Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι
Κανόνες και ακολουθία στην αγία Θεοδοσία
Παρακλητικοί και ευχαριστήριοι ύμνοι προς την οσιομάρτυρα Θεοδοσία, με αναφορές στη θαυματουργική θεραπεία του πατριάρχη Ιωσήφ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κανόνες και ακολουθία στην αγία Θεοδοσία
Παρακλητικοί και ευχαριστήριοι ύμνοι προς την οσιομάρτυρα Θεοδοσία, με αναφορές στη θαυματουργική θεραπεία του πατριάρχη Ιωσήφ.
Κανὼν παρακλητικός τε καὶ χαριστήριος εἰς τὴν ἁγίαν ὁσιομάρτυρα καὶ θαυματουργὸν Θεοδοσίαν ἐπὶ τῇ τῶν ποδῶν ἀναρρώσει τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου κυροῦ Ἰωσήφ, μετρίως μὲν παρ’ αὐτῆς δεδομένῃ, μείζονι δὲ καὶ τελείᾳ προσδοκωμένῃ, οὗ ἡ ἀκροστιχίς· Θευδοσίην ἰάτειραν λυσιμελέων ἀναμέλψω, Μάρκος. ᾨδὴ πρώτη. Ἦχος αʹ. Σοῦ ἡ τροπαιοῦχος δεξιὰ Θεὸς ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ θησαυρὸς τῶν χαρίτων ἀκένωτος δόσιν ἀξιόθεον, Θεοδοσία, τοῖς πιστοῖς σε δέδωκε, δόσει ἰαμάτων παντοίας νόσους καθαίρουσαν.
Ἐν πόνοις τὸ πρὶν ἀσκητικοῖς τὴν τῆς σαρκός σου στολήν, καλλιπάρθενε, στύψασα, τὸ δεύτερον μαρτυρικοῖς ἐν αἵμασιν ἐφοίνιξας· ὅθεν σωτηρίου ἡμῖν ἱμάτιον πρόκειται. Ὑμνεῖν σου βουλόμενος ἀεὶ τὴν πελαγίζουσαν χάριν τὰ θαύματα, δέομαι τοὺς πόδας μου, Θεοδοσία, στῆσον ἐν εὐθύτητι, ὅπως ἀναγγείλῃ τὸ στόμα μου τὰς αἰνέσεις σου.
Δόξα τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ βοήσωμεν πνεύματι, τῷ ὑπερδοξάσαντι Θεοδοσίαν τοῖς ἀπείροις θαύμασιν, ἣ τὸν ποιμενάρχην ἡμῖν ἀρτίπουν ἀπέδωκεν. Θ. Ὁ μέγας τῷ ὄντι βασιλεὺς τὴν ἡμετέραν μορφὴν νυμφευσάμενος, ἐκ σοῦ, θεονύμφευτε, χορὸν παρθένων ἤνεγκεν ὀπίσω σου, ὧν Θεοδοσία διπλαῖς ἐξάρχει ταῖς χάρισιν.
ᾨδὴ τρίτη. Στερεωθήτω ἡ καρδία μου Στερεωθείσης τῆς καρδίας σου ἐν Κυρίῳ, μάρτυς πανεύφημε, τὴν ὑπερήφανον ὀφρὺν τοῦ τυράννου κατήνεγκας, ὅθεν πάντῃ παρειμένας μου τὰς βάσεις στερέωσον. Ἵνα γνωρίσῃ τῆς χρηστότητος ἑαυτοῦ τὸν πλοῦτον ὁ Κύριος, σκεῦος ἐλέους χορηγόν, ἰατρεῖον ἀδάπανον ἐδωρήσατο ἡμῖν, ὁσιομάρτυς, τὸ σῶμα σου.
Ἡ ἐφιζάνουσα τοῖς μέλεσι τοῖς σεπτοῖς σου χάρις τοῦ πνεύματος ὀσμὴν ἡδεῖαν ἀποπνεῖ, ῥῶσιν ἄφθονον δίδωσι, παραλύτους ἐπισφίγγει καὶ χωλοὺς ἀναρρώνυσιν. Ναῷ τῷ θείῳ προσιόντα σου θερμοτάτῃ πίστει, πανεύφημε, τὸν ποιμενάρχην τὸν κλεινὸν τῆς μεγάλης σου πόλεως δεῖξον ὅλον ὑγιῆ καὶ τοῖς ποθοῦσιν ἀπόδος ἡμῖν.
Θ. Ἰδίῳ αἵματι φοινίξασα τὴν τῆς παρθενίας ὡραίαν στολήν, Θεοδοσία ἡ σεπτὴ προσηνέχθη ὀπίσω σου τῷ μεγάλῳ βασιλεῖ καὶ τῷ σῷ υἱῷ, μητροπάρθενε.
ᾨδὴ τετάρτη. Ὄρος σε τῇ χάριτι τῇ θείᾳ κατάσκιον Ἄρρενα τὸν νοῦν ἐν γυναικείῳ τῷ σώματι καὶ τὴν καρδίαν εὐθαρσῆ πεπλουτηκυῖα, τὸν θρασὺν ὑβριστὴν κατέρραξας τῆς τοῦ Χριστοῦ εἰκόνος, ἧς ὑπερήθλησας, ἐμὲ δὲ ταύτην τιμῶντα ἀνόρθωσον.
Τάγμασι παρθένων καὶ μαρτύρων ἐμπρέπουσα καὶ παρεστῶσα τῷ Θεῷ, θεοπαρόχους δωρεὰς τῶν θείων ἰάσεων θεοπρεπῶς τοῖς προσιοῦσι κατάπεμψον, Θεοδοσία, τῷ θείῳ λειψάνῳ σου. Ἔρωτι τῷ θείῳ τετρωμένη, ὀπίσω σου διακαῶς ἀκολουθεῖν εἰς τὴν τοῦ μύρου σου ὀσμήν, Χριστέ, ᾑρετίσατο Θεοδοσία ἡ παρθένος καὶ μάρτυς σου, διὸ ἀξίως αὐτὴν ἐθαυμάστωσας.
Ἵνα τῷ λαῷ σου καὶ τῇ πόλει ἱλάσκηται τὸν ἐλεήμονα Θεὸν ἁγναῖς θυσίαις καὶ εὐχαῖς, δεῖξον ὑγιαίνοντα καὶ τοῖς ποσὶν ὁλοτελῶς ἐπιβαίνοντα τὸν ἱεράρχην τὸν μέγαν, ἀοίδιμε. Θ. Ῥέουσι χρηστότητος ἀένναοι ῥύακες καὶ συμπαθείας ὀχετοὶ διηνεκεῖς ἐκ σοῦ, ἁγνή·
Θεὸν γὰρ ἐγέννησας, τὸν φυσικῇ καὶ ἀϊδίῳ χρηστότητι τοῖς δεομένοις ἀεὶ ἐπινεύοντα.
ᾨδὴ πέμπτη. Ὁ φωτίσας Ἀναστρέψας τὴν σὴν δέρην ἀγρίως ὁ φόνιος, εἰσελαύνει κριοῦ κέρας αὐτοῦ που προκείμενον, ἀλλ’ ἡμῖν γεγένηται τῆς Ἀμαλθείας τοῦτο κέρας καὶ δι’ αὐτοῦ πλουτιζόμεθα. Νέαν ἄλλην κολυμβήθραν πεντάστωον ἔχομεν τὸν ναόν σου, οὐ καθ’ ἕνα, πολλοὺς δὲ ἰώμενον, ὅθεν κἀμοὶ δώρησαι τὴν χάριν, μάρτυς, τῆς ὑγείας καὶ παρειμένον ἀνόρθωσον.
