήγησιν, καὶ μένει ἡγούμενος εἰς τὸ διηνεκές, οὕτως ἀφωμοίωται αὐτῷ καὶ ὁ Μελχισεδὲκ κατὰ τὴν τῶν ἐθνῶν ἱερωσύνην, καὶ μένει ἱερεὺς εἰς τὸ διηνεκές. Διὸ λέγει· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Καὶ πάλιν·

Δεδόσθω, φασίν, ὅτι ἄνθρωπός ἐστιν ὁ Μελχισεδὲκ ἀφωμοιωμένος τῷ Χριστῷ, δεῖξον πῶς ἀπάτωρ καὶ ἀμήτωρ ἐστί, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ὅ τε Κύριος Ἰησοῦς Χριστὸς καὶ ὁ ἐν τούτοις ἀφωμοιωμένος αὐτῷ Μελχισεδέκ. Λέγει γάρ· «ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ»· ἐν τούτοις δεῖξον τὴν ἀφομοίωσιν, ἵνα γνῶμεν ὅτι ἄνθρωπος ὁ Μελχισεδὲκ καὶ οὐκ αὐτὸς ὁ Χριστός.

Οὕτω μὲν ἀντερείσαντες οὐχ ἡμῖν, ἀλλὰ τῇ θείᾳ Γραφῇ παρατάσσονται. Ἤρκει γὰρ αὐτοῖς πιστεῦσαι τῷ Ἀποστόλῳ, ἀφωμοιωμένον αὐτὸν εἰρηκότι τῷ Υἱῷ τοῦ Θεοῦ καὶ οὐχὶ υἱὸν τοῦ Θεοῦ. Λέγοντες οὖν· Δεῖξον ἡμῖν τὴν ἀπὸ τῶν ὀνομάτων ἀφομοίωσιν, ἵνα πιστεύσωμεν, ἐοίκασιν ἀπιστεῖν τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις· ὡς εἴγε ἡμεῖς ἀπορήσαιμεν τῆς τοιαύτης ἀποδείξεως, ἐκεῖνοι τῆς πίστεως ἀφίστανται, ὡς καὶ ἀπέστησαν. Ἐπειδὴ οὖν πολλὰ ἔστιν εὑρεῖν ἐν τῇ ἀληθινῇ Γραφῇ ὀνόματα ὧν ἡ ἀπόδειξις παρὰ τῷ πλήθει δυσεύρετος, παρὰ τοῦτο ἡ Ἐκκλησία τῆς παραδοθείσης πίστεως ἀποστήσεται καὶ ταῖς ἰδίαις ὑπονοίαις πιστεύσει; Μὴ γένοιτο. Πλὴν οὐ διὰ τοῦτο σιωπήσομεν ἀκρίτως, ἀλλὰ κατὰ τὴν δύναμιν ἀποδείξομεν ἐν τοῖς προειρημένοις ἀφομοίωσιν.

Ἀπάτορα καὶ ἀμήτορα τὸν Μελχισεδὲκ λέγει ὁ Ἀπόστολος κατὰ τὸ ἑπόμενον ῥητόν, ὅτι ἀγενεαλόγητος· ἐπειδὴ γὰρ ἐν τῇ γενεαλογίᾳ οὐκ ἐμφέρεται τίνος πατρὸς ἢ ποίας μητρὸς ἢ πότε ἐγεννήθη ἢ πότε ἀπέθανε· διὰ τοῦτο μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων. Οὔτε γὰρ ἠδύνατο γενεαλογηθῆναι, ἐκ τῶν παραλειφθέντων καταγόμενος ἐθνῶν, καθὼς ἡ Γραφὴ ἐκ τῆς κατοικεσίας αὐτὸν φανεροποιεῖ. Ἐν τούτῳ δὲ ἀφωμοίωται τῷ Υἱῷ τοῦ Θεοῦ, ἐπειδὴ ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐπὶ γῆς οὐκ ἔσχε πατέρα καὶ ἐν οὐρανῷ οὐκ ἔσχε μητέρα.

Ἐπειδὴ δὲ εἰρήκαμεν ὅτι κατ’ οἰκονομίαν οὐκ ἐμφέρεται ἐν τῇ θείᾳ Γραφῇ πότε ἐγεννήθη ὁ Μελχισεδὲκ ἢ πότε ἀπέθανε, καὶ διὰ τοῦτο λέγει μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχειν, ζητοῦσι καὶ ἐν τούτῳ τῷ λόγῳ τὴν ἀφομοίωσιν, λέγοντες·

Εἴπερ περὶ τοῦ Μελχισεδέκ, εἰπὲ καὶ περὶ τοῦ Χριστοῦ πῶς οὔτε ἀρχὴν ἡμερῶν οὔτε ζωῆς τέλος ἔχει, ἵνα γνῶμεν καὶ ἐν τούτῳ τὴν ἀφομοίωσιν. Οἴδαμεν γὰρ ὅτι ὁ γεννηθεὶς ἐκ Μαρίας καὶ ἀρχὴν ἔσχε καὶ ἀπέθανε καὶ ἀνέστη κατὰ τὰς Γραφάς.

