Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ μετανοίας

Μᾶρκος ὁ Ἀσκητής

Οι αρετές της μετανοίας, η παιδαγωγία των θλίψεων και η αναίρεση των πλανών

Οριοθέτηση της μετανοίας μέσω της προσευχής, της κάθαρσης των λογισμών και της υπομονής. Ανασκευάζονται οι θέσεις των Ναυατιανών περί αδυναμίας μετάνοιας μετά το βάπτισμα και υπογραμμίζεται ο παιδαγωγικός ρόλος των θλίψεων έναντι της αμέλειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 2 από 3

Ἀλλ’ οὐ διὰ τοῦτο ἡμῖν ἀπογνωστέον. Μὴ γένοιτο. Οὐ γὰρ ἐπὶ τῷ πλήθει τῶν κακῶν κρινόμεθα, ἀλλ’ ἐπὶ τῷ μὴ θέλειν μετανοῆσαι καὶ γνῶναι τὰ τοῦ Χριστοῦ θαυμάσια, καθὼς μαρτυρεῖ αὐτὴ ἡ ἀλήθεια· «Δοκεῖτε γάρ, φησίν, ὅτι ὧν τὸ αἷμα ἔμιξε Πιλᾶτος μετὰ τῶν θυσίων ἁμαρτωλότεροι ἦσαν παρὰ πάντας ἀνθρώπους; Οὔ, λέγω ὑμῖν· ἀλλ’ ἐὰν μὴ μετανοήσητε, ὡσαύτως ἀπολεῖσθε. Καὶ οἱ δέκα καὶ ὀκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος τοῦ Σιλωάμ, καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι ἁμαρτωλότεροι ἦσαν παρὰ πάντας ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ; Οὔ, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοήσητες πάντες, ὡσαύτως ἀπολεῖσθε.» Ὁρᾷς ὅτι διὰ τὸ ἀποστῆναι τῆς μετανοίας κατακρινόμεθα.

Μετάνοια δέ, ὡς οἶμαι, οὔτε καιροῖς, οὔτε πράγμασι περιώρισται, ἀλλὰ διὰ τῶν τοῦ Χριστοῦ ἐντολῶν ἀναλόγως ἐπιτηδεύεται. Ἐντολαὶ δέ τινες περιεκτικώτεραι τυγχάνουσι, πολλὰς τῶν ἑνικῶν ἐν ἑαυταῖς περιέχουσαι, καὶ πολλὰς κακίας ὑφ’ ἓν περικόπτουσαι. Οἷον γέγραπται· «Παντὶ τῷ αἰτοῦντί σε δίδου», καί· «Τὸν αἴροντα τὰ σὰ μὴ κωλύσῃς», καί· «Τὸν θέλοντα δανείσασθαι ἀπὸ σοῦ μὴ ἀποστραφῇς.» Ταῦτα δὲ ἑνικά ἐστι· περιεκτικὸν δὲ ἐπὶ τούτοις τό· «Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς»· καί· «Ἄρον τὸν σταυρόν σου, καὶ δεῦρο ἀκολούθει μοι», σταυρὸν λέγων τὴν τῶν ἐπερχομένων θλίψεων ὑπομονήν. Ὁ οὖν πάντα διαδοὺς πτωχοῖς καὶ ἄρας τὸν σταυρὸν αὐτοῦ πάσας τὰς ἐντολὰς τὰς προειρημένας ἐφάπαξ ἐποίησε. Καὶ πάλιν· «Βούλομαι, φησί, προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας», καὶ ἐπὶ τούτοις· «Εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ πρόσευξαι ἐν τῷ κρυπτῷ», καὶ πάλιν· «Ἀδιαλείπτως προσεύχεσθε.» Ὁ δὲ εἰσελθὼν εἰς τὸ ταμιεῖον αὐτοῦ καὶ ἀδιαλείπτως προσευχόμενος τὴν ἐν παντὶ τόπῳ προσευχὴν περιέκλεισε. Καὶ πάλιν φησίν· «Οὐ πορνεύσεις, οὐ μοιχεύσεις, οὐ φονεύσεις», καὶ ὅσα τοιαῦτα· καὶ ἐπὶ τούτοις· «Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον.» Ὁ δὲ καθαιρῶν λογισμοὺς πάσας τὰς προειρημένας κακίας ἀπέκλεισε.

