Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Δέκα ἐπιχειρήματα κατὰ τοῦ καθαρτηρίου πυρός (Νόθος)

Μᾶρκος ὁ Εὐγενικός

Συλλογισμοί Ε΄-Ι΄: Το αμετάβλητο της βουλήσεως μετά τον θάνατο και η θεία φιλανθρωπία

Αναπτύσσονται τα υπόλοιπα επιχειρήματα, τα οποία τονίζουν τον περιορισμό της κίνησης της θελήσεως στον παρόντα βίο, το αμετάβλητο της ψυχής μετά τον χωρισμό από το σώμα και τη θεία αγαθότητα που παραβλέπει τα μικρά πταίσματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 2

Ἔτι πρὸς τὸ τυχεῖν τῆς μακαριότητος ζητεῖται ἥ τε τῆς θελήσεως εὐθύτης, ἧς ἴδιον ἀντικείμενον τὸ καθόλου ἀγαθόν, αἵ τε ταύτης ἑπόμεναι ἀγαθαὶ πράξεις καὶ ἔμμισθοι· ἀλλ’ ἥ τε τῆς θελήσεως κίνησις, ἥ τε τῶν πράξεων ἐξ ἀνάγκης ἐν τῷ παρόντι συγκέκλεισται βίῳ· τοῦτο δὲ δοκεῖ καὶ ὑμῖν· καὶ τῶν ἐν τῷ καθαρτηρίῳ γὰρ κατεσχημένων τὴν θέλησιν ἀκίνητον εἶναι φατέ. Ἀλλ’ εἰ μηδεμία θελήσεως κίνησις ἐπ’ οὐδέτερα, οὐδὲν μᾶλλον ὁ τοιοῦτος ἀξιώτερος τοῦ ἑτέρου· καὶ μὴ καθαρθεῖσαι ἄρα αἱ ψυχαὶ τῷ καθαρτηρίῳ, οὐδὲν μᾶλλον ἀξιώτεραι τῆς τοῦ Θεοῦ θεωρίας εἰσίν, αἵ γε μετὰ θελήσεως ἀγαθῆς ἀπιοῦσαι, ἥτις ἀρχοειδῶς ζητεῖται καὶ μάλιστα πρὸς τὴν μακαριότητα.

Εἰ γὰρ τὸ μὲν καθαρτήριον οὐ ποιεῖ ἐκ πονηρᾶς τὴν θέλησιν ἀγαθήν, ἡ δὲ τῆς θελήσεως εὐθύτης ζητεῖται πρὸς τὴν μακαριότητα, πρὸς ταύτην ἄρα οὐδὲν συνεισφέρει τὸ καθαρτήριον· οὗ δὲ οὐδὲν ἀποτέλεσμα γίνεται μάτην· μάτην ἄρα ποιεῖ ὁ Θεὸς οὐδὲ ἕν. Οὐκ ἄρα.

