Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Διάλογος πρὸς σχολαστικόν

Μᾶρκος ὁ Ἀσκητής

Η αναγκαιότητα και η προτεραιότητα της αδιάλειπτης προσευχής

Ανάλυση των αιτιών της πτώσης των μοναχών λόγω εγκατάλειψης της προσευχής. Τονίζεται η υπεροχή της προσευχής έναντι του θελήματος της σαρκός και των κοσμικών μεριμνών, καθώς και η ανάγκη πνευματικής διάκρισης στις διακονίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 2 από 8

Ἀγανακτήσας δὲ ὁ κοσμικὸς ἐπὶ τοῖς ἐλέγχοις, ἔφη· Εἰ ταῦτα ὁ πνευματικὸς ὑμῶν παρακελεύεται νόμος, τοῦ Θεοῦ θεσπίσαντος, καθὼς ἔφης, διὰ τί πίπτουσί τινες τῶν μοναχῶν, τοῦτον κρατοῦντες τὸν νόμον; Ὁ δὲ γέρων ἔφη·

Οἱ κρατοῦντες αὐτὸν οὐ πίπτουσιν, ἀλλ’ οἱ καταλείποντες καὶ τῶν καιρίων αὐτοῦ ἀμελήσαντες, προσευχῆς λέγω καὶ ταπεινοφροσύνης, ὑπὸ κενοδοξίας καὶ μερίμνης βιωτικῆς κλαπέντες. Ὅθεν καὶ ὁ διάβολος πάντα τὰ βιωτικὰ ἐννοεῖν ἡμᾶς καὶ ποιεῖν οὐκ ἀποτρέπει, μόνον ἵνα προσευχῆς καὶ ταπεινοφροσύνης ἀποπλανήσῃ· οἶδε γὰρ τὰ ἐκτὸς τῶν δύο τούτων γινόμενα ὅτι, κἂν καλὰ τυγχάνῃ, ὀψέ ποτε ἀφαιρεθήσεται ὑπ’ αὐτοῦ. Προσευχὴν δὲ λέγομεν οὐ μόνον διὰ σαρκὸς ἐπιδεικνυμένην, ἀλλὰ καὶ δι’ ἐννοίας ἀπερισπάστου τῷ Θεῷ φερομένην. Ἐὰν γὰρ ἓν ἐξ αὐτῶν ἀκαίρως περισπασθῇ, οὐδὲ τὸ ἕτερον καταμόνας παρίσταται τῷ Θεῷ, ἀλλὰ τῷ ἰδίῳ θελήματι.

Ἐπερωτᾷ ὁ σχολαστικός· Ἔχει θέλημα ἡ σὰρξ παρὰ τὴν διάνοιαν; Ἀπεκρίθη ὁ ἀσκητής· Ἔχει, κατὰ τὸν Ἀπόστολον λέγοντα· «Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀπειθεῖς, ποιοῦντες τὰ θελήματα τῆς σαρκός», καὶ πάλιν· «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός.» Ἴδε οὖν, ἔχει καὶ ἐπιθυμίαν καὶ θέλημα, ἅπερ ἡμεῖς ἀγνοοῦμεν διὰ τὴν τῶν λογισμῶν ἀπροσεξίαν καὶ συγκατάθεσιν. Ὅθεν οὐ μόνον οἱ ἀμελοῦντες προσευχῆς, ἀλλὰ καὶ οἱ τῇ διανοίᾳ μὴ προσέχοντες ἐπηρεάζονται.

