Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες εἰς τὸν ἅγιον Ἰάκωβον τὸν Πέρσην

Μᾶρκος ὁ Εὐγενικός

Κανών Ιωάννου του Ευγενικού: Ωδές ζ΄-θ΄

Ολοκλήρωση του δεύτερου κανόνα, με έμφαση στην υπομονή του μάρτυρα, σύγκριση του μαρτυρίου του με το πάθος του Χριστού και καταληκτήριες ικεσίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 6 από 6

ᾠδὴ ζʹ. Θεοῦ συγκατάβασιν. Ὑπάρξας λαμπρότατον καὶ χρυσαντινοβολοφεγγόφωτον ἄστρον σύμπασαν κτίσιν καταγλαΐζεις τοῖς θαύμασιν ἐκ μετεώρου ἱεραῖς πρεσβείαις σου ἀνατολῆς νοητῆς ἐξορμηθεὶς τοῦ Χριστοῦ.

Μελῶν τὴν ἀφαίρησιν καθυπομείνας καρτερικώτατα ἀοράτως τῇ θείᾳ ἐνδυναμούμενος χάριτι τῶν γερῶν καὶ στεφάνων ἔτυχες ἐν οὐρανοῖς τῇ σεπτῇ τοῦ ἀθλοθέτου χειρί. Ναὸν κατεσκεύασας ἡγιασμένον σαυτὸν τῷ κτίστῃ Θεῷ τὰ δὲ μέλη ὡς θῦμα τερπνόν, εὐῶδες καὶ ἱερώτατον τελειωθέντα βαφαῖς ταῖς ἐξ αἵματος καὶ ταῖς πικραῖς ἐκτομαῖς καλλωπισθέντα λαμπρῶς.

Οὐδὲν τῶν γηΐνων σου τῆς ἱερᾶς ψυχῆς τὸ στερέμνιον ὑπερίσχυσε, μάρτυς ἀλλὰ στερρός, εὐθαρσής, ἀνένδοτος ὑπὲρ τὴν φύσιν ἵστασο φαινόμενος καὶ μεληδὸν τοῖς ἀνόμοις ἐκτεμνόμενος. {θεοτοκίον} Ναός σε καὶ τράπεζα καὶ στάμνος, Κόρη, καὶ ῥάβδος καὶ κιβωτὸς κατασκιαζομένη τοῖς Χερουβὶμ προετύπουν σε γενησομένην τοῦ Θεοῦ λοχεύτριαν μυστικῶς, ὡς προεῖπον οἱ προφῆται Θεοῦ.

ᾠδὴ ηʹ. Ἑπταπλασίως κάμινον. „Ἰδοὺ νῦν σοὶ προκείμενον τὸ ἐμὸν σῶμα πάρεστι πᾶν τὸ βουλητέον ἐν αὐτῷ ἐκπλήρωσον“ πρὸς τύραννον ἔλεγε μάρτυς ὁ καρτερόψυχος „οὐδ’ εἰ δυνατὸς γὰρ θανατῶσαι ὑπῆρχες πολλάκις, μυριάκις ἀπειράκις ἀπείρους θανάτους ἐχωρίσθην ἀγάπης τοῦ Χριστοῦ μου“.

Σωτὴρ αἷμα τὸ ἴδιον ὑπὲρ δούλων ἐξέχεεν ὑπὲρ κατακρίτων, ὁ κακίας ἄγευστος σὺ δὲ τὸ μακάριον πάθος αὐτοῦ μιμούμενος τὸ διὰ σταυροῦ τοῦ τῶν ἁπάντων δεσπότου ἐξέχεας τὸ αἷμα μεληδὸν κατεκόπης ὡς δένδρον ἐθερίσθης ὡς κλῆμα κατετμήθης.

Σύμπασα κτίσις ἔφριττεν ἐν σταδίῳ ὁρῶσά σε οὐρανόθεν ἄγγελοι, ἐκ γῆς δὲ ἄνθρωποι πῶς ὥσπερ ἀσώματος πρὸς τὴν τομὴν καὶ ἄψυχος ἔστης τῶν μελῶν σου, καρτερόψυχε μάρτυς ἀδάμαντα καλέσω ἀλλὰ σίδηρον ὄντως ἀλλ’ ἄκμων, ἀλλὰ ταῦτα δίχα πνοῆς ὑπάρχει.