Λελυμένην τὴν ἰσχὺν τῶν μελῶν μου στερέωσον, ἡ τὴν πλάνην τῆς ἀθέσμου αἱρέσεως λύσασα, καὶ τοῖς σοῖς παθήμασι τὰ πάθη πάντα τῆς σαρκός μου καὶ τῆς ψυχῆς ἀποδίωξον. Ὑπερτάτην μαρτυρεῖ σοι τὴν θείαν ἐνέργειαν ἱεράρχης ὁ κλεινὸς τῆς ἐνδόξου πατρίδος σου, ὃν ἀρτίπουν ἔδειξας, Θεοδοσία, παραδόξως τὰ χαριστήρια θύοντα.
Θ. Σὲ λιμένα σωτηρίας καὶ τεῖχος ἀκράδαντον, θεοτόκε, οἱ πιστοὶ κεκτημένοι σωζόμεθα καὶ σὺν σοὶ τὴν μάρτυρα Θεοδοσίαν εὐμοιροῦμεν, ὑπὲρ ἡμῶν συμπρεσβεύουσαν.
ᾨδὴ ἕκτη. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος Ἰδοῦσα μου τὴν κάκωσιν, πανεύφημε, τοῦ ταλαιπώρου σώματος, τοῦ χυμοῖς συμπεπλεγμένου ῥυπαροῖς καὶ ταῖς ἐναντίαις μαχομένου ῥοπαῖς, ἐπισκοπῇ τοῦ σοῦ ἐλέους δός μοι τὴν ἴασιν.
Μακρύνασα τὸν νοῦν παντοίας σχέσεως τοῦ κόσμου καὶ ἐφέσεως, συνηρμόσθης τῷ νυμφίῳ τῶν ψυχῶν δι’ ἁγιωσύνης καὶ ἀθλήσεως, παρ’ οὗ καὶ νῦν τὴν τῶν θαυμάτων χάριν πεπλούτηκας. Ἐμάστιξεν ὁ ἀπηνής σε τύραννος, δημίους περιέστησε καὶ βαθείας ἀνεστόμωσε πληγὰς καὶ κρουνοὺς αἱμάτων ἐπεξέχεεν, ἀλλὰ πηγαὶ θαυμάτων οὗτοι ἡμῖν γεγόνασιν.
Λαὸς ὁ σὸς πιστῶς σε λιτανεύομεν, τὰ πρόβατα τῆς μάνδρας σου τῆς μεγάλης ταύτης πόλεως, σεμνή, ῥῶσον τὸν ποιμένα καὶ ἀπόδος ἡμῖν, ἵνα εὐχαῖς ὁσίαις πόρρω τοὺς λύκους ἀποσοβῇ. Θ. Ἐλέησον, ἐλέησον, ἐλέησον, ἐλέησον με, Κύριε, τοῦ ἐλέους ὁ Θεὸς ταῖς ἱεραῖς πρεσβείαις τῆς σῆς μητρός, φιλάνθρωπε, καὶ σὺν αὐτῇ Θεοδοσίας τῆς ἀθλοφόρου σου.
ᾨδὴ ἑβδόμη. Σὲ νοητὴν Ὢ τῆς πολλῆς τῶν ἁγίων χάριτος, ὢ τεραστίων ἐκπλαγῶν, ὅτι σῶμα νεκρὸν ξηρὸν βρύει τὰ ἰάματα, λύει τὰ νοσήματα καὶ φυγαδεύει παθήματα Θεοδοσίας τῆς θείας, Χριστοῦ παρθενομάρτυρος.
Ναὸς ὁ σὸς ἰατρεῖον ἄμισθον, ἐν ᾧ τυφλοὶ βλέπουσι φῶς καὶ βαδίζουσιν οἱ χωλοὶ καὶ κωφοὶ ἀκούουσι καὶ λαλοῦσιν ἄλαλοι καὶ παρειμένοι συσφίγγονται, Θεοδοσία, μαρτύρων Χριστοῦ τὸ ἐγκαλλώπισμα. Ἀδυνατῶ στῆναι καὶ προσεύξασθαι τῇ σωτηρίῳ σου σορῷ, βασταζόμενος δὲ τεθεὶς φόρτος ὥσπερ ἄψυχος καὶ προκυλινδούμενος τῶν σῶν ποδῶν, ἱκετεύω σε, Θεοδοσία, τοὺς πόδας μου στῆσον ἐν εὐθύτητι.
Νέαν ἡμῖν χάριν ἐπρυτάνευσεν ἡ ἀθλοφόρος τοῦ Χριστοῦ τὸν ποιμένα γὰρ τὸν καλόν, τοῖς ποσὶν ἀκίνητον χρόνιον γενόμενον, βραχεῖ τῷ χρόνῳ ἀνέρρωσε καὶ δι’ αὐτοῦ τὴν πατρίδα χαρᾶς ὅλην ἐπλήρωσεν. Θ. ᾎσμα καινὸν τῷ Κυρίῳ ἄσωμεν, ὅτι τὴν ποίμνην ἑαυτοῦ καὶ τὴν πόλιν τὴν εὐκλεῆ ταύτην παραδέδωκε φυλάττειν ἀλώβητον Θεοδοσίᾳ τῇ μάρτυρι καὶ πρὸ αὐτῆς τῇ ἰδίᾳ μητρὶ ὁ ὑπεράγαθος.
ᾨδὴ ὀγδόη. Ἐν καμίνῳ παῖδες Ἰσραὴλ Μακαρίζομέν σε οἱ τῆς σῆς οἰκήτορες πατρίδος, εἰς πᾶσαν τὴν οἰκουμένην τὰ θαυμάσια τὰ σὰ περιαγγελόμενα καθορῶντες καὶ πανταχόθεν συρρέοντα τὰ πλήθη τῶν προσδεομένων τῆς σῆς ἐπικουρίας.
Ἐλαίῳ πλουσίῳ τὴν φαιδρὰν ἀνάψασα λαμπάδα τῆς ἄκρας ἁγιωσύνης, τῷ νυμφίῳ σου Χριστῷ εἰς τὰ ἐπουράνια συνεισῆλθες καὶ παρ’ αὐτοῦ τοῖς νοσοῦσιν ἐπιστάζεις ἔλεος καὶ ῥῶσιν ὡς ἐκ πηγῆς ἀφθόνου. Λελυμένος ἄρθρα τῶν ποδῶν, τῇ γῇ προσερριμμένος, οὐκ ἄργυρον, οὐ χρυσίον ἐρωτῶ λαβεῖν ἐκ σοῦ, παρθένε πανεύφημε, ὃ δὲ ἔχεις, τοῦτο μοι δός, ἐν ὀνόματι Κυρίου «ἔγειραί», μοι φράσον εὐτόνως, «περιπάτει».
Ψάλλομέν σοι ὕμνους ἐμμελεῖς, σεμνή, χαριστηρίους, τὸν μέγαν ἀρχιερέα, τὸν ποιμένα τὸν καλὸν ὁρῶντες βαδίζοντα παραδόξως· ἀλλὰ τελείαν αὐτῷ τὴν εὐρωστίαν δός, ὡσὰν καὶ ἔτι προθύμως σε ὑμνοῦμεν. Θ. Ὡς τεκοῦσα πάντων τῶν καλῶν τὸ πλήρωμα, παρθένε, ταῖς θείαις καλλοποιίαις καλλωπίζεις τοὺς εἰς σὲ πίστει καταφεύγοντας καὶ τῇ θείᾳ Θεοδοσίᾳ καλλύνειν ἐπιτρέπεις τοὺς ἐκ νοσημάτων σφοδρῶν κεκακωμένους.