Διόπερ οἱ φιλόθεοι καὶ βεβαιόπιστοι ἐπὶ τὰς περιεκτικὰς ἐντολὰς βιάζονται καὶ τὰς μερικὰς δὲ κατὰ σύμβασιν ἀπαντώσας οὐ παραπέμπονται.

Ὅθεν λογίζομαι τὸ τῆς μετανοίας ἔργον ἐν ταῖς τρισὶ ταύταις ἀρεταῖς ἐξυφαίνεσθαι, ἐν τῷ λογισμοὺς καθαιρεῖν, καὶ ἀδιαλείπτως προσεύχεσθαι, καὶ τὰς ἐπερχομένας θλίψεις ὑποφέρειν· ἅπερ οὐ μόνον φανεράν, ἀλλὰ καὶ νοερὰν ἐργασίαν ἔχειν ὀφείλει, ὥστε τοὺς ἐγχρονίσαντας ἀπαθεῖς καταστῆσαι.

Ἐπειδὴ οὖν ἐκτὸς τῶν προειρημένων τριῶν ἀρετῶν οὐ δύναται τελειωθῆναι τὸ τῆς μετανοίας ἔργον, καθὼς ὁ λόγος ὑπέδειξε, πᾶσι πάντοτε προσήκειν οἶμαι τὴν μετάνοιαν ἁμαρτωλοῖς τε καὶ δικαίοις τοῖς βουλομένοις σωτηρίας τυχεῖν, διότι οὐδείς ἐστιν ὅρος τελειότητος, ὁ μὴ χρῄζων τῆς τῶν προειρημένων ἀρετῶν ἐργασίας.

Καὶ γὰρ ἀρχομένοις μὲν εὐσεβείας εἰσαγωγή, μέσοις δὲ προκοπή, τελείοις δὲ βεβαίωσις δι’ αὐτῶν προσγίνεται, μήτε χρόνοις, μήτε δικαιώμασιν ἀνακοπτομένων, ἢ μόνον τῇ ἀπὸ ἀγνοίας κακοπιστίᾳ, καὶ τοῦτο τῷ εὐχερῶς ἐπὶ τὰς ἡδονὰς ῥέποντι, καὶ προφάσει ἀπελπισμοῦ φιληδονοῦντι, καὶ τὸ τῶν Ναβατιανῶν φρόνημα προσλαμβανομένῳ, καὶ μετάνοιαν ἐκβάλλοντι, οἳ καὶ ἐπερείδονται τῷ Ἀποστόλῳ διαλεγομένῳ πρὸς Ἑβραίους, τοὺς ἑκουσίως ἁμαρτανόντας καὶ καθ’ ἡμέραν βαπτιζομένους λέγοντι· «Μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ Θεόν, βαπτισμῶν διδαχῆς.» Τοῦτο δὲ εἴρηκεν οὐ τὴν μετάνοιαν ἐκβάλλων—μὴ γένοιτο—ὡς ἐκεῖνοι λέγουσιν, ἀλλ’ ἐν πάσῃ ἐργασίᾳ μετανοίας ἕνα θεμέλιον εἶναι τὸ ἓν βάπτισμα ἐν Χριστῷ διδάσκων, τοῦ μὴ καθ’ ἡμέραν βαπτίζεσθαι τοὺς ἐκ περιτομῆς πεπιστευκότας. Καὶ ἐπάγει· «Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν», ἕνα εἰδὼς ἀνακαινισμὸν καὶ θεμέλιον ἐπὶ πάσῃ μετανοίᾳ προκείμενον τὸ ἅγιον βάπτισμα. Καὶ μετ’ ὀλίγον ἐπάγει· «Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκέτι ἀπολείπεται θυσία περὶ ἁμαρτίας.»

