Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ μετανοίας

Μᾶρκος ὁ Ἀσκητής

Η διαρκής αναγκαιότητα της μετανοίας μέχρι θανάτου και τα βιβλικά πρότυπα

Τεκμηρίωση του χρέους της αδιάλειπτης μετανοίας για όλους τους πιστούς, συμπεριλαμβανομένων των τελείων. Το επιχείρημα επιβεβαιώνεται ως φυσική αναγκαιότητα και αναδεικνύεται μέσα από τα πρότυπα των δικαίων της Παλαιάς Διαθήκης και των Αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 3 από 3

Ἀλλ’ ἐρεῖς μοι πάντως· Οἱ ἀληθῶς εὐηρεστηκότες τῷ Θεῷ καὶ εἰς τὸ τέλειον φθάσαντες, ποίας ἔτι χρῄζουσι μετανοίας; Ὅτι μὲν γὰρ ἐγένοντο τοιοῦτοι ἄνθρωποι καὶ εἴσι, σύμφημι. Ἀλλ’ ἄκουσον συνετῶς, καὶ γνώσῃ πῶς καὶ οἱ τοιοῦτοι χρῄζουσιν αὐτῆς. Τὸ ψεῦδος ἐκ τοῦ διαβόλου εἴρηκεν εἶναι ὁ Κύριος, καὶ τὸ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι μοιχείαν ἐλογίσατο, καὶ τὴν πρὸς τὸν πλησίον ὀργὴν φόνῳ παρείκασε, καὶ περὶ ἀργοῦ ῥήματος λόγον διδόναι ἐφανέρωσε. Τίς οὖν ὁ τοιοῦτος ὁ καὶ ψεύδους ἀπείραστος, καὶ πάσης τῆς καθ’ ὅψιν ἐπιθυμίας ἀμύητος, καὶ μηδέποτε ὀργισθεὶς τῷ πλησίον εἰκῇ, μηδὲ ἀργοῦ ῥήματος ὑπαίτιος εὑρεθείς, ὥστε μὴ χρῄζειν μετανοίας. Εἰ γὰρ καὶ νῦν οὐκ ἔστι τοιοῦτος, ποτὲ δὲ ἐγένετο, μετάνοιαν κεχρεώστηκεν ἕως θανάτου.

Θῶμεν δὲ ὅτι καὶ τούτων ἐκτός τινες εὕρηνται, καὶ ἀπὸ γεννητῆς πάσης κακίας ἀλλότριοι—ὅπερ ἀδύνατον, τοῦ ἁγίου Παύλου λέγοντος· «Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι»—, ὅμως εἰ καὶ ἐτύγχανον τοιοῦτοι, πλὴν ἐκ τοῦ Ἀδάμ εἰσι καὶ ὑπὸ τὴν ἁμαρτίαν τῆς παραβάσεως πάντως γεγόνασι καὶ διὰ τοῦτο τῷ θανάτῳ τῆς ἀποφάσεως κατεδικάσθησαν, σωθῆναι ἐκτὸς τοῦ Κυρίου μὴ δυνάμενοι.

Σταυρωθέντος δὲ τοῦ Κυρίου καὶ τῷ ἰδίῳ αἵματι πάντας ἐξαγορασαμένου, τότε καὶ αὐτοὶ λυτροῦνται. Εἶτα ὁ λυτρωτὴς πᾶσι τίθησιν ὅρον ἕνα περιεκτικὸν τῶν πραγμάτων, καί φησι πρὸς τοὺς ἀποστόλους· «Λέγετε αὐτοῖς·

Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν», θέμενος ἅμα ἐντολὰς τὰς ἐκτελούσας τὴν μετάνοιαν, καὶ τὴν πλήρωσιν αὐτῶν ἕως θανάτου ὥρισεν εἰπών· «Ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.» Καὶ πάλιν ἀρνεῖσθαι πάντα κελεύων προστίθησιν· «ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν». Καὶ σφραγίζει λέγων· «Ὁ λύσας μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξας οὕτως τοὺς ἀνθρώπους ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Εἰ οὖν ἕως θανάτου ὥρισε τὴν μετάνοιαν, καθὼς ἀποδέδεικται, ὁ πρὸ θανάτου λέγων αὐτὴν τετελεκέναι, λύει τὴν ἐντολὴν ὑφαιρῶν τὸν θάνατον.

