Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ μετανοίας

Μᾶρκος ὁ Ἀσκητής

Η θεία κλήση σε μετάνοια, η εκδήλωση των παθών και η αξία της συγχώρησης

Ανάλυση της εντολής του Κυρίου για μετάνοια και στηλίτευση της κατάχρησης του αυτεξουσίου, της υποκρισίας και της πλεονεξίας. Η παραίτηση από το ίδιον θέλημα και η συγχώρεση του αδελφού προβάλλονται ως η ύψιστη πνευματική ελεημοσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 1 από 3

Περὶ μετανοίας Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἡ τοῦ Θεοῦ δύναμις καὶ σοφία, θεοπρεπῶς ὡς οἶδεν αὐτὸς τῆς πάντων προνοῶν σωτηρίας, διαφόροις δόγμασι τὸν τῆς ἐλευθερίας θέμενος νόμον ἕνα σκοπὸν πρέποντα τοῖς πᾶσιν ὡρίσατο λέγων· «Μετανοεῖτε», ὡς ἐκ τούτου δυνατὸν ἡμῖν ἐπιγνῶναι ὅτι πᾶσα ἡ ποικιλία τῶν ἐντολῶν εἰς ἕνα καταλήγει τὸν τῆς μετανοίας ὅρον, καθὸ καὶ τοῖς ἀποστόλοις ἐν κεφαλαίῳ ἐνετείλατο εἰπών· «Λέγετε αὐτοῖς· Μετανοεῖτε. Ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν», οὐ πάντως χρονικὴν εἰρηκὼς ἐγγύτητα τῆς βασιλείας ὡς ἔναγχος ἐπικειμένην τῷ κόσμῳ—οὐ γὰρ ἂν ἡ ἀλήθεια ἀκατάλληλα τοῖς πράγμασι διωρίζετο. Ἰδοὺ γὰρ καὶ οἱ τὸ τηνικαῦτα περιϊόντες καὶ οἱ μετ’ ἐκείνους ἐκοιμήθησαν ἀμοιρήσαντες τῆς καθόλου συντελείας—, ἀλλ’ εἰδὼς τὸν ἑαυτοῦ λόγον ὁ Κύριος καὶ βασιλείας καὶ μετανοίας δύναμιν ἔχοντα. «Μετανοεῖτε, φησίν· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Εἰ γὰρ μὴ τοῦτο δοθείη, πῶς «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον»;

ἢ καθότι ἡ τὸν τοῦ Κυρίου λόγον ὑποδεξαμένη διάνοια ἔκρυψεν εἰς τὴν τριμερῆ ὑπόστασιν, σώματος λέγω καὶ πνεύματος καὶ ψυχῆς, κατὰ τὸν Ἀπόστολον, καὶ πᾶσαν αὐτῶν τὴν ἐν τοῖς λογισμοῖς λεπτότητα, ἀλεύρου δίκην πολυμερῶς διακεχυμένην, εἰς μίαν τῆς πίστεως ζύμην συνήγαγεν, ἐξομοιωθῆναι τῷ ἐνεργοῦντι λόγῳ καθόλου περιμένουσα. Οὕτως ὡμοίωσε τὸν τῆς ἀληθείας λόγον καὶ κόκκῳ σινάπεως, μικρὸν μὲν ἐν τῇ τῶν ἀκουόντων καρδίᾳ κατασπειρόμενον, διὰ δὲ τῆς προσηκούσης ἐργασίας αὐξανόμενον καὶ ὥσπερ δένδρον εὐμέγεθες ὀρνέοις ἐν ὑψηλῷ τόπῳ, οὕτως εἰς οἶκον καταφυγῆς γινόμενον ταῖς πλαζομέναις ἐννοίαις.