ᾨδὴ ἐνάτη. Τύπον τῆς ἁγνῆς λοχείας σου Μέγας ἀληθῶς ὁ Κύριος καὶ ἡ ἰσχὺς αὐτοῦ μεγάλη καὶ σύνεσις, ὅτι γύναιον ἐν ἀσθενείᾳ τοῦ σώματος τὸν ἀρχέκακον ὄφιν κατέρραξε καὶ τοὺς κατερραγμένους ἐπανορθοῦν χάριν ἐδέξατο.
Αἴρων ὀφθαλμοὺς τοῦ σώματος καὶ τῆς ψυχῆς πρὸς σέ, τὸν μόνον φιλάνθρωπον, τὸν ἀριστοτέχνην ἰατρὸν τῶν ψυχῶν ἡμῶν καὶ σωμάτων, αἰτοῦμαι τὴν ἴασιν πρεσβείαις τῆς ὁσίας καὶ πανενδόξου ἀθλοφόρου σου. Ῥάβδῳ τῆς σῆς ἀντιλήψεως καὶ βακτηρίᾳ ἰσχυρᾷ παρακάλεσον τὸ συντεθλασμένον καὶ σαθρόν μου σωμάτιον καὶ τοὺς πόδας μου στήριξον, ἔνδοξε, καὶ εἰς ὁδὸν εἰρήνης βαδίζειν τούτους ἐνδυνάμωσον.
Κράτος τῇ σῇ πόλει δώρησαι, τοῖς βασιλεῦσι τὴν ὑγείαν συντήρησον, τοὺς ἐχθροὺς αὐτῶν ὑπὸ τοὺς πόδας ὑπόταξον, τὰ πολέμια ἔθνη ταπείνωσον, εἰρήνην τῷ λαῷ σου καὶ εὐθηνίαν ἐπιμέτρησον. Ὅλον ὑγιῆ ἀπέργασαι τὸν τῆς πατρίδος ἱερὸν ἀρχιποίμενα, τὸν πραότατον καὶ συμπαθῆ καὶ φιλόπτωχον καὶ πατέρα κοινὸν τοῦ πληρώματος παντὸς τοῦ χριστωνύμου, Θεοδοσία παμμακάριστε.
Θ. Στῆσον ἐπὶ πέτραν, ἄχραντε, τῆς σωτηρίας τοὺς ἐμοὺς πόδας δέομαι καὶ τὰ διαβήματά μου πάντα κατεύθυνον εἰς τὸ θεῖον τοῦ τόκου σου λόγιον, ἵνα σε μεγαλύνω ἀκαταπαύστως, παμμακάριστε.
Ἀκολουθία εὐχαριστήριος εἰς τὴν αὐτὴν ἁγίαν ὁσιομάρτυρα Θεοδοσίαν ἐπὶ τῇ παρ’ αὐτῆς θαυματουργηθείσῃ τῶν ποδῶν ἀναρρώσει τοῦ ἁγιωτάτου πατριάρχου κυροῦ Ἰωσήφ. Στιχηρά. Ἦχος δʹ. Ὁ ἐξ ὑψίστου κληθείς οὐκ ἀπ’ ἀνθρώπων Ἡ φερωνύμως Θεοῦ κληθεῖσα δόσις, ὅτε τὸ οὐράνιον πῦρ ἐπεφοίτησε τῇ φωτοφόρῳ καρδίᾳ σου, τὴν πρὸς τὸν κόσμον ἐξαναλίσκον σχέσιν τῆς φύσεως, τότε, παμμακάριστε, τὸν τοῦ Κυρίου σταυρὸν προθύμως ἄρασα ἔδραμες, ἀκολουθοῦσα τῷ διὰ σὲ σταυρὸν ὑπομείναντι, καὶ τοῖς ἱδρῶσι τῆς ἀσκήσεως λουσαμένη, τὸ σῶμα τὸ ἄσπιλον θείου μύρου δοχεῖον καὶ θαυμάτων κρήνην ἔδειξας.
Τῆς εὐσεβείας τῷ ζήλῳ πυρωθεῖσα, τυράννου πυρίπνοουν ὁρμὴν ἐφαύλισας καὶ τὸν ἐκείνου σπαθάριον κατατολμῶντα τῆς τοῦ Χριστοῦ εἰκόνος κατέρραξας· ἐντεῦθεν ἐχώρησας διὰ βασάνων πολλῶν καὶ τελευταῖον τῷ κέρατι ὥσπερ ἀρνίον σφαγιασθεῖσα, θῦμα εὐπρόσδεκτον τῷ ζωοδότῃ προσενήνεξαι εἰς ὀσμὴν εὐωδίας Χριστῷ τῷ Θεῷ, ἱλασμὸν τῶν πταισμάτων τοῖς τιμῶσι σε παρέχουσα.
Τῶν ἐν διπλῷ σου ἀγώνων τὰ βραβεῖα διπλᾶ χαριζόμενος ὁ μεγαλόδωρος καὶ τὸ πανάγιον σῶμα σου ὑπερδοξάζει τοῖς τῶν θαυμάτων θείοις χαρίσμασιν· ὅθεν, παναοίδιμε, τῆς ἐκκλησίας αὐτοῦ τὸν ἱερὸν ἀρχιποίμενα συμποδισθέντα χαλεπωτάτῃ νόσῳ παρέσεως ὡς εὐεργέτης ἀνωρθώσατο διὰ τῶν σῶν πρεσβειῶν δυσωπούμενος· ἀλλὰ φύλαττε ἔτι τὴν ζωὴν αὐτῷ μακραίωνα.
Ἕτερα. Ἦχος πλάγιος βʹ. Ὅλην ἀποθέμενοι Ὅλην ἀποστήσασα τῆς ὑλικῆς προσπαθείας, τὴν ψυχήν, πανεύφημε, πρὸς τὴν ὑπερκόσμιον τελειότητα καθαρῶς ὕψωσας καὶ τὸν νοῦν ἄχραντον πρὸς τὸ κάλλος τὸ ἀρχέτυπον ἐναπερείσασα καὶ θεοειδὴς χρηματίσασα, διέδωκας τῷ σώματι τὸν ἁγιασμὸν καὶ τὴν ἔλλαμψιν· ὅθεν ἐρασθείς σου τοῦ κάλλους ὁ δεσπότης Ἰησοῦς εἰς κοινωνίαν προσέλαβε τῆς αὐτοῦ ἀθλήσεως.
Θεόθεν δοθεῖσαν σοι τὴν τῆς εἰκόνος ἀξίαν ἀκραιφνῆ φυλάττουσα, πρὸς τὸ καθ’ ὁμοίωσιν ἀνελήλυθας, ἐναργεῖς φέρουσα χαρακτῆρας θείους· διὰ τοῦτο τοὺς ὑβρίζοντας τὴν τοῦ δεσπότου σου τιμίαν εἰκόνα κατῄσχυνας καὶ αἵματι ἀθλήσεως ἐπιρραντισθεῖσα φαιδρότερον ἔλαμψας· ἐντεῦθεν καὶ χάριν ἰαμάτων δαψιλῆ τῶν σῶν ἀγώνων ἀντίδοσιν ἔσχες εὐκλεέστατα.