Ὅθεν μικροῖς τε καὶ μεγάλοις ἕως θανάτου ἀτέλεστος ἡ μετάνοια. Εἰ γὰρ καὶ τῇ πράξει ἕως ἐκεῖ φθᾶσαι μὴ δυνηθῶμεν, τῷ δὲ σκοπῷ ἐπιτηδεύειν ὀφείλομεν, ἵνα μὴ κατὰ πρόθεσιν λύοντες τὴν ἐντολήν, ὑποβληθῶμεν τῷ κρίματι, ἐλάχιστοι κληθέντες ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Ζήτησον τοὺς ἀπ’ αἰῶνος τὸν βίον τοῦτον διοδεύσαντας, καὶ εὑρήσεις διὰ μετανοίας τὸ τῆς εὐσεβείας μυστήριον ἐπὶ τοῖς εὐαρεστήσασι τελεσθέν. Οὐδεὶς κατεκρίθη, εἰ μὴ ταύτης κατεφρόνησε· καὶ οὐδεὶς ἐδικαιώθη, εἰ μὴ ταύτης ἐπεμελήσατο.

Σαμψὼν καὶ Σαοὺλ καὶ Ἡλεῒ μετὰ τῶν υἱῶν αὐτοῦ ἤδη μερικῶς ἁγιωσύνης μετάσχοντες, πρῶτον μὲν ταύτην ἀπώλεσαν τῆς μετανοίας ἀμελήσαντες, τῆς δὲ διορίας παρελθούσης ἔσχατον ὑπὸ δεινῷ θανάτῳ πεπτώκασιν. Εἰ ὁ διάβολος οὐ παύεται πολεμῶν ἡμῖν, οὔτε ἡ μετάνοια ἀργεῖν ὀφείλει ποτέ. Οἱ ἅγιοι καὶ ὑπὲρ τῶν πλησίων αὐτὴν προσφέρειν ἀναγκάζονται, ἐκτὸς ἐνεργοῦς ἀγάπης τελειωθῆναι μὴ δυνάμενοι. Μάθε πῶς ἡ φύσις διδάσκει ἡμᾶς ἕως θανάτου μὴ ἀφιέναι αὐτήν. Νοῦς λογιστικὸς ἀργεῖν οὐ δύναται, ἀλλὰ κἂν τέλειος ᾖ, καλῶς ἔχων ἐν τοῖς δεξιοῖς ἐργάζεται· ἐὰν δὲ προφάσει τελειότητος παύσηται τῆς τῶν ἀγαθῶν ἐργασίας, πάντως ἐπὶ τὸ ἀριστερὸν νεύει· ἀποσχόμενος δὲ τοῦ ἀριστεροῦ πάλιν ἐπὶ τὸ δεξιὸν φυσικῶς ἕλκεται.

Δεξιῶν δὲ ἐργασία καὶ ἀρχομένοις, καὶ μέσοις, καὶ τελείοις ἐστὶ προσευχή, καὶ λογισμῶν καθαίρεσις, καὶ τῶν ἐπερχομένων ὑπομονή, ὧν χωρὶς οὐκ ἔστι κατορθῶσαι τὰς λοιπὰς ἀρετὰς δι’ ὧν γίνεται εὐπρόσδεκτος ἡ μετάνοια. Εἰ αἴτησις ἐλέους ἐστὶν ἡ μετάνοια, ἐπιμελεῖσθαι χρεία τῷ ἔχοντι ἵνα μὴ ἀκούσῃ· «Ἤδη κεκορεσμένοι ἐστέ.» Αἰτεῖσθαι δὲ μᾶλλον ἔτι χρεία τῷ μὴ ἔχοντι. «Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει.» Εἰ οὖν ὁ ἐλεῶν ἐλεηθήσεται, διὰ ταύτην, ὡς οἶμαι, ὅλος ὁ κόσμος συνέστηκεν, ἕτερος δι’ ἑτέρου οἰκονομικῶς βοηθούμενος. Διὰ ταύτην ὁ Θεὸς τοὺς Νινευΐτας διέσωσεν· ἀμελήσαντας δὲ αὐτῆς τοὺς Σοδομίτας κατέφλεξεν.