Ἐπεὶ οὖν ὅπου εἰσὶ τὰ πράγματα, ἐκεῖ ἁρμόζει καὶ τὰ προσφυῶς λεγόμενα, δηλονότι οὐ μόνον Ἰουδαίοις λέγει, ἀλλὰ καὶ πᾶσι τοῖς ἑκουσίως ἁμαρτάνουσιν, ὧν πρῶτοί εἰσιν οἱ λέγοντες μετὰ τὸ βάπτισμα μὴ εἶναι μετάνοιαν καὶ διὰ τοῦτο αὐθαιρέτως λοιπὸν ἀπαγόμενοι τὴν ἀνομίαν ἐργάζονται, φέροντες εἰς μαρτυρίαν καὶ τὸ ἐπὶ τοῦ Ἡσαῦ εἰρημένον, ἑαυτοῖς πανταχόθεν ἐναντιούμενοι. Καὶ γὰρ ἡ θεῖα Γραφὴ μέμφεται τὸν Ἡσαῦ μὴ μετανοήσαντα ἐπὶ τῇ ἁμαρτίᾳ τῆς τῶν πρωτοτόκων βεβηλώσεως καὶ τῆς ἐν τοῖς ἔθνεσι συνουσιαστικῆς ἐπιμιξίας λέγουσα· «Μή τις πόρνος ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτοκία αὑτοῦ. Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, καίπερ μετὰ δακρυῶν ἐκζητήσας αὐτήν· μετανοίας γὰρ τόπον οὐχ εὗρε.» Περὶ τῆς εὐλογίας οὖν λέγει ὅτι μετὰ δακρυῶν ἐκζητήσας αὐτήν, οὐ περὶ μετανοίας. Τοῦτο δὲ ἀληθές ἐστιν ἐπειδὴ καὶ ἐν τῇ Κοσμογενίᾳ εὑρήκαμεν ὅτι ἐπὶ τῇ εὐλογίᾳ ἔκλαυσε καὶ μετὰ δακρυῶν αὐτὴν ἐζήτησεν, ἐπὶ δὲ τῇ ἁμαρτίᾳ οὐ μετενόησεν οὐδαμοῦ, ἀλλ’ ἣ μᾶλλον καὶ προσέθηκε εἰπών· «Ἐλεύσονται αἱ ἡμέραι τοῦ πατρός μου, καὶ ἀποκτενῶ τὸν ἀδελφόν μου Ἰακώβ.»

Τὰ δὲ ῥήματα ὁ ἅγιος Παῦλος ὑστερόπρωτα εἴρηκε, καὶ τοῦτο οἰκονομικῶς ποιῶν, ὡς οἶμαι, ὅπως τοῖς εὐλαβεστέροις διὰ τῆς τῶν Γραφῶν ἐκ ζητήσεως σαφῶς γένηται τὸ νόημα, τοῖς δὲ ἀμελεστέροις καὶ καταφρονηταῖς δυσεύρετον, ἵνα μὴ προφάσει μελλούσης μετανοίας ἀδεῶς ἐξαμαρτάνωσιν.

Ἐπειδὴ οὖν οἱ μὲν προφάσει μετανοίας κατὰ πρόθεσιν ἔγκεινται τοῖς κακοῖς, οἱ δὲ διὰ τὸ μὴ πιστεύειν εἶναι μετάνοιαν ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῷ διαβόλῳ, ἀμφοτέροις δὲ τὸ πάθος πονηρὸν καὶ δυσίατον. Διὰ τοῦτο ἡ ἀλήθεια πᾶσιν ἁρμόδιον προσφέρει βοήθημα λέγουσα· «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν»· ὅπως μήτε οἱ πνευματικοὶ καὶ οἱ ἐν προκοπῇ τυγχάνοντες ἀμελήσωσι τοῦ προστάγματος τούτου, ἐπ’ αὐτοῖς, ὡς εἰπεῖν, τοῖς λεπτοῖς καὶ ὀλίγοις ἀσφαλιζόμενοι, φησὶ γάρ· «Ὁ ἐξουδενῶν τὰ ὀλίγα, κατὰ μικρὸν πεσεῖται.» Καὶ μὴ εἴπῃς· Πῶς δύναται ὁ πνευματικὸς καταπεσεῖν; Τοιοῦτος μὲν διαμένων οὐ καταπίπτει· ὅταν δὲ μικρόν τι τῶν ἐναντίων καταδέξηται καὶ ἐπ’ αὐτῷ μείνῃ ἀμετανόητος, ἐκεῖνο αὐτὸ τὸ μικρὸν χρονίσαν καὶ αὐξηθὲν οὐκέτι ἀνέχεται ὀρφανικῶς αὐτῷ συνεῖναι, ἀλλ’ ἕλκει αὐτὸν πρὸς τὴν ἰδίαν συγγένειαν σχοινίου δίκην τῇ μικρᾷ φιλίᾳ βιαίως ἐπισπώμενον.