Ταῦτα δὲ εἰρήκαμεν οὐχ ὡς ἑτέρους κατακρίνοντες, ἀλλὰ τὰ ἑαυτῶν ἐλλείμματα ὁμολογοῦντες. Ἐκεῖνο μὲν γὰρ ὑπερηφανίας, τοῦτο δὲ ταπεινοφροσύνης γνώρισμα. Καὶ «ὑπερηφάνοις μὲν Κύριος ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν», δι’ ἧς οὐ μόνον εἰς γνῶσιν, ἀλλὰ καὶ εἰς ἕξιν ἡμᾶς ἄγει τῆς ἱερᾶς ἀρετῆς, λέγω δὴ τῆς ἀπερισπάστου προσευχῆς, ἧς μηδόλως ἡμᾶς ἀμελεῖν βουλόμενος ὁ μακάριος Παῦλος λέγει· «Ἀδιαλείπτως προσεύχεσθε.» Ἅμα δὲ καὶ τὸ ἀμετεώριστον τοῦ νοὸς ἐμφαίνων ἔφη· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.» Ἐπειδὴ γὰρ πρὸς τὴν ὀλιγοπιστίαν ἡμῶν καὶ ἀσθένειαν διαφόρους ἐντολὰς ἔθετο ὁ Θεός, ὅπως κατὰ τὴν ἑαυτοῦ σπουδὴν ἕκαστος ἐκφύγῃ τὴν κόλασιν καὶ τύχῃ τῆς σωτηρίας, τούτου χάριν ὁ Ἀπόστολος ὁδηγεῖ ἡμᾶς ἐπὶ τὸ τέλειον τοῦ Θεοῦ θέλημα, μηδόλως ἡμᾶς κριθῆναι βουλόμενος. Εἰδὼς δὲ πρὸς κατόρθωσιν πασῶν τῶν ἐντολῶν συνεργοῦσαν τὴν προσευχήν, οὐ παύεται πολυμερῶς καὶ πολυτρόπως περὶ αὐτῆς ἐντελλόμενος καὶ λέγων· «Προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει.» Ὅθεν γινώσκομεν ὅτι προσευχὴ προσευχῆς διαφορωτέρα τυγχάνει.

Ἄλλο γάρ ἐστιν ἀρρέμβῳ διανοίᾳ παρακαλεῖν τὸν Θεὸν καὶ ἄλλο τὸ μὲν παριστᾶν τὸ σῶμα, τῇ δὲ διανοίᾳ ῥέμβεσθαι. Καὶ πάλιν ἄλλο ἐστὶ καιροσκοπεῖν καὶ μετὰ τὰς κοσμικὰς ἀσχολίας εὐκαιρήσαντα προσεύξασθαι, καὶ ἄλλο ὅσον δυνατὸν προτιμᾶν καὶ προαρπάζειν τὴν εὐχὴν τῶν κοσμικῶν φροντίδων, κατὰ τὸν Ἀπόστολον λέγοντα· «Ὁ Κύριος ἐγγύς. Μηδὲν μεριμνᾶτε, ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.» Καθὼς καὶ ὁ μακάριος Πέτρος φησί· «Σωφρονήσατε καὶ νήψατε εἰς προσευχάς, πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ’ αὐτὸν ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.» Πρῶτον δὲ καὶ αὐτὸς ὁ Κύριος εἰδὼς ὅτι πάντα διὰ προσευχῆς ὠχύρωται φησί· «Μὴ μεριμνήσητε τί φάγητε ἢ τί πίητε ἢ τί ἐνδύσησθε, ἀλλὰ μόνον ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Τάχα δὲ καὶ εἰς μείζονα πίστιν διὰ τούτου ἡμᾶς προσκαλεῖται ὁ Κύριος. Τίς γὰρ τὴν ὑπὲρ τῶν προσκαίρων μέριμναν ἀποβαλὼν καὶ ἀνενδεὴς γενόμενος μὴ πιστεύσει λοιπὸν αὐτῷ καὶ περὶ τῶν αἰωνίων ἀγαθῶν; Καὶ αὐτὸς δὲ τοῦτο φανεροποιῶν ἔλεγεν· «Ὁ ἐν μικρῷ πιστὸς καὶ ἐν μεγάλῳ πιστός ἐστιν καὶ ὁ ἐν μικρῷ ἄπιστος καὶ ἐν μεγάλῳ ἄπιστός ἐστιν.»