Συντρέχουσι πάντοθεν τῶν ὀρθοδόξων τὰ πλήθη, ποταμῶν ἀένναα ῥεύματα μιμούμενοι, θεοδόξαστε, τὴν σεπτὴν λάρνακα, τὴν τὸ σὸν ἔχουσαν ζωηφόρον καὶ καλλίνικον σῶμα, προσπτύξασθαι καὶ τῆς ἐξ αὐτοῦ θείας χάριτος ἀφθόνου τῶν ἰάσεων καὶ τῶν θαυμασίων ἀρύσασθαι· οὓς προσδεχομένη τυχόντας, ὧν ἐδέοντο πιστῶς, πλήρεις χαρᾶς καὶ αἰνέσεως ἐκπέμπεις, ἀοίδιμε.
Μέγα καὶ παράδοξον ὁρῶντες σήμερον θαῦμα διὰ σοῦ γενόμενον, εὐχαρίστοις ὕμνοις σε μεγαλύνομεν· τῆς γὰρ σῆς πόλεως τὸν κλεινὸν ποιμένα καὶ προστάτην τοῦ πληρώματος τῶν ὀρθοδόξων πιστῶν, ὄντα πολὺν χρόνον ἀδύνατον τοὺς πόδας καὶ ἀκίνητον, πίστει προσπεσόντα ἀνώρθωσας, ὢ θείας ἰσχύος, καὶ πνεῦμα ζωτικὸν καὶ ἐνεργὲς τοῖς νεκρωθεῖσιν ἐνέπνευσας μέλεσι, πανεύφημε.
Ὁ κανών, οὗ ἡ ἀκροστιχίς· ᾨδὴν χαριστήριον ᾄδω σοι, μάρτυς, ὁ μοναχός Μάρκος. ᾨδὴ πρώτη. Ἦχος αʹ. ᾨδὴν ἐπινίκιον ᾨδὴν χαριστήριον ᾄδω σοι, μάρτυς, ὅτι παρειμένον με καὶ νεκρὸν ἔμψυχον, προσερριμμένον οἰκτρῶς ἀνώρθωσας ὡς συμπαθής, ἵλεων βλέψασα.
Δοξάζειν ὁ Κύριος ἐπηγγελμένος τοὺς αὐτὸν δοξάζοντας, ἐνεργῶς ἔδειξεν, ὃ ἐπηγγείλατο, πηγὴν ἰάσεων ἡμῖν σὲ δωρησάμενος. Ἡ μάρτυς ἡ ἔνδοξος, τῆς βασιλίδος τὸ θεῖον ἀγλάϊσμα, τὴν αὐτῆς πρόνοιαν ἐνδεικνυμένη ἀεί, τερατουργήμασι καινοῖς ἀναλαμβάνει ἡμᾶς.
Ναῷ τῷ κατέχοντι τὴν σεβασμίαν σορὸν τῶν λειψάνων σου προσελθών, ἔνδοξε, ὁ ποιμενάρχης ἡμῶν ἴασιν εὗρε θαυμαστήν, τῇ πίστει σύνδρομον. Θ. Χαρᾶς ἡμῖν πρόξενος ὡς δεξαμένη χαρὰν τὴν ἀΐδιον ἀληθῶς γέγονας, εὐλογημένη ἁγνή, διὸ συμφώνως ἐν χαρᾷ σὲ μεγαλύνομεν.
ᾨδὴ τρίτη. Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες ᾌσω τῷ Κυρίῳ πάντοτε ἔλεον καὶ κρίσιν, θύσω τῷ Θεῷ μου αἰνέσεως θυσίαν, ὅτι εἰσήκουσέ μου φωνῆς τῆς δεήσεως διὰ τῆς μάρτυρος αὐτοῦ καὶ παρειμένον ἀνωρθώσατο.
Ῥέων ὁ τῆς θείας χάριτος ποταμὸς πλουσίως, ἄρδει τῇ πλημμύρᾳ τῶν ξένων ἰαμάτων τὰ πέρατα τοῦ κόσμου καὶ πίνειν προτρέπεται τοὺς φλεγομένους ἐν δεινοῖς ὡς ἐκ πηγῆς τῆς σῆς τιμίας σοροῦ. Ἵνα τὴν ψυχὴν πανάμωμον Θεῷ παραστήσῃς, δέδωκας τὸ σῶμα ταῖς χαλεπαῖς αἰκίαις καὶ τέλει μαρτυρίου τὸν βίον ἐκόσμησας· διὸ σωμάτων καὶ ψυχῶν τὴν θεραπείαν ἐμπεπίστευσαι.
Στῶμεν ἐν τῷ οἴκῳ σήμερον, ἐν ᾧ ἡ μεγάλη μάρτυς τοῦ Κυρίου εὐδόκησεν οἰκῆσαι, καὶ ταύτην εὐχαρίστοις φωναῖς εὐφημήσωμεν, τὸν ἀρχιποίμενα ἡμῶν ἰασαμένην θείῳ νεύματι. Θ. Τάξεις ἀσωμάτων, δέσποινα, καὶ ἀνθρώπων γένη μίαν συμφωνίαν στησάμενοι, Θεοῦ σε δοξάζομεν, μητέρα, σὺν σοὶ καὶ τὴν μάρτυρα Θεοδοσίαν ἐν ᾠδαῖς ὡς εὐεργέτιν μεγαλύνοντες.
ᾨδὴ τετάρτη. Ἐν πνεύματι προβλέπων Ἡ νύμφη τοῦ Κυρίου καὶ μάρτυς τῶν αὐτοῦ παθημάτων, μέλαινα ὑπάρχω καὶ καλή, κατὰ τὸ ᾆσμα φησίν· ὅθεν ὁ νυμφίος ἠγάπησέ με καὶ ἐστήρισεν ἐν μύροις καὶ θαυματουργεῖν ἐδωρήσατο.
Ῥευμάτων ἐπηρείᾳ τοὺς πόδας παρεθεὶς καὶ σχεδὸν ἀκίνητος ὡς λίθος γεγονώς, ἐπὶ τῇ πίστει τῶν μεγάλων σου θαυμάτων ἕστηκα μέσος τῶν πρὸ τούτου βασταζόντων καὶ περιπατῶ μεγαλύνων σε. Ἰδίας ἀκρασίας τὸ πρόκριμα κοινὸν ἡ προμήτωρ ἔνεγκεν, αὐτὴ δὲ τῷ Χριστῷ δι’ ἐγκρατείας καὶ ἁγνείας ἀκροτάτης μέχρι θανάτου ὑπακούσασα, προθύμως κοινωνεῖς ἡμῖν τῶν χαρίτων αὐτοῦ.
Ὁ μέγας ἱεράρχης, ἡ θεία κορυφὴ τῶν ποιμένων ἅπασι γνωρίζει θαυμαστῶς τὸ μεγαλεῖον τῆς ξένης θαυματουργίας, ἣν ἐπεδείξω εἰς αὐτόν, μεγαλομάρτυς, ῥώσασα τὸν πρώην ἀκίνητον. Θ. Ναὲ Θεοῦ τοῦ ζῶντος, ὑπέρτιμε σκηνή, κιβωτὲ τῆς χάριτος, λυχνία χρυσαυγής, ἁγίασόν μου τὴν ψυχὴν καὶ δεῖξον οἶκον ἡτοιμασμένον τῷ υἱῷ σου καὶ δεσπότῃ εἰς ὑποδοχὴν, ὡς ὑπέσχετο.