Τοῦτο δὲ ἀληθὲς ἂν εἴη ὁπότε καθαροὺς καὶ τοὺς ἀποστόλους εἶναι ἔφη διὰ τὸν λόγον ὃν ἤκουσαν, τῇ συνεισφερομένῃ τῷ λόγῳ δυνάμει πρὸς ἐργασίαν ἀποχρησαμένους καὶ διὰ τοῦτο καθαροὺς γενομένους. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς ὑπάρχει.» Διὸ τοὺς μὴ χρησαμένους τῇ τοιαύτῃ συνεισφορᾷ ὡς ἀπίστους κατέκρινεν εἰπών· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, οὕτως ἁμαρτίαν οὐχ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.» Τοῦτο δὲ εἰρήκαμεν οὐχ ὡς ἀπιστοῦντες περὶ τῆς μελλούσης βασιλείας, ἥτις τοῖς ἰδίοις καὶ ἀορίστοις καιροῖς ἀπαραβάτως ἐλεύσεται, ἀλλ’ ὅτι ὁ λόγος τοῦ Κυρίου τὴν αὐτὴν τῆς βασιλείας ἐπέχει δύναμιν, γενόμενος τοῖς πιστοῖς ἐλπιζομένων ὑπόστασις, ἀρραβὼν τῆς μελλούσης κληρονομίας, ἀπαρχὴ τῶν αἰωνίων ἀγαθῶν, τοῖς δὲ ἀπίστοις καὶ βεβήλοις ἐνυπόστατος ἀθεΐας ἔλεγχος. Διό φησι· «Μετανοεῖτε· ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.»

Εἰ οὖν τοὺς μόνον ἀκούοντας ὀφειλέτας ἔργου ὁ λόγος δείκνυσι, συνεισφέρων ἐν τῇ καρδίᾳ τῶν λεγομένων τὴν δύναμιν, τί πεισόμεθα ἡμεῖς, οἱ οὐ μόνον λόγων, ἀλλὰ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν συνεισελθούσας τὰς δυνάμεις ἀθετήσαντες, καὶ οὐ μόνον τὸ ἓν τάλαντον, ἀλλὰ καὶ τὰ πέντε, καὶ τὰ δύο εἰς γῆν κρύψαντες, σωματικῶς ταῖς εὐεργεσίαις τοῦ Κυρίου ἀποχρησάμενοι· δι’ ὧν εἰκὸς καὶ ἄλογα εὐεργετούμενα ὑπακούει τῷ χειραγωγοῦντι, καθὸ ἔχει φύσεως δύναμιν, ὡς καὶ θηρίων ἀγριότητα τραπῆναι πρὸς λόγου ὑπακοὴν τοῦ εὐεργέτου; Κατὰ τοσοῦτον ἡμεῖς οἱ αὐτεξουσιότητι ὑπὲρ πάντα τὰ ζῶα τιμηθέντες, τῶν θηρίων ἀγριώτεροι καὶ τῶν ἀλόγων ἀλογώτεροι πεφανερώμεθα.

Ἐκεῖνα γὰρ πρὸς τὸν ἀλλήλων πλησιασμὸν ἡδέως ἔχει, ὅθεν καὶ νεμόμενα ἕκαστον ἀρκεῖται τῷ παρατυχόντι καὶ ἀφθόνως τῷ ἑτέρῳ καταλείπει τὸ παρακείμενον, ἡμεῖς δὲ οἱ τῶν ἀλόγων ἐπιστατεῖν καὶ κυριεύειν τεταγμένοι τῆς φύσεως τὴν κακίαν προετιμήσαμεν, ὥστε καὶ μηδεμιᾶς ἀνάγκης ἢ αἰτίας ἡμᾶς βιαζομένης ἀνηλεῶς καὶ ἐπιφθόνως ἔχειν πρὸς τὸ ὁμόφυλον.

Τοὺς τοιούτους, οἶμαι, «ὄφεις, γεννήματα ἐχιδνῶν» ὁ Ἰωάννης ὠνόμασε, φυγεῖν τῆς μελλούσης ὀργῆς τὴν μετάνοιαν εὑρηκότας ἧς ἀξίους καρποὺς ποιῆσαι παρακελεύεται ἐκ δύο χιτώνων μεταδοῦναι τῷ χρείαν ἔχοντι καὶ περὶ βρωμάτων ὁμοίως ποιεῖν ἐντειλάμενος. Εἰ δὲ τοὺς πρὸ τῆς πίστεως τὸ δέον ἠγνοηκότας ὄφεσι διὰ τὸ ἀσυμπαθὲς παρείκασεν, ἀπαρείκαστον ἂν εἴη κακὸν τὸ μετὰ πίστιν καὶ γνῶσιν καὶ παροχὰς ἃς εἰλήφαμεν ἀδεῶς ἐξαμαρτάνειν.