Ὅμως καὶ ἐν τούτῳ ἡμᾶς ἐφιλανθρωπεύσατο· εἰδὼς γὰρ ἀπαραίτητον οὖσαν τὴν ἐφήμερον τῆς σαρκὸς ἐπιμέλειαν, οὐ περιέκοψε τὴν καθημερινὴν φροντίδα, ἀλλὰ παραχωρήσας ἡμῖν τὴν σήμερον περὶ τῆς αὔριον μὴ μεριμνᾶν παρακελεύεται, πάνυ θεοπρεπῶς καὶ φιλανθρώπως.

Καὶ γὰρ οὐκ ἔστι δυνατόν, σάρκα φοροῦντας καὶ ἀνθρώπους τυγχάνοντας, τὰ τῆς σωματικῆς ζωῆς καθόλου παραλογίσασθαι. Συσταλῆναι μὲν γὰρ τὰ πολλὰ εἰς ὀλίγα διὰ προσευχῆς καὶ ἐγκρατείας ἐνδέχεται, παντελῶς δὲ παροραθῆναι ἀδύνατον.

Διόπερ ὁ βουλόμενος «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος καταντῆσαι», κατὰ τὴν Γραφήν, οὐκ ὀφείλει προκρίνειν τῆς προσευχῆς πάσας τὰς διακονίας, ἢ ἐκτὸς ἀνάγκης ἐπισπᾶσθαι ὡς ἔτυχεν, οὔτε ἀπαντώσας κατ’ ἀνάγκην τινὰ καὶ οἰκονομίαν Θεοῦ προφάσει προσευχῆς παρωθεῖν καὶ ἀποβάλλειν, ἀλλὰ καὶ τὴν διαφορὰν ἐπιγινώσκειν καὶ τῇ οἰκονομίᾳ τοῦ Θεοῦ δουλεύειν ἀδογματίστως.

Ὁ γὰρ μὴ οὕτως φρονῶν οὔτε, κατὰ τὴν Γραφήν, ἐντολὴν ἐντολῆς διαφορωτέραν καὶ περιεκτικὴν εἶναι πιστεύει, οὔτε, κατὰ τὸν προφήτην, πρὸς πάσας τὰς ἐντολὰς κατορθοῦσθαι οἰκονομικῶς ἀπαντώσας βούλεται. Ἀπαραιτήτων οὖν ὄντων τῶν ἀναγκαίων καὶ οἰκονομικῶς ἀπαντώντων, παραιτεῖσθαι χρὴ τὰς ἀκαίρους ἀσχολίας, προτιμῶντας τὴν προσευχήν, μάλιστα τὰς εἰς πολυτέλειαν καὶ πλεονεξίαν χρημάτων ἡμᾶς κατασπώσας. Ὅσον γὰρ ἄν τις ἐν Κυρίῳ συστείλῃ ταύτας καὶ τὰς περισσὰς ὕλας αὐτῶν περικόψῃ, τοσοῦτον τὴν ἔννοιαν ἀπὸ ῥεμβασμῶν συστέλλει· καὶ ὅσον ἂν συστείλῃ τὴν ἔννοιαν, τοσοῦτον καὶ τῇ καθαρᾷ προσευχῇ δίδωσι τόπον καὶ τὴν εἰς Χριστὸν πίστιν ἐπιδείκνυσιν.