Εἰ καὶ μέχρι θανάτου μετανοοῦντες ἀγωνισώμεθα, οὐδὲ οὕτως τὸ δέον ἐπληρώσαμεν. Οὐδὲν γὰρ ἀντάξιον τῆς βασιλείας τῶν οὐρανῶν. Ὥσπερ ἐσθίομεν καὶ πίνομεν, καὶ λαλοῦμεν, καὶ ἀκούομεν, οὕτω καὶ μετανοεῖν φυσικῶς κεχρεωστήκαμεν. Ἅπαξ ὁ ἄξιος θανάτου κατὰ τὸν νόμον τεθανάτωται, ὁ δὲ ζῇ ἐν πίστει ζῇ μετανοίας ἕνεκεν, κἂν μὴ δι’ ἰδίαν, ἀλλὰ διὰ τὴν τῆς παραβάσεως ἁμαρτίαν, βαπτισθέντες ἐκαθαρίσθημεν, καθαρισθέντες ἐντολὰς ἐλάβομεν. Ὁ μὴ ποιῶν τὸ δεύτερον τὸ πρῶτον ἐβεβήλωσεν, «λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν παλαιῶν αὐτοῦ ἁμαρτημάτων», ὧν οὐδεὶς ἀνελλιπὴς τὸ καθ’ ἡμέραν εὑρίσκεται, μηδέποτε μηδὲν τῶν προστεταγμένων παραλείψας. Διὰ τοῦτο πᾶσιν ἂν εἴη ἀναγκαία ἡ μετάνοια. Αὔτη τὰ ποτὲ ἑκούσια νῦν ἀκούσια ἀποδείκνυσι, διὰ τὸ μισῆσαι τὸ πάθος καὶ ἀπέχεσθαι τοῦ πράγματος. Ὁ περιορίζων αὐτὴν στρέφεται εἰς τὰ ὀπίσω, καὶ ἀνακαινίζει τὰ παλαιὰ παραπτώματα.

Ὁ ἔχων γνῶσιν ἀληθείας οἶδεν ὅτι χρείαν ἔχει καὶ μετανοίας· ἕκαστον γὰρ αὐτῶν ἐν ἀλλήλοις κατευθύνεται. Χριστὸς ἡμᾶς ἐπὶ μετανοίας ἐγγυήσατο· ὁ ἀφίων αὐτὴν ἀθετεῖ τὸν ἐγγυησάμενον. Κατὰ πρᾶξιν οὐδὲν ἄξιον ποιῆσαι δυνάμεθα, ἐλεούμεθα δὲ μεγάλως διὰ τὴν πρόθεσιν. Ὁ βιαζόμενος ἕως ἐξόδου καὶ κρατῶν αὐτήν, κἂν ἔν τισι πλημμελήσῃ, διὰ τὴν βίαν σωθήσεται· τοῦτο γὰρ ἐν εὐαγγελίοις ὁ Κύριος κατεπηγγείλατο. Ὁ λέγων μὴ χρῄζειν αὐτῆς δίκαιον ἑαυτὸν κρίνει καὶ ἔγγονον κακὸν ὑπὸ τῆς Γραφῆς ὀνομάζεται. Ὁ οἰήσει δικαιοσύνης ὡς τελέσας αὐτὴν διακείμενος, ὡς οὐκ οἶδεν, ἀντιστρόφως συνδυάζει ταῖς ἡδοναῖς, εἴπερ οἴησις καὶ ἀλαζονεία ἡδοναὶ τυγχάνουσιν. Ὁ ἔχων οἴησιν οὐ δύναται σωθῆναι· γέγραπται γάρ· «Ὁ κατοιόμενος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζὼν οὐθὲν οὐ μὴ περανεῖ.» Εἰ οὐδὲν βλάπτει τὸν τέλειον ἡ ταπεινοφροσύνη, μηδὲ αὐτὸς ἀφῇ τὴν ταύτης αἰτίαν μετάνοιαν.

