Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Διάλογος πρὸς σχολαστικόν

Μᾶρκος ὁ Ἀσκητής

Εισαγωγή: Η μοναχική πολιτεία και η αντιπαράθεση κοσμικής και πνευματικής δικαιοσύνης

Ο σχολαστικός θέτει ερωτήματα για τη μοναχική ζωή, ενώ ο ασκητής αντιπαραβάλλει την κοσμική δικαιοσύνη με τον πνευματικό νόμο και την εργασία των αρετών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 1 από 8

Ἀντιβολὴ πρός τινα σχολαστικόν Ἠρώτησέ τις τῶν ἐλλογίμων δικανικὸς γέροντα ἀσκητὴν λέγων· Παρακαλῶ, πείσατέ με γνῶναι θέλοντα τί φρονοῦντες οἱ μοναχοί φατε δεῖν τοὺς ἀδικοῦντας μὴ κρίνειν· ἢ τί μεταχειριζόμενοι τῶν αἰσθητῶν ἔργων ἀπέχεσθε; Ἐφ’ οἷς λίαν καταμέμφομαι ὑμᾶς, ὡς τὴν μὲν ἀκρισίαν παρὰ τοὺς νόμους, τὴν δὲ ἀργίαν παρὰ τὴν φύσιν ἐπιτηδεύοντας. Εἰ δὲ φιλοσοφίας χάριν τοῦτο ποιοῦντες ἐπιγνῶ, ἀναγκαίως καὶ αὐτὸς τῆς μέμψεως ἀποστὰς ζηλώσω τὴν ἀρετὴν ὑμῶν.

Ὁ δὲ ἀσκητὴς πρῶτον κατὰ νοῦν εὐξάμενος οὕτως ἔφη· Ἔδει μέν, ὦ λογιώτατε, ταῦτά σε πυθόμενον παρὰ τῶν εὖ εἰδότων μαθεῖν. Ἡμεῖς γὰρ ἔτι τῶν διδασκομένων τυγχάνομεν. Ἐπειδὴ δὲ ὡς σοφὸς πρὸς τοὺς ἰδιώτας ηὐτομόλησας ὡς πεισθησόμενος περὶ ὧν ἔφης, ἄκουσον. Οἱ μοναχοὶ ξένον τῆς Ἐκκλησίας οὐχ ᾑρετίσαντο φρόνημα, ἀλλὰ τὸ τοῦ Χριστοῦ κατέχειν σπουδάζουσι, κατὰ τὸν Ἀπόστολον λέγοντα· «Τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Γνῶθι οὖν ὅτι θεοδώρητόν ἐστι καὶ τῆς μεγάλης ἀρετῆς, λέγω δὴ ταπεινοφροσύνης, πρόξενον, ἔργον δὲ ὅπερ ἐνετείλατο ὁ Κύριος τῇ Ἐκκλησίᾳ τοῦτο ἐργάζεσθαι εἰπών· «Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.» Ὁ δὲ δικανικὸς λέγει·

Γνωσόμεθα καὶ ἡμεῖς, παρακαλῶ, ποῖόν ἐστι τὸ ἔργον. Ὁ ἀσκητὴς ἔφη· Τὸ διὰ προσευχῆς ζητεῖν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, ἣν καὶ ἐντὸς ἡμῶν εἴρηκεν εἶναι καὶ τοῖς ζητοῦσιν αὐτὴν τὰ σωματικὰ πάντα προστεθῆναι ἐφανέρωσε. Ταῦτα οὖν ἀκούσαντας παρὰ τοῦ Κυρίου καὶ πιστεύσαντας καὶ κατὰ δύναμιν ἐργαζομένους, πῶς ἔξω τῆς φύσεως ἡμᾶς πράττειν λέγεις; Εἰ δὲ φαίνεταί σοι παρὰ φύσιν, γνῶθι τίνα καταμέμφῃ· Θεὸς γάρ ἐστιν ὁ ἐντειλάμενος. Ὁμοίως δὲ καὶ τὸ μὴ ἀδικεῖν τοὺς ἀδικοῦντας Θεοῦ ἐντολή ἐστι. Πῶς οὖν παρανομοῦσιν οἱ ποιοῦντες αὐτήν, εἰρηκότος τοῦ Θεοῦ διὰ τοῦ προφήτου· «Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος», καὶ ἐν τοῖς Εὐαγγελίοις· «Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε», καὶ τοῦ Ἀποστόλου· «Μὴ πρὸ καιροῦ τι κρίνετε», καὶ πάλιν· «Μὴ ἐκδικοῦντες ἑαυτούς», καὶ πάλιν· «Σὺ τί κρίνεις ἀλλότριον οἰκέτην;» Τίς ἐστι λοιπὸν ὁ τούτων δικαιοτέρους νόμους ὁρισάμενος καὶ πρὸ Θεοῦ κρῖναι θέλων τοὺς ἀδικοῦντας, ὡσεὶ ἀναμάρτητος, καὶ τοῖς τὸν τοῦ Θεοῦ νόμον φυλάττειν πειρωμένοις παρανομίαν ἐγκαλῶν καὶ τὴν ἀνεξικακίαν ὀνομάζων κακίαν;