ᾨδὴ πέμπτη. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Ἀνῆλθες εἰς οὐράνια σκηνώματα λαμπρῶς, νύμφη τοῦ Χριστοῦ πανακήρατος, ἐστολισμένη θείαις χάρισι καὶ ἰαμάτων μύρα προχέουσα πλουσίως. Δεσμὰ ποδῶν παρέσεως λυθεὶς διὰ τῆς σῆς, μάρτυς, πρὸς Θεὸν οἰκειότητος, ἀνακηρύττω σου τὸ ἔλεος καὶ διαγγέλλω πᾶσι τὴν σὴν θαυματουργίαν.
Ὡς ἔχουσα τὸ πέλαγος τῶν θείων οἰκτιρμῶν, μάρτυς, ἐξ αὐτοῦ τὰ ἰάματα τοῖς προϊοῦσι τῷ λειψάνῳ σου χύδην ἐπομβρίζεις εἰς δόξαν τοῦ Κυρίου. Στεφάνοις ἐγκωμίων σε κοσμεῖ περιφανῶς, ξένης ἀπολαύσας τῆς χάριτος τῶν σῶν θαυμάτων ὁ πραότατος ποιμήν καὶ προστάτης τῆς σῆς κληρονομίας.
Θ. Ὁ πρότερον τὸν ἄνθρωπον θανάτῳ παραδοὺς διὰ γυναικός, νῦν ἐμπνίγεται σεπτῶν γυναίων θείοις αἵμασι, ἀφ’ οὗ Χριστὸς ἐτέχθη ἐκ σοῦ, θεοκυῆτορ.
ᾨδὴ ἕκτη. Τὸν προφήτην Ἰωνᾶν Ἱερώτατον χορὸν συναθροίσας ἱερῶς, τῇ τιμίᾳ σου σορῷ παρεστώς, ἀνευφημῶ τὸ ἔλεος, ὃ μετ’ ἐμοῦ ἐποίησας, μάρτυς Χριστοῦ. Μακαρίως ἐπὶ γῆς τὸν ἀγῶνα τὸν καλὸν διανύσασα, σεμνή, τὸν οὐράνιον Θεὸν ἐδόξασας καὶ νῦν δοξάζεις τοῖς θείοις θαύμασιν.
Αἰνεσάτω ὁ λαὸς τῆς τῶν πόλεων μητρὸς τὸ καλλώπισμα αὐτῆς, τὴν προστάτιν τὴν ἐμήν, ὅτι καὶ νῦν θαυματουργίαν ξένην ἐπέδειξεν. Ῥάβδῳ θείας ἀρωγῆς τὸν ποιμένα τὸν καλόν ἐπεστήριξας, σεμνή, καὶ βαδίζειν εὐσταλῶς ὡς πρότερον εἰς τρίβους θείας ἐνεδυνάμωσας.
Θ. Τὴν μητέρα τοῦ Θεοῦ καὶ καλὴν ἐν γυναιξὶ περιΐστανται λαμπρῶς αἱ παρθένοι μετ’ αἰδοῦς καὶ θαύματος, σελήνην ὥσπερ ἀστέρες ἄδυτοι.
ᾨδὴ ἑβδόμη. Τῶν ἐν καμίνῳ παίδων σου, σωτὴρ Ὑπὸ τῆς σῆς χρηστότητος, Χριστέ, προβέβληται πᾶσιν ἰατρὸς θαυματουργὸς Θεοδοσία ἡ σεπτή, προσδεχομένη τοῖς δεινοῖς νοσήμασι καὶ ἀνιάτοις πολὺν χρόνον παλαίοντα.
Σφαγιασθεῖσα κέρατι κριοῦ ὡς ἄμωμον θῦμα προσηνέχθης τῷ Χριστῷ καὶ νοητῶν ἁμαρτωλῶν κέρατα πάντα συνθλάσασα, ὕψωσας τὸ τῶν δικαίων τῶν σῶν κέρας ἐν πνεύματι. Ὁ τοῖς ἐν γῇ ἁγίοις θαυμαστῶν, ὡς εἴρηκε, Κύριος καὶ σοὶ τὰ ἑαυτοῦ παρέσχεν ἔργα ἐκτελεῖν, ἐγὼ δέ, μάρτυς, οὐκ αἴρων τὸν κράββατον, ἀλλ’ εὐχαρίστοις φωναῖς τὴν χάριν ὁμολογῶν.
Μετὰ πολλῆς τῆς πίστεως αἰτῶν, οὐχ ἥμαρτε τῆς εἰς σὲ ἐλπίδος ὁ κλεινὸς καθηγεμών τε καὶ ποιμὴν τῆς οἰκουμένης· διό σε γεραίρομεν καὶ σὺν αὐτῷ εὐχαρίστως μεγαλύνομεν. Θ. Ὁ τοῦ Θεοῦ υἱὸς μονογενὴς εὐδόκησε σάρκα ἐκ παρθένου προσλαβεῖν, ἵνα τὰς νόσους τὰς ἡμῶν καὶ ἀσθενείας βαστάσῃ ὡς εὔσπλαγχνος καὶ τοῖς ἁγίοις αὐτοῦ θαυμαστωθῇ ἐπὶ γῆς.
ᾨδὴ ὀγδόη. Ὅν φρίττουσιν ἄγγελοι Ναὸς καθαρώτατος, Θεοῦ χωρητικός, ἀνάθημα ἔμψυχον, κειμήλιον σεπτόν, εὐῶδες ταμεῖον γενομένη, σεμνή, χάριν ἰαμάτων τοῖς προσιοῦσι πνέεις. Ἀσώματοι ἄγγελοι, Θεοῦ λειτουργικοί, τοῖς μέλλουσι σώζεσθαι διάκονοι ταχεῖς παρίστανται κύκλῳ τῆς τιμίας σοροῦ, ταῖς σαῖς ὑπουργοῦντες σεπταῖς θαυματουργίαις.
Χειρῶν προσδεόμενος ἑτέρων καὶ ποδῶν, προσῆλθον σοι, ἔνδοξε, καὶ νῦν ἀναρρωσθεὶς ἐλπίδος ἁπάσης ὑψηλότερον, ὕμνοις εὐχαρίστοις ἀνευφημῶ τὸ θαῦμα. Ὁ Κύριος ἔδειξε καὶ νῦν περιφανῶς ὁπόσον ἡ δέησις ἐστὶν ἡ ἐνεργής, τὸν θεῖον ποιμένα ἰασάμενος διὰ τῆς ἐνδόξου καὶ θείας ἀθλοφόρου.
Θ. Συσσείσασα πνεύματι βιαίῳ τοὺς ἐχθροὺς τῆς ποίμνης σου, δέσποινα, κατάβαλε πρὸς γῆν, αὐτὴν δὲ ἀνύψου καὶ διάσῳζε ταῖς τοῦ ποιμενάρχου εὐχαῖς εἰς τοὺς αἰῶνας.
ᾨδὴ ἐνάτη. Τὴν ζωοδόχον πηγήν τὴν ἀένναον Μετὰ πασῶν τῶν ἀΰλων δυνάμεων καὶ τῶν ἁγίων ἁπάντων ἱκέτευε τὸν τῶν ὅλων Κύριον, ἀθλοφόρε ἔνδοξε, συντηρηθῆναι ἀεὶ τῇ σῇ πατρίδι τὴν εἰρηναίαν κατάστασιν ἄληκτον.
Ἀποθεμένη τὴν πρῴην κατήφειαν, ἀναλαβοῦσα φωνὴν χαριστήριον ἡ Χριστοῦ γεραίρει σε ἐκκλησία σήμερον, Θεοδοσία σεμνή, τῷ ποιμενάρχῃ τῆς δωρηθείσης ὑγείας συγχαίρουσα. Ῥητορευόντων πολύφθογγα στόματα καὶ φιλοσόφων ἐνθέων νοήματα δεῦτε, εὐφημήσατε, τοῦ Χριστοῦ τὴν μάρτυρα, ὅτι τὸν μέγαν αὐτοῦ ἀρχιερέα θαυματουργήσασα ξένως ἰάσατο.