Ἡμεῖς δὲ πρὸς ταῦτα· Πιστεύετε τῷ Εὐαγγελίῳ ὅτι· «ὁ Λόγος σὰρξ ἐγένετο», οὐ τραπεὶς εἰς ἄνθρωπον, ἀλλὰ ἄνθρωπον εἰς ἑαυτὸν προσλαβόμενος; Οἱ δέ· Ναί, φασί, τοῦτο πιστεύομεν. Εἰ οὖν πιστεύετε, γνῶτε ὅτι ἄνθρωπος ψιλὸς οὔτε ἐστὶν οὔτε νοεῖται ὁ Χριστός, καθότι μονομερῶς οὐχ ὑπέστη ποτὲ καὶ ὕστερον ἡνώθη, ἀλλ’ εὐθέως ἡνωμένος καὶ ἔφυ καὶ ἐγεννήθη, δῆλον δὲ ὅτι τοῦ Θεοῦ Λόγου θεοπρεπῶς πρότερον ἐνεργήσαντος κατὰ τὸ γεγραμμένον· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ.» Ὅθεν νοοῦμεν ὅτι ὁ Χριστὸς οὔτε ἀρχὴν ἡμερῶν οὔτε ζωῆς τέλος ἔχει. Εἰ γὰρ ὁ ἄναρχος Λόγος τῆς ἐνανθρωπήσεως γέγονεν ἀρχή, σαφὲς ὅτι ὁ Χριστὸς ἄναρχος διὰ τὴν ἐκ μήτρας ἕνωσιν. Οὕτως οὖν καὶ ὁ Μελχισεδὲκ καὶ ἐν τούτῳ ἀφωμοίωται αὐτῷ, οἰκονομικῶς παρασιωπηθείσης τῆς γεννήσεως αὐτοῦ καὶ τῆς τελευτῆς, ἵνα προδηλώσῃ τὰ τοῦ Χριστοῦ μυστήρια.

Καὶ πάλιν φησί· Ὁ Κύριος τὸ ἡμέτερον ἀνέλαβε σῶμα ἢ οὔ; Ναί, τὸ ἡμέτερον· ἀλλ’ οὐ διῃρημένως αὐτὸ ἀνέλαβεν· οὐ γὰρ προϋπέστησεν αὐτὸ καὶ τότε ἡνώθη, ἀλλ’ ἀδιαίρετον ἐκ μήτρας ἐποιήσατο τὴν ἕνωσιν, καθὰ προειρήκαμεν.

Εὐθὺς δὲ λέγουσι· Διὰ τί οὖν ψηφίζετε αὐτοῦ τὰ ἔτη; Ἔτη ψηφίζονται οὐκ ἐκ φύσεως μονομερῶς, ἀλλὰ γεννήσεως τοῦ γενομένου ἀνθρώπου. Οὐκ εἶπε γὰρ ἡ Γραφὴ ὅτι ἐγεννήθη ψιλὸς ἄνθρωπος, ὡς ὑμεῖς λέγετε, ἢ ὁ Θεὸς Λόγος, ἀλλ’ ὁ Χριστός, ὅς ἐστι Θεὸς ἅμα καὶ ἄνθρωπος, ἀμέριστος καὶ ἀδιαίρετος Υἱὸς Θεοῦ. Γεννήσεως οὖν τῆς οἰκονομικῆς ἔσχεν ἀρχήν, φύσεως δὲ ἀρχὴν οὐκ ἔχει διὰ τὴν ἐκ μήτρας ἕνωσιν. Τίνι γάρ, εἰπέ μοι, ἐπιθήσεις ἀρχήν; σώματι ψιλῷ; ἀλλὰ ψιλὸν οὐδέποτε ὑπῆρξε τὸ κυριακὸν σῶμα κατὰ τὴν εὐαγγελικὴν φωνὴν τὴν λέγουσαν πρὸς Ἰωσήφ· «Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Ἀλλ’ ἐπιθήσεις ἀρχὴν τῷ γεννηθέντι Χριστῷ; Ἰδοὺ αὐτὸς ὁ Λόγος σεσαρκωμένος, καθὼς ἐν τοῖς Εὐαγγελίοις ἀποδέδεικται.