Ταῦτα ἀκούσας ὁ σχολαστικὸς ἔφη· Οἱ οὖν ἄρχοντες ἁμαρτάνουσι, τοὺς ἀδικοῦντας ἀμυνόμενοι καὶ τοῖς ἀδικουμένοις τὸ δίκαιον ἀποσῴζοντες; Ἀπεκρίθη ὁ γέρων· Οἱ δικασταὶ οὐχ ἁμαρτάνουσιν, ἀλλ’ οἱ παραδιδόντες καὶ μὴ τῷ Θεῷ ἀποδιδόντες· πρῶτον μὲν ὅτι πᾶν τὸ ἐπελθὸν αὐτοῖς τῶν ἰδίων κακῶν ἐπιφορὰ τυγχάνει, εἰς μετάνοιαν αὐτοὺς ἕλκον καὶ οὐκ εἰς ἄμυναν· δεύτερον δέ, εἰ καὶ ἀδίκως ἔπαθον, τὸ τυχὸν πλημμέλημα ἔδει ἀφεῖναι τῷ ἀδικήσαντι, ἀκούσαντας τοῦ Κυρίου εἰρηκότος· «Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν», καὶ μὴ διὰ τῆς ἀνθρωπίνης ἀνταποδόσεως ἀσυγχώρητα ποιεῖν τὰ ἑαυτοῦ κακά. «Οἱ δὲ ἄρχοντες, κατὰ τὸν Ἀπόστολον, οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν.» Οὐ γὰρ τοὺς πιστοὺς καὶ εὐλαβεῖς ἀναγκάζουσι τῶν ἀδικούντων κατηγορεῖν, οὐδὲ τοῖς ἀνεξικάκοις ἐγκαλοῦσι διότι οὐ χρῶνται τοῖς δικαστηρίοις ἀδικούμενοι, ἀλλὰ τοῖς βουλομένοις παρέχουσι τὴν ἐκδίκησιν. Τοὺς δὲ διὰ τὸν Θεὸν μακροθυμοῦντας, ὡς μᾶλλον εὐφρονοῦντας, καὶ τιμῶσι καὶ ἀποδέχονται. Ὥσπερ οὖν τοὺς μὴ βουλομένους ἐντυγχάνειν οὐκ ἐφέλκονται, οὕτω τοὺς κατηγοροῦντας ἐκδικοῦντες οὐχ ἁμαρτάνουσι. Διὸ χρή, ὦ σοφώτατε, μετὰ τοὺς ἔξωθεν λόγους τε καὶ νόμους, λοιπὸν καὶ τὸν πνευματικὸν διδαχθῆναι νόμον, καὶ τοὺς ὑπὲρ εὐσεβείας ἀναδέξασθαι πόνους, καὶ ὡς ἴδια ὑπομένειν τὰ ἐπερχόμενα θλιβερά, ὧν χωρὶς οὐ δύναταί τις ἀληθῶς γενέσθαι σοφός.