Κατὰ τὸ μέγα σου ἔλεος, Κύριε, τὸ εἰς ἐμὲ γεγονός, μεγαλύνω σε, ὅτι μεγαλεῖα μοι θαυμαστὰ ἐποίησας καὶ παρειμένον δεινῶς <––––ʹ> διὰ τῆς μάρτυρος σοῦ ἐπεστήριξας. Ὁ τοῦ Θεοῦ ἱεράρχης ὁ μέγιστος, τῆς ἐκκλησίας ὁ θεῖος διάκοσμος, ὁ πολὺς τὴν σύνεσιν καὶ παντοίαις χάρισι τῶν ἀρετῶν ἐκπρεπὴς καὶ τῆς παρούσης εὐχαριστίας ὑπάρχει ὑπόθεσις.
Θ. Σιὼν ἁγία, Θεοῦ πόλις ἔμψυχε, τὴν βασιλίδα τῶν πόλεων φύλαττε, ταῖς εὐχαῖς καὶ δάκρυσι καμπτομένη, δέσποινα, τοῦ προστατοῦντος αὐτῆς καὶ ἐν κινδύνοις χαλεπωτάτοις αὐτῇ συμπονήσαντος.
Ἕτερος κανών, οὗ ἡ ἀκροστιχίς· Στέφει χαρίτων πατριάρχης σε στέφει, Θεοδοσία, Ἰωσήφ. ᾨδὴ πρώτη. Ἦχος πλάγιος δʹ. Ἁρματηλάτην Φαραὼ ἐβύθισε Σὺν ἀσωμάτοις νοεραῖς δυνάμεσι καὶ τῶν ἁγίων χοροῖς τῷ τοῦ Θεοῦ θρόνῳ παρεστῶσα, ἔνδοξε, τοῖς ἐπὶ γῆς ὑμνοῦσι σε τῶν ψυχῶν καὶ σωμάτων τὴν θεραπείαν κατάπεμψον, δόσις τοῦ Θεοῦ ἡ φερώνυμος.
Τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσασα καὶ τῶν παθῶν τῆς σαρκὸς ἀθλητικοῖς πόνοις ἀνδρικῶς κρατήσασα, τὸ τῆς ψυχῆς θειότερον συνεκίνησας ὅλον πρὸς τὸν οὐράνιον ἔρωτα καὶ θεοειδὴς ὅλη γέγονας. Ἐνεργουμένη τοῦ Θεοῦ ἡ δύναμις ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ δι’ ἐμοῦ πᾶσι θαυμαστῶς γνωρίζεται· ὡς γὰρ ὁ πρὶν παράλυτος οὐ τὸν κράββατον ἄρας, ἀλλὰ φωνὴν χαριστήριον πᾶσι διαγγέλλω τὴν ἴασιν.
Φερωνυμίᾳ θεοσδότου κλήσεως λαμπρυνομένη, σεμνή, τὸν ἐκ Θεοῦ πᾶσι δεδομένον πρόβολον, ἀρχιερέα μέγιστον, συμπτωθέντα τῇ νόσῳ θείᾳ δυνάμει ἀνώρθωσας· ὅθεν εὐχαρίστως ὑμνοῦμεν σε. Θ. Ἐκ τῆς πλευρᾶς ἡ γενομένη πρότερον τοῦ πρωτοπλάστου Ἀδὰμ τὸν παγγενῆ πᾶσι θάνατον εἰσήγαγε, ἡ δὲ παρθένος ὕστερον, τοῦ Ἀδὰμ τοῦ δευτέρου φανεῖσα μήτηρ, εἰσήνεγκε τὴν ἀθανασίαν τῷ γένει ἡμῶν.
ᾨδὴ τρίτη. Ὁ στερεώσας κατ’ ἀρχὰς Ἵνα τὸν βίον εὐκλεῶς τῷ μαρτυρίῳ σφραγίσῃς, πυρωθεῖσα τὴν ψυχὴν θείῳ ζήλῳ, τοὺς ἀτόπους ὑβριστὰς τῆς τοῦ Θεοῦ σαρκώσεως καὶ τῆς αὐτοῦ εἰκόνος βολαῖς ἐλέγχων κατέτρωσας.
Χάριν ἰάσεων ἡμῖν ἀναπηγάζει πλουσίως ἡ τιμία σου σορὸς τῶν λειψάνων, εὐωδίαν θαυμαστὴν ἐνθέως ἀναδίδωσι, ζῆν ἐν Κυρίῳ πείθει τοὺς δι’ αὐτὸν μαρτυρήσαντας. Ἀγαλλιᾶσθε σὺν ἐμοί, ἡ τῶν πιστῶν ἐκκλησία· μεγαλύνωμεν τὸν Κύριον ἅμα, ὅτι δώρημα κοινὸν, πηγὴν καινῶν ἰάσεων Θεοδοσίαν πᾶσιν ὡς ἀγαθὸς ἐδωρήσατο.
Ῥεῦμα βιαίως ἐνεχθὲν τὸν ἀπερίτρεπτον στύλον τῆς μεγάλης τοῦ Χριστοῦ ἐκκλησίας συνεπόδισε δεινῶς, ἀλλ’ ὑποσχοῦσα τάχιον τὴν κραταιάν σου χεῖρα πάλιν αὐτὸν ἐπηνώρθωσας. Θ. Ἱερωσύνης τῆς καινῆς τὸν ἀρχηγὸν συλλαβοῦσα καὶ τεκοῦσα, Θεοτόκε παρθένε, μυστηρίων ἀρχηγὸς τοῖς ἱεράρχαις γέγονας, θεωρημάτων πλοῦτος καὶ ἐγκωμίων ὑπόθεσις.
Κάθισμα. Ἦχος πλάγιος δʹ. Τὴν σοφίαν καὶ λόγον ἐν σῇ γαστρὶ Τῶν θαυμάτων τὴν χάριν παρὰ Θεοῦ δεξαμένη πλουσίως, μάρτυς Χριστοῦ, πλημμύραις ἰάσεων πελαγίζεις τὰ πέρατα καὶ τῶν νοσούντων λύεις παθήματα χρόνια καὶ χαλεπὰς πηρώσεις σωμάτων, ἀοίδιμε· ὅθεν ἐπαξίως τὴν ἁγίαν σορόν σου κυκλοῦντες, δοξάζομεν τὸν ἐν σοὶ δοξασθέντα Θεόν, Θεοδοσία πανεύφημε· «πρέσβευε αὐτῷ ἐκτενῶς τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι <τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου>».
ᾨδὴ τετάρτη. Σύ μου, Χριστέ, Τὴν τοῦ Χριστοῦ θείαν εἰκόνα προσβλέπουσα καὶ δοκοῦσα τούτῳ διατρίβοντι ἐπὶ τῆς γῆς διὰ τῆς σαρκὸς ὡς αἱ μυροφόροι διακονεῖν καὶ προσφθέγγεσθαι, τὸν ταύτης καθαιρέτην ὡς αὐτοῦ ἀναιρέτην ζήλῳ θείῳ θανάτῳ παρέδωκας.