Τὴν πονηρὰν δεξάμενος ὁ προπάτωρ τοῦ ὄφεως καὶ τῆς γυναικὸς τῆς ἑαυτοῦ εἰσήγησιν μακρὰν ἐξωστράκισται τοῦ παραδείσου τοῦ τῆς τρυφῆς σὺ δὲ τοῖς ποικίλοις δελεάσμασι, μάρτυς τυράννου ψυχοφθόρου ὑπαχθεὶς πρὸς ὀλίγον γνησίως ἀνωρθώθης ὡς νουνεχὴς καὶ σώφρων. {θεοτοκίον} Ἱλεουμένη, Πάναγνε τὸν υἱόν σου καὶ Κύριον ταῖς ὑπὲρ ἡμῶν σου μητρικαῖς δεήσεσι μὴ παύσῃ δεόμεθα σὲ γὰρ ἐλπίδα ἔχομεν τεῖχος ὀχυρόν τε καὶ φρουράν, Θεοτόκε ψυχῆς παραμυθίαν θυμηδίαν καρδίας ἐλέους θησαυρόν τε καὶ τῶν καλῶν ἑστίαν.

ᾠδὴ θʹ. Ἐξέστη ἐπὶ τούτῳ. Ἐσπάραξαν λεόντων αἱ ἀκωκαὶ ἀτιθάσων θηρίων πανάγιον καὶ ἱερὸν σῶμα Ἰγνατίου τοῦ θαυμαστοῦ σοῦ δέ, μαρτύρων καύχημα δήμιοι παράνομοι ἀπηνῶς μαχαίραις ἅπαν μέλος κατέκοψαν ἀγρίως καὶ ζῶα ὄντες φύσει ἥμερα.

Φωστῆρας μὲν ἡ κτίσις εἶδε πολλοὺς ὡς ζωῆς λόγον ὄντως ἐπέχοντας ἐπὶ τῆς γῆς ὡς σὲ δέ, μαρτύρων ἡ καλλονὴ καὶ τοὺς λαμπροὺς ἀγῶνάς σου καὶ φρικώδεις οὕσπερ ἀθλητικῶς ἀνέτλης καὶ προθύμως οὐκ εἶδεν οὐδὲ ᾔδει ὑπὲρ γὰρ φύσιν ἦν τὸ δρώμενον.

Ὢ θεία καὶ ἁγία μοι κορυφὴ τοῖς λοιποῖς ἡ τμηθεῖσα σὺν μέλεσι ξίφει πικρῷ καὶ συναρμοσθεῖσα τῇ κεφαλῇ πάντων Θεῷ τῷ κτίστῃ σου φιλανθρώπως ἔπιδε ἐπ’ ἐμοὶ τῷ εὐτελεῖ σου δούλῳ καὶ χάριν οὐρανόθεν ἀντικατάπεμψον πρεσβείαις σου.

Κατέχων ἱκετήρια πρὸς Θεὸν αἱματόφυρτα μέλη σου πάναγνα ὡς συμπαθὴς Χριστοῦ φιλανθρώπου τε μιμητὴς ὑπὲρ ἡμῶν ἱκέτευε δοῦναι τὴν εἰρήνην κόσμῳ παντὶ γαλήνην ἐκκλησίαις τοῖς βασιλεῦσι νίκας καὶ σωτηρίαν τοῖς τιμῶσί σε.

Οὐδέν τι κἂν πολύπλοκόν σοι σειρὰν Ἰδιαίτατα πλέξω, Ἰάκωβε Ὥσπερ τῶν σῶν Ἄξιον ἐπαίνων ὡς ἀληθῶς Νῦν εὐτελὴς ἐνδείξομαι Νοὸς γὰρ ὑπάρχει ἀγγελικοῦ ἐγχείρημα τοιοῦτον Ἡ σή τε ὑμνῳδία Σαφῶς τοιαύτης δεῖται φύσεως. {θεοτοκίον} Σελήνη τοῦ ἡλίου τοῦ νοητοῦ σελασφόρον ἀμάρυγμα πέμπουσα κόσμῳ παντὶ Ἀκτῖνά σου θείαν καὶ ἐν ἐμοὶ Μῆτερ Θεοῦ, κατάπεμψον Ἡ ἀσφαλεστάτη γὰρ τῶν πιστῶν καὶ σκέπη καὶ προστάτις Νῦν καὶ ἐν τῷ αἰῶνι σὺ ἀληθῶς ὑπάρχεις δέσποινα.