Ὁ πιστὸς Ἀβραὰμ καὶ ὁ δίκαιος Ἰὼβ γῆν καὶ σποδὸν ἑαυτοὺς ὠνόμασαν· ταῦτα δὲ τὰ ῥήματα ταπεινοφροσύνης τεκμήριον. Ὁ δὲ μετανοίας κεκορεσμένος ταπεινοφρονεῖν οὐ δύναται. Οἱ τρεῖς παῖδες οἱ ὄντως μεγαλομάρτυρες ἐκ μέσου καιομένης φλογὸς ἐξωμολογοῦντο καὶ τὸ ἡμαρτηκέναι καὶ ἠνομηκέναι λέγοντες, περὶ τῶν ποτὲ κακῶν μετενόουν, λοιπὸν τέλειοι ὄντες· καὶ πᾶς σχεδὸν ὁ ὕμνος αὐτῶν μετανοίας ἐπέχει δύναμιν.

Εἰ οὖν καὶ οἱ λίαν εὐαρεστήσαντες καὶ τέλειοι διὰ πραγμάτων ἀποδειχθέντες, τούτῳ ἕως θανάτου ἐχρήσαντο τῷ βοηθήματι, τίς ἔσται λοιπὸν ὁ προφάσει δικαιοσύνης θαρρῶν ἑαυτῷ καὶ μετανοίας καταφρονῶν; Ἐγὼ μὲν οἶμαι, οὐδ’ ἂν κατὰ Παῦλον ἢ Πέτρον ἅγιός τις εἴη, οὐδ’ οὕτως αἱρήσοιτο τὴν αἰτίαν τῆς ταπεινοφροσύνης καταλιπεῖν.

Διὰ τοῦτο Πέτρος ἑαυτὸν τῷ Κορνηλίῳ παρεπλησίασε κρύψας μὲν τὸ τοῦ Θεοῦ ἐν τῷ μέρει τούτῳ, τὸ δὲ ἴδιον φανερώσας εἰπών· «Ἀνάστα, κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι», μηδένα δὲ κοινὸν ἢ ἀκάθαρτον λέγειν θεόθεν δεδιδάχθαι ὁμολογήσας.

Παῦλος δὲ τῆς δεδομένης αὐτῷ παρὰ Χριστοῦ χάριτος ὑπολήγειν ἑαυτὸν ἕως θανάτου λογισάμενος οὕτως ἔφη· «Διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ», κατάληψιν τὴν μέχρις ἐξόδου ἐπιμονὴν εἰρηκώς, καθάπερ καὶ τῷ πιστῷ Τιμοθέῳ, ἐπέστειλε φανερὰν αὐτῷ τὴν ἐγγύτητα τῆς ἐξόδου καθιστῶν, λέγων· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα», οὐκ ἔνστασιν καὶ ὅρον χρονικὸν ἑαυτῷ ἐπιμετρήσας, ὡς καταπαύσας τοῦ δρόμου διὰ τελειότητα καὶ μηκέτι χρῄζων ἀγώνων τῶν ὑπὲρ τοῦ σώματος τοῦ Χριστοῦ, μηδέποτε ἐπὶ γῆς καταπαυομένων, ὅ ἐστιν ἡ Ἐκκλησία, ἀλλὰ τὴν ἔξοδον αὐτοῦ τέλος δρόμου καὶ ἀγῶνος εἴρηκε. Φησὶ γάρ· «Ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.» Ὁρᾷς ὅτι οὐκ εἶπεν· Ἀναπαύομαι, ἀλλ’· «Ἤδη σπένδομαι», διὰ τῶν τοιούτων ῥημάτων τε καὶ πραγμάτων δεικνὺς πᾶσι τὸν τῆς μετανοίας ὅρον ἕως θύσεως καὶ θανάτου κεχρεωστημένον τῷ ἐπουρανίῳ βασιλεῖ Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.