Οὔτε οὖν μερισμὸν οὔτε ἀρχὴν ἐπιθεῖναι δύνασαι τῷ Χριστῷ, καθὼς ἀποδέδεικται. Δεδόσθω, φησίν, ὅτι ὁ Χριστὸς οὐκ ἔχει ἀρχὴν διὰ τὴν ἕνωσιν· μὴ καὶ ἡ ἕνωσις ἀρχὴν οὐκ ἔχει; Καὶ ἔχει καὶ οὐκ ἔχει, διότι αὐτὸς ὁ ἄναρχος τῆς ἑνώσεως γέγονεν ἀρχή, καὶ διὰ τοῦτο εἶπον· καὶ ἔχει καὶ οὐκ ἔχει.

Εὐσεβέστερον δέ ἐστιν εἰπεῖν ὅτι οὐκ ἔχει· ὅσα γὰρ ὑποστατικῶς ἥνωται, κἂν ἐκ δύο νοοῖτο, ὅμως τῇ τοῦ δυνατωτέρου φύσει συνενωθὲν ἐκεῖνο καὶ νοεῖται καὶ ὀνομάζεται. Καθάπερ ποταμὸς ἀπὸ βροχῆς συσταθεὶς καὶ τῇ θαλάσσῃ συμμιγεὶς οὐκ ἔτι λέγεται ποταμός, ἀλλὰ θάλασσα, ἐκεῖθεν ἀρχὴν λαβὼν κἀκεῖ καταλήξας. Εἰ μὲν γὰρ ἡ σωματικὴ δύναμις ὡς ὑπερέχουσα ἐνήργησε τῷ Λόγῳ καὶ οὕτως γέγονεν ἕνωσις, νοείσθω καὶ ἀρχὴν ἔχειν κατὰ τὴν τοῦ σώματος φύσιν. Εἰ δὲ ὁ Θεὸς Λόγος θεοπρεπῶς ἐνήργησε κατὰ τὸ Εὐαγγέλιον, φανερὸν ὅτι πρὸς ἐκείνην τὴν φύσιν τὸ ἅγιον σῶμα ηὐγένισται, ὅτι ἐν αὐτῷ εὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Εἰ δὲ πᾶν τὸ πλήρωμα, δηλονότι οὐδὲν ὑπολέλειπται τῆς θεότητος, ὃ οὐκ ἔχει τὸ ἅγιον σῶμα τοῦ Χριστοῦ, εἴτε ἀναρχότητα εἴπῃς, εἴτε θεότητα, εἴτε ἀθανασίαν, εἴτε παντοκρατορικὴν δύναμιν, εἴτε ἐξουσίαν, εἴτε κράτος, εἴτε σοφίαν ἀθάνατον, πάντα ἔχει· ὅτι εὐδόκησεν ἐν αὐτῷ κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Διὰ τοῦτό φησιν ὁ Παῦλος· «Ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν.» Ἐγνώκαμεν γὰρ ὅτι ἐν αὐτῷ εὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐσμὲν ἐν αὐτῷ πεπληρωμένοι.

Καὶ οὐκ εἶπεν ἐν αὐτοῖς, ἀλλ’ ἐν αὐτῷ· αὐτὸς γάρ ἐστι «τὸ πλήρωμα τοῦ πάντα ἐν πᾶσι πληρουμένου». Οὕτω δὴ οὖν νοεῖται Χριστὸς μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων.

Πάλιν λέγουσιν· Εἰ ἄνθρωπός ἐστιν ὁ Μελχισεδέκ, πῶς μένει ἱερεὺς εἰς τὸ διηνεκές; Τοῦτο κατὰ δύο τρόπους νοητέον, οὐ μόνον περὶ ἐκείνου, ἀλλὰ καὶ περὶ πάντων τῶν ἁγίων. Πρῶτον μὲν ὅτι ἐμφέρεται ἐν τῇ Γραφῇ «εἰς τὸ διηνεκές», καὶ ὅτι μένουσι παρὰ τῷ Θεῷ διηνεκῶς. Ἠσαΐας ὁ προφήτης μένει προφήτης εἰς τὸ διηνεκές, καὶ πάντες οἱ προφῆται μένουσιν εἰς τὸ διηνεκὲς καὶ παρὰ τῇ Γραφῇ καὶ παρὰ τῷ Θεῷ.

Ὁμοίως οἱ ἀπόστολοι μένουσιν εἰς τὸ διηνεκές· εἰ δὲ μή, ποίᾳ ἐλπίδι ὑπὲρ Χριστοῦ καθ’ ἡμέραν ἀπέθνῃσκον; Καὶ πάντες δὲ οἱ ἱερατεύσαντες τῷ Χριστῷ μένουσιν ἱερεῖς εἰς τὸ διηνεκές. Οὕτω καὶ ὁ ἅγιος Μελχισεδὲκ ἱερατεύσας τῷ Θεῷ μένει ἱερεὺς εἰς τὸ διηνεκές, κατὰ τὸν λόγον τοῦ Κυρίου λέγοντος ὅτι «πάντες αὐτῷ ζῶσιν».