Τὰ μὲν οὖν κρύφια παρήσω, ὅσα ἕκαστος λογιστικῶς ἀποτελεῖν κατ’ ἐξουσίαν ἔχει· εἴπω δὲ μόνον ἃ πρὸς ἀλλήλους ἀπεχθῶς ἔχοντες ἐπιτηδεύομεν, μάλιστα πρὸς τοὺς δοκοῦντας ἠδικηκέναι, μήτε μικροῖς μήτε μεγάλοις κατὰ Θεὸν συντυγχάνοντες. Τῶν μὲν γὰρ ἀφανεστέρων ἢ πτωχοτέρων προφανῶς κατεπαιρόμεθα, ὥσπερ μισθίων ἢ δούλων κατεξουσιάζειν ἐθέλοντες, οὐκέτι ἐν Χριστῷ, ἀλλ’ ἐν σαρκὶ καὶ πλούτῳ ἐκδικοῦντες τὴν εὐγένειαν. Καὶ ὅταν μέν τινα τῶν σοβαρωτέρων ἁμαρτάνοντα ἴδωμεν, ἐλέγξαι οὐ τολμῶμεν, φαμὲν δὲ τοῖς παρατυχοῦσιν ὅτι γέγραπται· «Μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος», τῶν δὲ ταπεινοτέρων μικράν τινα αἰτίαν εὑρόντες, εὐθέως κατεπικείμεθα φανητιῶντες καὶ λέγοντες ὅτι γέγραπται· «Τὸν ἁμαρτάνοντα ἐνώπιον πάντων ἔλεγχε.» Καὶ οὕτως τὴν μὲν ἑαυτῶν ὑπόκρισιν ἤτοι κακίαν ταῖς γραφικαῖς μαρτυρίαις ἐνδιαστρόφως ἐπικαλύπτομεν, ἐκείνους δὲ ὡς κατὰ Θεὸν ἐλέγχοντες διακείμεθα.

Ταῦτα μὲν οὖν ἐν τοῖς ὑποδεεστέροις. Τοὺς δὲ ἰσοδυναμοῦντας ἐπὶ μικραῖς τισιν ἀφορμαῖς εὐθέως ἀποστρεφόμεθα, πᾶσαν μηχανὴν ἐπινοοῦντες εἰς ἄμυναν. Καὶ οὐ πρότερον αὐτοῖς εὐμενιζόμεθα, ἄχρις οὗ τῶν κατὰ γνώμην γενώμεθα.

Προφάσεως δὲ τοιαύτης ἐπιλαβόμενοι, ὡς ἐπ’ ἀγαθῷ χαίροντες τὴν πονηρίαν ἐπιδεικνύμεθα, καὶ μετὰ τὸ ἀμύνασθαι καὶ τῆς κακίας ἐμπλησθῆναι, τότε φιλικώτερον αὐτοῖς ὁμιλοῦμεν, δευτέρας φιλίας τὴν προλαβοῦσαν τοῦ κακοῦ νίκην θεμέλιον προθέμενοι. Ἀνάγκη δὲ πᾶσα τὸ ἔργον ὅμοιον τῷ θεμελίῳ ἐπακολουθῆσαι, καὶ πάλιν νεῖκος ἐπιζητεῖν, ὡς μηδέποτε ἄμαχον φιλίαν διαμεῖναι τῷ νικᾷν βουλομένῳ, ἀλλ’ ἀεὶ παρακολουθεῖν τῇ νίκῃ τὸ μῖσος, καθώς φησιν ἡ θεία Γραφὴ ὅτι «Μῖσος ἐγείρει νεῖκος». Τὸ δὲ τοιοῦτον νόσημα προσγίνεται τοῖς ἐν δόξῃ καὶ χρήμασι τὰ πρωτεῖα μεταδιώκουσι, καθάπερ τῷ πρώτῳ τῆς νήσου τὸ δυσεντέριον, ὅπερ καὶ νῦν ὁ μακάριος Παῦλος θεραπεύει λέγων· «Τῇ ταπεινοφροσύνῃ ἀλλήλους προηγούμενοι, ὑπερέχοντας ἑαυτῶν.» Πρὸς μὲν οὖν τοὺς ταπεινοτέρους εἴτουν ἰσοτίμους οὕτως διακείμεθα. Τὴν δὲ πρὸς τοὺς δυνατωτέρους πονηρίαν κεκρυμμένην οὖσαν καὶ πολύτροπον οὐδὲ εἰπεῖν ὡς ἔστιν ἢ νοῆσαι ῥᾴδιον.