Ὥσπερ ποτὲ τοῖς ἀποστόλοις ὁ Κύριος, ἔτι ζῶσι, σοὶ καὶ μετὰ θάνατον, θαῦμα φρικτόν, ἔδωκεν ἰσχὺν νόσους θεραπεύειν, νεκροὺς ἐγείρειν τοῖς μέλεσι, δαιμόνια ἐκβάλλειν καὶ λεπροὺς καθαρίζειν δωρεάν τε διδόναι ὡς ἔλαβες.
Νέον ἡμῖν εὐαγγελίου παράλυτον ἡ ὁσία μάρτυς ἐθεράπευσεν· ὡς γὰρ ἐκεῖνος καὶ νῦν αὐτὸς ὡς ὑπὸ τεσσάρων αἰρόμενος προσενήνεγμαι δεήσεως ἐλπίδος, πίστεως καὶ ἀγάπης, διὸ ἤκουσα θᾶττον τὸ «ἔγειραι». Προφητικὴ φωνὴ προήγγειλε πόρρωθεν τῶν θαυμάτων τὴν μεγαλειότητα, τῶν προϊόντων ἐκ τῆς σοροῦ τῆς σῆς, ἀθλοφόρε· τότε ἁλεῖται ὡς ἔλαφος χωλὸς καὶ μογγιλάλων, τρανωθήσεται γλῶττα καὶ Θεὸς ἐπὶ γῆς δοξασθήσεται. ᾎσμα καινὸν ἡ ἐκκλησία προσᾴδει σοι, τὸν ποιμένα βλέπουσα ὡς πρότερον, Θεοδοσία, μάρτυς Χριστοῦ, ταύτην ἐγκοσμοῦντα καὶ ἱερῶς προνοούμενον, θυσίαις εὐαγέσι καὶ εὐχαῖς εὐπροσδέκτοις τῷ λαῷ τὸν Θεὸν ἱλασκόμενον.
Θ. Τὸν ἑαυτῆς υἱὸν ἡ πάναγνος δέσποινα σταυρωθέντα βλέπουσα, ὠδύρετο τῶν μιαιφόνων τὸ ἀπηνές, ἡ σεπτὴ δὲ μάρτυς ἐν τῇ εἰκόνι ῥιπτούμενον ὁρῶσα τὸν δεσπότην, βοηθεῖν ἐπεχείρει καὶ τῆς τόλμης ῥιπτεῖ τὸν αὐτόχειρα.
ᾨδὴ πέμπτη. Ἵνα τί με ἀπώσω Ῥητορεύουσα γλῶσσα καὶ τῶν νοημάτων εὑρέσει πλημμύρουσα καὶ λαμπρᾷ συνθήκῃ τῶν οἰκείων τοῖς πράγμασι λέξεων ἐμμελῶς ἠχοῦσα, τὰ μεγαλεῖα τῶν θαυμάτων ἐπαξίως ὑμνεῖν σου οὐ δύναται. «Ἵνα τί μοι τὸ βλέπειν φῶς τὸ αἰσθητὸν», ἐν ὀδύνῃ ἐκραύγαζον, «τί ζωῆς μοι κέρδος, παρειμένῳ τὰ μέλη τοῦ σώματος;» σὺ δέ μοι προσχοῦσα, Θεοδοσία, παραδόξως ἰατρὸς ἀνεφάνης θεόσδοτος.
Ἀραμένη προθύμως τὸν σταυρόν σου, ἔδραμες ἀκολουθοῦσα Χριστῷ καὶ τῇ κοινωνίᾳ τῶν αὐτοῦ παθημάτων δεδόξασαι καὶ διπλοῦν τὸ στέφος, Θεοδοσία, ἐκομίσω δι’ ἀμφοῖν φερωνύμως δοθεῖσα Θεῷ. Ῥήξασα τοὺς δεσμούς μου τῶν ποδῶν, ἐπέτρεψας ἐλευθερίως χωρεῖν, διό σοι θυσίαν θύσω, μάρτυς, ἐνθέου αἰνέσεως καὶ τὸ ὄνομα σου ἐπικαλέσομαι προθύμως καὶ ἐν σοὶ εὐλογήσω τὸν Κύριον.
Χαριτόβρυτον νάμα θείων ἰαμάτων θεόθεν πλουτήσασα, τῷ χαριτωθέντι ἐκ Θεοῦ ποιμενάρχῃ ἐπέχεας καὶ τὴν τούτου νόσον ἐναποκλύσασα ἀλύπως, ἐρρωμένον, ἀρτίπουν ἀπέφηνας. Θ. Ἡ πανάμωμος μήτηρ τοῦ τὴν βασιλείαν ἀΐδιον ἔχοντος, βασιλὶς τῶν ὅλων καὶ τοῦ κόσμου προστάτις προβέβληται καὶ τὴν πόλιν ταύτην Θεοδοσίᾳ τῇ παρθένῳ ὡς οἰκείαν φυλάττειν παρέδωκεν.
ᾨδὴ ἕκτη. Ἄβυσσος ἁμαρτιῶν Σάλπιγγες ῥητορικαί, φιλοσόφων ἱερῶν συμφωνίαι, ἐποποιῶν οἱ κρότοι, μουσολόγων αἱ χάριτες, ὕμνων στέφανον λαμπρὸν ποικιλοσύνθετον τῇ παρθένῳ Θεοδοσίᾳ ἀναπλέξατε. Σύμφωνον ταῖς γυναιξὶ προθυμίαν ἐμβαλοῦσα σὺν ταύταις, τὸν ὑβριστὴν τῆς θείας τοῦ σωτῆρος σαρκώσεως καὶ εἰκόνος τῆς αὐτοῦ θᾶττον παρέπεμψας τῷ θανάτῳ τὸν τῆς ζωῆς ὄντως ἀνάξιον.
Ἔλεον τὸν τοῦ Θεοῦ μιμουμένη, τὰ ἰάματα χύδην τοῖς δεομένοις βρύεις ὥσπερ κρήνη ἀένναος καὶ πηρώσεις χαλεπὰς λύεις σωμάτων καὶ ἐπισφίγγεις τοὺς παρειμένους, ἀξιάγαστε. Σύ μοι, μάρτυς, πρὸς Θεὸν τῆς ὑγείας ἐχρημάτισας πρέσβις, ἐγὼ δὲ σοὶ πρὸς πάντας τοὺς ἀνθρώπους γενήσομαι κήρυξ εὔφωνος, τὴν σὴν πᾶσι μηνύων θαυματουργίαν, Θεοδοσία παμμακάριστε.
Τάξεσι παρθενικαῖς ὥσπερ μέγας ἑωσφόρος ἐμπρέπεις φωτοφανέσιν ἄστροις καὶ τὸν μέγαν διδάσκαλον καὶ ποιμένα τῶν πιστῶν ὡς ἐκ νυκτὸς τῆς ἀκινησίας, Θεοδοσία, θᾶττον ἤγειρας. Θ. Ἔπρεπε τῇ γυναικῶν καλλονῇ Θεοδοσίᾳ τὴν πόλιν ταύτην οἰκεῖν καὶ σῴζειν, ἣν ἡ πάντων δεσπόζουσα τῶν κτισμάτων καὶ Θεοῦ μήτηρ ὡς ἴδιον ἔσχε κλῆρον καὶ ἐκ πολλῶν κινδύνων ἔσωσεν.
