Ἕτεροι οὖν εἰσιν οἱ ποτὲ μὲν νικῶντες, ποτὲ δὲ νικώμενοι, πίπτοντες ἐγειρόμενοι, θλίβοντες θλιβόμενοι, πολεμοῦντες πολεμούμενοι, καὶ ἕτεροι οἱ τῇ πρώτῃ πτώσει διὰ πολλὴν ἄγνοιαν ἐναπομείναντες καὶ μηδὲ εἰδότες ὅτι περιπεπτώκασιν, οἷς ἐλεεινῶς ὁ προφήτης διαλέγεται· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέψει;» Καὶ πάλιν· «Ἐγεῖραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Μὴ βουλομένοις δὲ τὸν τῆς ἐγέρσεως κόπον ἀναδέξασθαι καὶ τῇ προσευχῇ παραμένειν καὶ ὑπὲρ εὐσεβείας θλιβῆναι διὰ τὴν μέλλουσαν βασιλείαν, φησί· «Τῇ διαφθορᾷ σου, Ἰσραήλ, τίς βοηθήσει;» Οὐκ ἔστι «τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα», οὔτε τι τῶν παρὰ θέλημα συμβαινόντων κακῶν· ἑκούσιος γὰρ αὕτη ἡ πληγή. Αὕτη ἐστὶν ἡ «ἁμαρτία ἡ πρὸς θάνατον», μηδὲ ταῖς ἑτέρων προσευχαῖς ἰατρευομένη. «Ἰατρεύσαμεν γάρ, φησί, τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη», διότι αὐθαίρετος ἡ νόσος, καὶ οὐκέτι «μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους», τὰ παρ’ ἑτέρων βοηθήματα. Ταῦτα καὶ τὰ τοιαῦτα ἀποφθέγγεται ἡ θεία Γραφὴ πρὸς τοὺς εὐτελίζοντας τὴν προσευχὴν καὶ ἐκτὸς ἀνάγκης καὶ ἀσθενείας ὥραις καὶ καιροῖς ταύτην περιορίζοντας, τοῦ μὲν Κυρίου «πάντοτε νυκτὸς καὶ ἡμέρας», τοῦ δὲ Ἀποστόλου «ἀδιαλείπτως» αὐτὴν προσφέρειν τῷ παντοδυνάμῳ Θεῷ νομοθετήσαντος.