Εἰ δέ τις δι’ ὀλιγοπιστίαν ἢ δι’ ἑτέραν τινὰ ἀσθένειαν τοῦτο ποιεῖν οὐ δύναται, κἂν τὴν ἀλήθειαν ἐπιγινωσκέτω καὶ κατὰ δύναμιν ἐπεκτεινέσθω τὴν ἑαυτοῦ νηπιότητα αἰτιώμενος. Κρεῖσσον γὰρ ἐλλείψεως δοῦναι λόγον, καὶ μὴ πλάνης καὶ οἰήσεως. Πειθέτω σε ἡ παραβολὴ τοῦ Κυρίου, ἕνα φαρισαῖον καὶ ἕτερον τελώνην παρεισάγουσα. Διὸ μὲν καὶ ἡμεῖς πειρώμεθα πᾶσαν κοσμικὴν μέριμναν δι’ ἐλπίδος καὶ εὐχῆς ἀποκρούσασθαι, μὴ δυνάμενοι δὲ ἀνελλειπῶς τοῦτο κατορθῶσαι, τῷ μὲν Θεῷ προσφέρομεν τῶν ἐλλειμμάτων τὴν ἐξομολόγησιν, τῆς δὲ περὶ τῶν αὐτῶν σπουδῆς οὐκ ἀφιστάμεθα· βέλτιον γὰρ ἐγκληθῆναι περὶ ἐλλείψεως μερικῆς, καὶ μὴ παντελοῦς ἐγκαταλείψεως.

Ἐπὶ πᾶσι δὲ τοῖς περὶ προσευχῆς καὶ ἀπαραιτήτου διακονίας εἰρημένοις, πολλῆς ἡμῖν παρὰ Θεοῦ διακρίσεως δεῖ τοῦ γνῶναι πότε καὶ ποίαν ἀσχολίαν προκρίνειν τῆς προσευχῆς ὀφείλομεν, ἐπειδὴ ἕκαστος πρὸς τὴν ἠγαπημένην αὐτῷ χρείαν ἀσχολούμενος ὀφειλομένην διακονίαν ἐκτελεῖν δοκεῖ, ἀγνοῶν ὅτι πρὸς εὐαρέστησιν Θεοῦ μᾶλλον ἢ ἑαυτοῦ τὰ πράγματα κρίνειν ὀφείλει. Τὸ δὲ ἔτι τούτου δυσδιάκριτον, ὅτι αὗται αἱ ἀναγκαῖαι καὶ ἀπαραίτητοι ἐντολαὶ οὐ πάντοτε οὐδὲ αἱ αὐταί, ἀλλ’ ἑτέρα τῆς ἑτέρας ἐν ἰδίῳ καιρῷ προτιμᾶσθαι ὀφείλει, ἐπειδὴ οὐ πᾶσα μὲν διακονία πάντοτε, ἀλλ’ ἐν ἰδίῳ καιρῷ ἐπιτελεῖται, τῆς δὲ προσευχῆς ἀδιαλείπτως ἡμῖν ἡ λειτουργία νενομοθέτηται· τούτου χάριν τῶν ἔκτος ἀνάγκης ἀσχολιῶν προκρίνειν αὐτὴν ὀφείλομεν. Ταύτην τὴν διαφορὰν πάντες οἱ ἀπόστολοι διδάσκοντες τὸ πλῆθος περισπᾶν αὐτοὺς εἰς διακονίαν βουλόμενον, ἔλεγον· «Οὐκ ἀρεστόν ἐστι καταλιπόντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις· ἐπισκέψασθε οὖν ἐξ ὑμῶν αὐτῶν ἄνδρας μαρτυρουμένους ἑπτά, οὓς καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ διακονίᾳ τοῦ λόγου καὶ τῇ προσευχῇ προσκαρτερήσομεν. Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους.» Τί δὲ διὰ τούτων μανθάνομεν;

ὅτι τοῖς μηδέπω δυναμένοις προσκαρτερεῖν τῇ προσευχῇ καλὸν τὸ ἐγκεῖσθαι τῇ διακονίᾳ, ἵνα μὴ τῶν ἀμφοτέρων ἐκπέσωμεν, τοῖς δὲ δυναμένοις κρεῖσσον τὸ μὴ ἀμελεῖν τοῦ βελτίονος.