Οὐ γὰρ ὡς ἐντολὴν τηροῦντες ὑποκείμεθα τοῖς ἀνωτέροις, ἀλλ’ ἐκείνους ὑποτρέχομεν οὓς ἀδικῆσαι μὴ δυνάμεθα, καὶ ὀφθαλμῷ μὲν βασκάνῳ τὰς εὐτυχίας αὐτῶν καθορῶμεν πικρῶς, εὐδαιμονίαν δὲ αὐτῶν οὐδὲ κηρυττομένην ἡδέως ἀκούομεν, καὶ σχήμασι μὲν καὶ λόγοις εἰρηνικοῖς κολακεύομεν τοὺς τοιούτους, ἐναντίως δὲ ταῖς ἐννοίαις πρὸς αὐτοὺς διακείμεθα, ὡς ἐφ’ ἡμῖν πληροῦσθαι τὸ λεγόμενον· «Τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν.» Ταῦτα δὲ εἰρήκαμεν τῶν ἀκοντὶ περιφερομένων, τοὺς ἑκουσίως ἁμαρτάνοντας ἐξωτέρους δεῖξαι βουλόμενοι καὶ πρὸς μετάνοιαν δυσκόλως ῥέποντας. Πῶς γὰρ οὐκ ἑκουσίως οἱ μὴ θέλοντες ποιεῖν τὸ τοῦ Δανιὴλ καὶ εὑρεῖν ἄφεσιν, λέγοντος· «Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων»; Ἀλλ’ ἐρεῖς·

Οὐκ ἔχω χρήματα, πῶς οἰκτειρήσω τὸν πένητα; Οὐκ ἔχεις χρήματα, ἀλλ’ ἔχεις θελήματα· ἀπόταξαι αὐτοῖς καὶ ἐν ἐκείνοις ἐργάζου τὸ ἀγαθόν. Οὐ δύνασαι εὐποιῆσαι χειρὶ σωματικῇ· εὐποίησον δεξιᾷ προαιρετικῇ. «Ὅταν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἄφες αὐτῷ», κατὰ τὸν λόγον τοῦ Κυρίου, καὶ ἔσται σοι ἐλεημοσύνη μεγάλη. Εἰ ζητοῦμεν ἄφεσιν παρὰ Θεοῦ, τοῦτο ποιεῖν ὀφείλομεν ἐπὶ πάσῃ πλημμελείᾳ πρὸς ἕκαστον, ὅπως γένηται τό· «Ἄφετε καὶ ἀφεθήσεται ὑμῖν.» Μέγα μὲν τῷ ἔχοντι χρήματα τὸ μεταδιδόναι τοῖς πένησιν, ἐλεεῖν δὲ τοὺς πλησίον ἐπὶ ἁμαρτήμασι τοσοῦτον μεῖζόν ἐστι πρὸς ἄφεσιν, ὅσον ψυχὴ τιμιωτέρα σώματος κατὰ φύσιν ὑπάρχει. Ὅσοι δὲ αἰτήσαντες ἄφεσιν παρὰ Θεοῦ ἐλάβομεν πολλάκις, ὡς διὰ τοῦτο μηδὲν ἡμᾶς ἐντεῦθεν πονηρὸν ὑπομένειν, τὸ αὐτὸ δὲ τοῖς πλησίον παρέχειν οὐ καταδεχόμεθα, ὅμοιοί ἐσμεν τῷ δούλῳ ἐκείνῳ τῷ πονηρῷ ὃς μυρίων ταλάντων ἄφεσιν λαβὼν παρὰ τοῦ δεσποτοῦ τῷ συνδούλῳ ἑκατὸν δηνάρια δεομένῳ οὐ συνεχώρησεν. ᾯ καὶ νομίμως ὁ Κύριος διαλεγόμενος ἔφη· «Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἀφῆναι τῷ συνδούλῳ σου;» «Καὶ ὀργισθείς, φησί, παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον.»