ϛος. Ἔτι ἡ τῆς αἰωνίου κολάσεως δικαιοσύνη κατὰ τοῦτο μάλιστα δείκνυται, κατὰ τὸ ἀμετάβλητον τῆς τῶν ἡμαρτηκότων ἀτάκτου θελήσεως· τῇ γὰρ ἀϊδίως πονηρᾷ θελήσει, καὶ ἀΐδιος ὀφείλεται δίκη· ὥσπερ καὶ τοὐναντίον, κατὰ τὸ ἀκόλουθον δή, εἰ ὁ τοῦ πονηροῦ ἀκίνητος ἀϊδίως ἀϊδίῳ δίκῃ κολάζεται, ὃς μὴ ἀϊδίως εὐθύνεται, οὐδ’ ἀμετάβλητον θέλησιν ἕξει. Εἰ γὰρ ἀμετάβλητον αὐτὴν ἕξει, εἰ μὲν ἀπὸ τοῦ πονηροῦ, αἰωνίῳ δίκῃ τηρεῖται· εἰ δὲ τ’ ἀγαθοῦ, τίς χρεία κολάσεως ᾧ γε στεφάνων προσήκει; Ἀλλὰ μὴν τοὺς τούτῳ καθαιρομένους τῷ πυρὶ θέλησιν ἀμετάβλητον ἔχειν φατέ. Οὐκ ἄρα πυρὶ καθαίρονται. ζος. Ἔτι τῇ τῆς ἀγαθῆς βουλήσεως ἀμεταβλησίᾳ ἕπεται ἀναμαρτησία ἐν τῷ ἀνθρώπῳ· εἰ γὰρ τοῦ μὴ θέλειν τὰ κακὰ αἰτία ἡ ἀγάπη τῶν ἀγαθῶν καὶ ὁ σφοδρὸς αὐτῶν ἔρως· οὗ δ’ ἄν τις ἐρῇ, τούτου τοὐναντίον εἰκὸς ἀποστρέφεσθαι· τὸ δὲ κακὸν τἀγαθῷ ἐναντίον, καὶ ἡ ἁμαρτία τῇ ἀρετῇ· ὁ τῆς ἀρετῆς ἄρα ἔρως διώκει τὴν ἁμαρτίαν· Εἶπα γάρ, φησίν, Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἁμαρτίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου, καὶ Λέγε σὺ πρῶτος τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς. Ἀλλὰ τῶν ἐν καθαρτηρίῳ τὴν βούλησιν μὴ μεταβάλλεσθαι δύνασθαι λέγετε, ἀγαθὴν πάντως οὖσαν, καὶ οὕτω κολάζοιντ’ ἂν οἱ ἀναμάρτητοι, καὶ μηδὲν ἐπιφερόμενοι κολάσεως ἄξιον. ηος.

Ἔτι ἡ βούλησις μεταβάλλεται εἰς κακίαν, μέχρις ἂν ᾖ τῷ σώματι ἡ ψυχὴ ἡνωμένη· ἀλλ’ ἐπιγινομένης τῆς ἀπὸ τοῦ σώματος λύσεως, ἃ ἂν εὑρεθῇ βουλομένη, μένει τούτων ἀκίνητος, καὶ ἄθλου ἢ δίκης διὰ ταῦτα τυγχάνει, καὶ μὴ διὰ τοῦ καθαρτηρίου ὁδεύουσα. θος. Ἔτι προσήκει τῇ ἀγαθότητι τοῦ Θεοῦ τὸ ὀλίγον ἀγαθὸν μὴ παριδεῖν, ἢ τὴν σμικρὰν ἁμαρτίαν δίκης ἀξιοῦν. Ἀλλὰ τὸ ὀλίγον ἀγαθὸν ἐν τοῖς τὰ μεγάλα ἡμαρτηκόσιν οὐδεμιᾶς ἀμοιβῆς ἐπιτυγχάνει διὰ τὴν τῆς πονηρίας πλεονεξίαν· οὐδ’ ἄρα τὸ ὀλίγον κακὸν ἐν τοῖς τὰ μεγάλα κατωρθωκόσι προσήκει δίκης τυχεῖν διὰ τὸ τὰ βελτίω νικᾶν· εἰ γὰρ τὸ μᾶλλον δοκοῦν οὐκ ἔστι, σχολῇ τό γε ἧττον ἂν εἴη. Οὐδ’ ἄρα πῦρ καθαρτήριον νομίζειν προσήκει. ιος. Ἔτι ὡς ἔχει τὸ ὀλίγον ἀγαθὸν ἐν τοῖς τ’ ἄλλα φαύλοις, οὕτω τὸ ὀλίγον κακὸν ἐν τοῖς τ’ ἄλλα ἀγαθοῖς. Ἀλλὰ τὸ ὀλίγον ἀγαθὸν ἐν ἐκείνοις οὐ δύναται ἀγαθῶν ἀνταπόδοσιν ποιεῖν, ἀλλὰ μόνον διαφορὰν κολάσεως. Καὶ τὸ ὀλίγον ἄρα κακὸν <ἐν τούτοις> οὐ ποιήσει κόλασιν, ἀλλὰ μόνον διαφορὰν ἀπολαύσεως. Οὐκ ἄρα πῦρ καθαρτήριον νομιστέον.