Τοῦ δὲ σχολαστικοῦ ζητοῦντος μαθεῖν τίνες εἰσὶν οἱ ὑπὲρ εὐσεβείας πόνοι, εἶπεν ὁ γέρων τὰς τοῦ Χριστοῦ εἶναι ἐντολάς, ὧν πρώτη καὶ μεγίστη ἐστὶν ἡ ἀγάπη, καθότι «οὐ λογίζεται τὸ κακόν, ἀλλὰ πάντα στέγει, πάντα ἐλπίζει, πάντα ὑπομένει» κατὰ τὴν Γραφήν. Ταῦτα δὲ ποιοῦσα οὐ δύναται κρίνειν τὸν ἀδικεῖν αὐτὴν δοκοῦντα. Ἐν ταύτῃ ἕτερος μὲν ἑτέρου διαφέρομεν, πάντες δὲ τῆς ἀξίας αὐτῆς ἀπολειπόμεθα, ἐκδεχόμενοι χάριτι Χριστοῦ τῶν ἐλλειμμάτων τὴν ἀναπλήρωσιν, εἴπερ τῆς κατὰ δύναμιν ἐργασίας μὴ ἀμελήσωμεν. Θεὸς γὰρ οἶδε πόσον ἀσθενοῦντες οὐ δυνάμεθα ποιεῖν καὶ πόσον ἀμελοῦντες οὐκ ἐργαζόμεθα τὸ ἔργον τῆς ἀγάπης. Ἐπειδὴ δὲ οὐκ ἐκ τῶν προαιρετικῶν πόνων μόνον, ἀλλὰ καὶ ἐκ τῶν συμβατικῶν θλίψεων κρατύνεται, πολλῆς ἡμῖν χρεία παρὰ Θεοῦ ὑπομονῆς καὶ πραότητος. Διὰ τοῦτό φησιν ὁ Ἀπόστολος· «Ὁ θέλων γενέσθαι σοφὸς ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω, ἵνα γένηται σοφός?» Ὁ τοιοῦτος τοὺς μὲν ἀνωτέρους αὐτοῦ ἐν τοῖς ἐλλείμμασι τῆς τελείας ἀγάπης οὐ κατακρίνει, ἑαυτὸν δὲ μᾶλλον πρὸς τὴν ἐκείνων ὑπεροχὴν ἐπεκτείνει· καὶ ὅταν αὐτοὺς καταλάβῃ, πάλιν ἄλλους ζητεῖ ἑαυτοῦ μείζονας, καὶ εὑρὼν ἁμιλλᾶται κἀκείνοις, καὶ οὐδέποτε παύεται τοῦ δρόμου, ἕως ἂν εὑρίσκῃ τινὰς αὐτὸν ἐν τῇ ἀγάπῃ προάγοντας.

Εἰ δέ τις ἑαυτὸν μὲν τοῖς ἀνωτέροις οὐ παρεικάζει, ἐκείνους δὲ ὡς μὴ τελείους κατακρίνει, ὡς οὐκ οἶδεν ἑαυτὸν καταδικάζει. Φησὶ γάρ· «Μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε.» Ἔνθεν οἱ ἐν ῥήμασι σοφοὶ μόνους τοὺς ἀδικοῦντας ἁμαρτάνειν νομίζουσιν, οἱ δὲ ἐν πνεύματι καὶ ἀδικούμενοι ἑαυτοὺς καταμέμφονται, ὅταν μὴ αὐθαιρέτως τὰς ἀδικίας ὑποφέρωσιν· οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλ’ ὅτι καὶ ἐκ παλαιᾶς αὐτῶν αἰτίας αἱ θλίψεις ἀναφύονται, εἰ καὶ ἁμάρτημα ἁμαρτήματος ἐλαφρότερον τυγχάνει. Ὁ μὲν γὰρ ἐκδικῶν ἑαυτὸν ἀκρισίας Θεοῦ δοκεῖ καταγινώσκειν, ὁ δὲ ὑποφέρων ὡς ἰδίαν τὴν ἐπελθοῦσαν αὐτῷ θλῖψιν τὴν ἰδίαν πρόσληψιν ὁμολογεῖ, δι’ ἣν καὶ ὑπομένει πάσχων τὰ δεινά.