Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Διάλογος πρὸς σχολαστικόν

Μᾶρκος ὁ Ἀσκητής

Τα κρυπτά πάθη και τα γνωρίσματα της ανθρωπαρέσκειας

Επισήμανση της απιστίας ως ρίζας των παθών. Περιγράφονται τα χαρακτηριστικά και οι πολύτροπες εκφάνσεις του πάθους της ανθρωπαρέσκειας, αντιπαραβάλλοντας τη συμπεριφορά των αληθινών μοναχών απέναντι στα σφάλματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 5 από 8

Ὁ δὲ ἀσκητὴς ἔφη· Ἄκουε συνετῶς, καὶ ἀπαγγελῶ σοι ὀνομαστί· αὐτὸς δὲ ἐπίστησον εἰ μὴ εὕροις αὐτὰς ἐν πᾶσιν ἐκείνοις τῷ πάθει οἰκειωμένας. Πρώτη καὶ μήτηρ ἐστὶ τῶν παρατροπῶν ἡ ἀπιστία. Ταύτῃ δὲ λοιπὸν ὡς τέκνα ἐπακολουθοῦσι φθόνος, μῖσος, ζῆλος, δόλος, νεῖκος, ὑπόκρισις, προσωποληψία, ὀφθαλμοδουλεία, καταλαλιά, ψεῦδος, εὐλαβείας σχῆμα, οὐκ ἀληθείας, καὶ ὅσα τοιαῦτα δυσφανῆ καὶ σκοτεινὰ πάθη. Τὸ δὲ πάντων φαυλότερον ὅτι τινὲς διὰ τῆς τῶν λόγων σοφίας συνιστῶσιν αὐτὰ ὡς καλά, καὶ τὴν ἐν αὐτοῖς βλάβην ἐπικαλύπτουσιν.

Εἰ δὲ βούλει, καὶ τὴν πανουργίαν μερικῶς φανεροποιήσω. Ὁ πανοῦργος ἀνθρωπάρεσκος, ἑτέρῳ συμβουλεύων, ἑτέρῳ ἐπιβουλεύει, ἄλλον ἐπαινῶν, ἄλλον ψέγει, νουθετῶν τὸν πλησίον, ἑαυτὸν συνίστησιν· εἰς δίκην συνηγορεῖ οὐχ ἵνα τὸ δίκαιον κρίνῃ, ἀλλ’ ἵνα τὸν ἐχθρὸν ἀμύνηται· μετὰ κολακείας ἐλέγχει, ἕως οὗ ὀνειδίζων παραδεχθῇ τὸν ἑαυτοῦ ἐχθρόν· ἀνωνύμως διαβάλλει, ἵνα τὴν ἑαυτοῦ καταλαλιὰν ἐπικρύψῃ· ὁρκίζει τοὺς ἀκτήμονας τοῦ ὁμολογῆσαι τὰ ἐνδέοντα, ὡς παρασχεῖν βουλόμενος, καὶ ὅταν εἴπωσιν, ὡς αἰτοῦντας διαφημίζει· παρὰ ἀπείροις καυχᾶται καὶ παρὰ ἐμπείροις ταπεινολογεῖ, τὸν ἐξ ἀμφοτέρων ἔπαινον θηρώμενος.

Ἐγκωμιαζομένων ἐναρέτων ἀηδίζεται· καὶ ἐπιρρίψας ἑτέραν διήγησιν περισπᾷ τὸ ἐγκώμιον· τοὺς ἀρχικοὺς ἀπόντας εὐτελίζει καὶ παρόντας εἰς πρόσωπον δοξάζει· τοὺς ταπεινόφρονας μυκτηρίζει καὶ τοὺς διδασκάλους μωμοσκοπεῖ· ἰδιωτείαν ὀνειδίζει, ἵνα ὡς σοφὸν ἑαυτὸν ἐπιδείξῃ· πάντων τὰς ἀρετὰς παραλογίζεται, τὰς δὲ κακίας διὰ μνήμης ἄγει. Καὶ ἁπαξαπλῶς καιροὺς θηρεύει καὶ προσώποις δουλεύει, ὅπως ἂν πληροφορήσῃ τὸ πολυτροπώτατον τῆς ἀνθρωπαρεσκείας πάθος· κρύπτειν πειρᾶται τὰ ἑαυτοῦ κακὰ διὰ τῆς τῶν ἀλλοτρίων φανερώσεως.

Οἱ δὲ ὄντως μοναχοὶ οὐχ οὕτως, ἀλλὰ τοὐναντίον· τὰ τῶν ἄλλων συμπαθῶς παρορῶσι, τὰ δὲ ἑαυτῶν τῷ Θεῷ φανεροποιοῦσι. Διὸ καὶ παρὰ τῶν ἀγνοούντων ἀνθρώπων εὐτελίζονται· οὐ γὰρ τοσοῦτον βροτοῖς ὅσον Θεῷ ἀρέσκειν σπουδάζουσι, τοῦτο μὲν εὐαρεστοῦντες, τοῦτο δὲ καὶ ἑαυτοὺς σμικρύνοντες, ἐπ’ ἀμφοτέροις ἐκδεχόμενοι παρὰ Κυρίου τὴν ἀνταπόδοσιν εἰρηκότος· «Ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» Ὁ δὲ σχολαστικὸς πονήσας ἐπὶ τοῖς ἐλέγχοις ἔφη·