Καὶ εἰ μὲν διὰ προσευχῆς μαχησάμενος ἀποκόψει τῆς προσπαθείας, ἐμμένει τοῖς ἰδίοις μέτροις μέντοι γε ὑπολήξας τῆς προσούσης αὐτῷ ἀπαθείας τοσοῦτον ὅσον ἀπέτεμεν ἡ τοῦ τυχόντος κακοῦ προσπάθεια· εἰ δὲ εἰς τέλος συναπάγοιτο τῇ ἐπιτάσει τοῦ κρατοῦντος, τὸν τῆς μάχης καὶ προσευχῆς κόπον περιστελλόμενος, ἀνάγκῃ δελεάζεται καὶ ὑπὸ ἄλλων παθῶν. Καὶ οὕτως ἐκ διαδοχῆς ὑπὸ ἑκάστου κατὰ μικρὸν συνηθικῶς ἀπαγόμενος, κατὰ τὸ μέτρον τῆς ἀπαγωγῆς ἀποσχοινίζεται τῆς τοῦ Θεοῦ βοηθείας καὶ φέρεται λοιπὸν καὶ εἰς μείζονα κακά, ἴσως καὶ μὴ βουλόμενος, ὑπὸ τῆς βίας τῶν προκεκρατηκότων.

Πάντως δὲ ἐρεῖς μοι· Οὐκ ἠδύνατο ἐν ἀρχῇ τοῦ κακοῦ τυγχάνων παρακαλέσαι τὸν Θεὸν καὶ μὴ ἐκπεσεῖν εἰς τὸ ἔσχατον; Κἀγώ σοι λέγω ὅτι ἠδύνατο· ἀλλ’ εὐτελήσας τὸ μικρὸν καὶ θελήματι αὐτὸ παραδεξάμενος ὡς οὐδέν, οὐκέτι παρακαλεῖ περὶ αὐτοῦ, ἀγνοῶν ὅτι τὸ μικρὸν ἐκεῖνο γίνεται εἰσαγωγὴ καὶ αἰτία τοῦ μείζονος, οὕτως ἐπ’ ἀγαθῷ, οὕτως ἐπὶ κακῷ. Ὅταν δὲ μεγαλυνθὲν τὸ πάθος καὶ νομὴν κρατῆσαν διὰ τοῦ θελήματος, λοιπὸν καὶ παρὰ θέλημα βιαίως αὐτῷ κατεπαίρεται.

Τότε νοήσας παρακαλεῖ τὸν Θεόν, πολεμῶν τῷ ἐχθρῷ ὃν ἀγνοῶν ἐξεδίκα τὸ πρότερον, μαχόμενος ὑπὲρ αὐτοῦ τοῖς ἀνθρώποις. Ἔστι δὲ ὅτε καὶ ὑπακουσθεὶς ὑπὸ Κυρίου τὴν βοήθειαν οὐκ ἐδέξατο, διότι οὐκ ἦλθεν ὡς ἐνόμισεν ὁ ἄνθρωπος, ἀλλ’ ὡς ᾠκονόμησεν ὁ Κύριος πρὸς τὸ συμφέρον.

Εἰδὼς γὰρ ἡμῶν τὸ εὐτρεπὲς καὶ καταφρονητικόν, τὰ πολλὰ βοηθήματα διὰ θλίψεων παρέχει τοῖς ἀνθρώποις, ἵνα μὴ ἀθλίπτως ῥυσθέντες, πάλιν τὰ αὐτὰ ἐπιτηδεύωμεν ἁμαρτήματα. Ὅθεν ἀναγκαῖον εἶναί φαμεν τὸ ὑπομένειν τὰ ἐπερχόμενα, καὶ πάνυ προσφυὲς τῇ μετανοίᾳ.