ᾨδὴ ἑβδόμη. Θεοῦ συγκατάβασιν Φαιδρῶς ἑορτάσωμεν ἀγαλλιώμενοι καὶ βοήσωμεν· «τίς Θεὸς μέγας οὕτως ὡς ὁ Θεὸς ἡμῶν ποιῶν θαύματα καὶ τεραστίους ἰάσεις δωρούμενος διὰ τῆς θείας αὐτοῦ παρθενομάρτυρος;» Ἐλάσας ὁ φόνιος διὰ τοῦ σοῦ αὐχένος τὸ κέρας, σεμνή, τοῖς κρουνοῖς τῶν αἱμάτων καὶ ἰαμάτων ῥεῖθρα ἀένναα καὶ τῶν θαυμάτων πηγὰς ὡς οὐκ ᾤετο τοῖς δεομένοις ἀεὶ συνανεστόμωσεν.
Ἰδού σοι τὰ ἔπαθλα τῶν σῶν ἀγώνων πολλαπλασίονα καὶ λαμπρὰς ἀντιδόσεις ὁ ἀθλοθέτης ἁντιμετρεῖ δαψιλῶς, δι’ ὃν τὸ αἷμα προθύμως ἐξέχεας καὶ τῆς εἰκόνος αὐτοῦ ὑπερηγώνισαι. Θεοῦ δόσιν ἔνθεον καὶ τῶν θαυμάτων αὐτοῦ διάκονον ἐπιστάμενος πίστει, πρὸς σὲ κατέφυγον, θεοδόξαστε, καὶ τῆς ἐλπίδος οὐδόλως διήμαρτον, ἀλλὰ τυχὼν τῆς ὑγείας μεγαλύνω σε.
Ἐθαύμασαν ἅπαντες τὸ μεγαλεῖον τοῦ ξένου θαύματος, οὗ ἐτέλεσας, μάρτυς, τὸν ἱερὸν ποιμένα στηρίξασα καὶ παρειμένον στερρῶς ἐπισφίγξασα καὶ βηματίζειν ὀρθῶς παρασκευάσασα. Θ. Ὁ λόγος ὁ ἄναρχος ἀρχὴν λαμβάνει τὴν καθ’ ἡμᾶς ἀπὸ σοῦ καὶ ὁρᾶται ἀνθρώποις καὶ θαυμασίως συναναστρέφεται, τὸ γένος ἅπαν τῆς πλάνης λυτρούμενος, εὐλογημένη ἁγνή, ὁ τῶν μαρτύρων Θεός.
ᾨδὴ ὀγδόη. Ἑπταπλασίως κάμινον Διὰ παντὸς ἱκέτευε τὸν δεσπότην, πανεύφημε, σὺν ταῖς οὐρανίαις νοεραῖς δυνάμεσι καὶ πᾶσι τοῖς μάρτυσι καὶ τῶν ἁγίων πάντων χοροῖς ἵλεων γενέσθαι τοῖς αὐτὸν σεβομένοις, ὁμόνοιαν, εἰρήνην, εὐθηνίαν, ὑγείαν ἀνώδυνόν τε βίον αὐτοῖς ἐπιμετρῆσαι.
Ὁ τῶν μαρτύρων στέφανος, τῶν παρθένων τὸ καύχημα, τὸ τῆς βασιλίδος ἐκπρεπὲς ἀγλάϊσμα λαμπρῷ τῷ κηρύγματι πόλεις καὶ χώρας, λαούς, φυλὰς ἐπὶ τὴν ἰδίαν συγκαλεῖται πατρίδα, «προσέλθετε», βοῶσα, «τὸν ἐμὸν φαγεῖν ἄρτον καὶ οἶνον τῶν θαυμάτων πιεῖν εἰς εὐφροσύνην».
Σὲ ὑπομένων, Κύριε, ἐν ὀδύνῃ ὑπέμεινα καὶ εἰσήκουσάς μου φωνῆς τῆς δεήσεως καὶ λάκκου ἀνήγαγες ταλαιπωρίας με καὶ πηλοῦ, στήσας ἐπὶ πέτραν ἀσφαλῆ μου τοὺς πόδας, τὰ διαβήματά μου κατευθύνας καὶ ᾆσμα καινόν μοι δοὺς ἐξάδειν διὰ τῆς μάρτυρός σου.
Ἱεραρχῶν ὁ πρόκριτος σὺν τῷ θείῳ πληρώματι τῷ τῆς ἐκκλησίας ἱερὰν πανήγυριν φαιδρῶς συστησάμενος, τὸ ἐπ’ αὐτῷ τεράστιον πᾶσι διαγγέλλει τῆς δοθείσης ὑγείας ἐκ σοῦ, Θεοδοσία, χαριστήριον ὕμνον αἰνέσεως θυσίαν ἀνάγων σοι προθύμως.
Θ. Ἀδυνατοῦσι, δέσποινα, προφανῶς ἀπορούμενοι οἱ περὶ τὸ λέγειν δυνατοὶ καὶ πρόχειροι, τὸ μέγα καὶ ἄπειρον τῶν σῶν ἐπαίνων πέλαγος ὅρῳ περιγράψαι καὶ τοῖς λόγοις ἐκπλεῦσαι· διὸ κἀν τῆ παρούσῃ τῆς σεπτῆς ἀθλοφόρου καινῇ θαυματουργίᾳ συνήθως σε ὑμνοῦμεν.
ᾨδὴ ἐνάτη. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς Ἰδού σοι προσφωνοῦμεν ᾀσματικῶς· «ὡραιώθησαν αἱ σιαγόνες σου ὡς καθαρᾶς τρυγόνος νηστείᾳ καὶ προσευχῇ, ὁ δὲ σεπτός σου τράχηλος οἷάπερ ὁρμίσκος περικαλλὴς τῷ κέρατι ὡς λίθῳ τιμίῳ διαπρέπων καθωραΐζει τοὺς τιμῶντας σε.» Ὡς ἔχουσα μεγάλην πρὸς τὸν Χριστὸν παρρησίαν, ἱκέτευε, ἔνδοξε, διὰ σταυροῦ κράτος δωρηθῆναι τῷ βασιλεῖ, ταῖς ἐκκλησίαις ἕνωσιν, τῇ μεγαλοπόλει διηνεκῆ ἀσφάλειαν, εἰρήνην, ἀέρων εὐκρασίαν καὶ νοσημάτων ἀπολύτρωσιν.
Στησάμενοι χορείαν πνευματικὴν ἐν εὐρύθμοις ᾠδαῖς, φιλομάρτυρες, τὴν εὐκλεῆ μάρτυρα δοξάσατε σὺν ἐμοί· καὶ γὰρ σημεῖον ἔνδοξον θαῦμα ἐκφανέστατον ἐπ’ ἐμοὶ εἰργάσατο, τοὺς πόδας χρονίως παρειμένους ἰασαμένη θείᾳ χάριτι.
Ἡ θεία κορυφὴ τῶν πατριαρχῶν, ὁ πολὺς τὴν τοῦ πνεύματος σύνεσιν, τῶν ἀρετῶν ὁ θεοχαρίτωτος θησαυρός, ὁ συμπαθὴς καὶ ἄκακος σήμερον ἡμᾶς εἰς πνευματικὴν προτρέψας πανδαισίαν, ἐκτρέφει φιλοτίμως τῷ κατ’ αὐτὸν μεγάλῳ θαύματι.
Θ. Φωνήν σοι τοῦ ἀγγέλου χαρμονικῶς προσφωνοῦμεν, παρθένε θεόκλητε, χαῖρε, Θεοῦ πόλις καὶ παλάτιον ἱερόν, χαῖρε, λυχνία πάγχρυσε, τράπεζα καὶ στάμνε καὶ κιβωτὲ τῆς νέας διαθήκης τῶν πάλαι μυστηρίων, χαῖρε, ἡ νέα διακάθαρσις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.