Καὶ ἐπάγει λέγων· «Οὕτως ποιήσει ὑμῖν ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ τὰ παραπτώματα ἀπὸ τῶν καρδιῶν ὑμῶν.» Διὸ καὶ ἀλλαχοῦ τοὺς ποικίλαις εὐεργεσίαις παρ’ αὐτοῦ πλουτισθέντας, ἀνελεήμονα δὲ καὶ ἀσυμπαθῆ τρόπον ἔχοντας ταλανίζει λέγων· «Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.» Ὄντως γὰρ πλοῦτος μὲν ἡμῖν ἐστιν ἡ περιουσία τῶν διαφόρων παρ’ αὐτοῦ δωρημάτων· οὐαὶ δὲ ἡμῖν, ὅτι παρακαλέσαντες καὶ πολλάκις ἐλεηθέντες αὐτοὶ παρακαλούμενοι οὐδένα ἠλεήσαμεν, ἀλλὰ ἀπέχομεν τὸν παράκλησιν ἡμῶν.

Εἰπὼν γὰρ περὶ πλουσίων οὐ πάντας αἰτιᾶται τοὺς εὐποροῦντας. Εἴσι γὰρ ἐν αὐτοῖς καὶ οἱ ἀληθῶς τὸν πλοῦτον διοικεῖν ἐπιστάμενοι πρὸς τὸ θέλημα τοῦ δεδωκότος Θεοῦ, καὶ ἑκατονταπλασίονα, καθὼς γέγραπται, ἐν τῷ αἰῶνι τούτῳ λαμβάνοντες, ὡς ὁ μακάριος Ἀβραάμ, καὶ ὁ δίκαιος Ἰώβ, ἐλεήμονες γενόμενοι, πλέον ἐπλούτησαν καὶ ᾧδε καὶ ἐν τῷ μέλλοντι αἰῶνι· ἀλλὰ καθὰ προειρήκαμεν, τοὺς πλεονεκτικὸν τρόπον ἔχοντας, καὶ ἤτοι ἐν χρήμασιν, ἤτοι ἐν διαφόροις οἰκτιρμοῖς νοσφιζομένους τὰς τοῦ Θεοῦ δωρεάς, καὶ τὸν πλησίον μὴ βουλομένους ἐλεεῖν μέμφεται. Οὐ γὰρ ἡ παρὰ Κυρίου δεδομένη κτῆσις τὸν ἔχοντα ἀδικεῖ, ἀλλ’ ἡ ἐξ ἀδικίας ἐπιγινομένη πλεονεξία, καὶ ἡ ταύτης μήτηρ ἀσπλαγχνία, ἃς παντελῶς διαφεύγοντες οἱ βεβαιόπιστοι ἄρδην τοῖς παροῦσιν ἀπετάξαντο, οὐ τὴν τοῦ Θεοῦ κτίσιν ἀκρίτως μισήσαντες, ἀλλὰ πεπιστευκότες τῷ τοῦτο ποιεῖν αὐτοὺς ἐντειλαμένῳ Χριστῷ, παρὰ αὐτοῦ τὴν ἐφήμερον αὐτάρκειαν ἐκδεχόμενοι.

Δύναται οὖν τις καὶ ἐκτὸς χρημάτων πλουτεῖν, συνέχων ἐν πλεονεξίᾳ ἤτοι λόγον, ἢ γνῶσιν, ἢ οἱανδήποτε συμπάθειαν, τὰ κοινῇ πᾶσι κεχαρισμένα. Λαμβάνει γάρ, ἵνα μεταδῷ τῷ μὴ ἔχοντι ἑτέρῳ. Εἰ δὲ ἀνελεημόνως πρὸς τὸν πλησίον διάκειται, τὸ οὐαὶ προσλαμβάνει, ὅτι ἀπέχει τὴν παράκλησιν αὐτοῦ. Παραπλήσιον δὲ τούτοις καὶ ὁ ἅγιος Ἰάκωβος ὁ ἀπόστολος τοῖς οὕτω πλουτοῦσι λέγει· «Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις ὑμῖν.» Κλαίειν δὲ καὶ ὀλολύζειν ἐπιτρέπων εἰς μετάνοιαν ἡμᾶς προτρέπεται.

Συνειδὼς δὲ ἀνεπιμέλητον τὸ πάθος φησίν· «Ὁ πλοῦτος ὑμῶν σέσηπεν», ὡς ἂν εἰπεῖν ἄχρηστός ἐστι, μὴ καὶ εἰς ἑτέρους μεταδοθείς, ὅντινα οἱ πολλοὶ καὶ δίχα χρημάτων κεκτήμεθα, ἐν τοῖς νοεροῖς ταμείοις τὴν πλεονεξίαν χρυσοῦ δίκην κατορύξαντες. Περὶ οὗ καὶ ὁ προφήτης ἐκφαντικώτατά φησι· «Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου», τὸ ἀφιλάγαθον καὶ πλεονεκτικὸν τοῦ τρόπου μώλωπας λέγων, τὸ δὲ «προσώζεσαν καὶ ἐσάπησαν», τὴν μέχρις ἐξόδου ἀμέλειαν, ὀζομενίαν καὶ σῆψιν εἶναι λογισάμενος.

Καὶ γάρ τινες αἱρούμεθα μᾶλλον ὑπὸ γῆν καταλεῖψαι τὴν περιουσίαν ἢ μεταδοῦναι τῷ χρείαν ἔχοντι. Τότε δὴ ἐξόδου καταλαβούσης προσόζει τῇ ψυχῇ τὸ τοιοῦτον τραῦμα, ὡς σηπεδὼν καὶ ἀφροσύνης αἰτία· αἰώνιος μώλωψ αὐτῇ προσγινόμενος οὐκ ἀφίησιν εἰσελθεῖν εἰς τὴν ἐπουράνιον Ἐκκλησίαν τῶν πρωτοτόκων, καθὼς ὁ νόμος περὶ τῶν ἐχόντων μῶμον διαγορεύει.

Τάχα δὲ καιρὸς ἂν εἴη καὶ τοὺς χαλεπωτέρους μώλωπας γυμνῶσαι καὶ τῷ ἰατρῷ τῶν ψυχῶν ἐπιδεῖξαι. Τοῦ γὰρ ἁγίου Παύλου εἰπόντος· «Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα», ἡμεῖς τὸ ἐναντίον ποιοῦμεν, τὸ ὑστέρημα τῶν πενήτων ἁρπάζοντες καὶ προστιθέντες τῷ ἡμετέρῳ περισσεύματι. Τοῦτο δὲ καὶ ἐκτὸς χρημάτων πολλάκις κατεργαζόμεθα. Ὅταν πλημμελήσωμεν εἰς τὸν ἀδελφὸν ἐπί τινι πράγματι, οὐ μόνον ἀθεράπευτον ἀφίεμεν, ἀλλὰ καὶ ἀπολογίαν ἣν ἡμεῖς ἐχρεωστοῦμεν ταύτην παρ’ ἐκείνου τυραννικῶς λαμβάνομεν, οὐδὲν ἕτερον ποιοῦντες ἢ καθὼς προείρηται, τὸ ἐκείνων ὑστέρημα προστιθέντες τῷ ἡμετέρῳ περισσεύματι, τῇ Γραφῇ, ὡς εἰπεῖν, ἐναντιούμενοι.