Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι

Μᾶρκος ὁ Εὐγενικός

Ακολουθία και κανόνες στον άγιο Ιωάννη τον Δαμασκηνό

Υμνογραφικά κείμενα, κανόνες και στιχηρά που τιμούν τον θεολογικό, αντιαιρετικό και υμνογραφικό αγώνα του οσίου Ιωάννου του Δαμασκηνού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 5 από 13

Κανὼν εἰς τὸν ἐν ἁγίοις πατέρα ἡμῶν Ἰωάννην τὸν Δαμασκηνόν, οὗ ἡ ἀκροστιχίς· Τὴν πνευματοκρότητον ὑμνῶ κιθάραν, Μάρκος. ᾨδὴ πρώτη. Ἦχος τέταρτος. Ἀνοίξω τὸ στόμα μου Τὴν λύραν τοῦ πνεύματος, τὴν θεοκρότητον σάλπιγγα, τὸν νοῦν τὸν οὐράνιον, γλῶσσαν τὴν εὔλαλον, τὴν μελίρρυτον πηγὴν τῶν θείων ὕμνων ἀξίως ὑμνήσωμεν οἰκείοις ἄσμασιν.

Ἡ χάρις τοῦ πνεύματος τοῦ παναγίου σκηνώσασα ἐν σοί κατελάμπρυνε τὴν σὴν διάνοιαν καὶ θεόληπτον καὶ θεῖον ὑμνολόγον ἀνέδειξε, τέρποντα τὴν ἐκκλησίαν Χριστοῦ. Νεότητος χάρισι καὶ εὐγενείας λαμπρότητι καὶ πλούτῳ κοσμούμενος, πάτερ ἀοίδιμε, πάντα σκύβαλα ἡγήσω ὡς ὁ Παῦλος, Χριστὸν ἀντὶ πάντων δὲ μόνον ἠγάπησας.

Ποικίλον συνέλεξας ἐν τῇ ψυχῇ πλοῦτον, ὅσιε, σοφίας καὶ γνώσεως, ὃν καθυπέταξας τῷ δεσπότῃ σου ὡς ἔμπορος ἐχέφρων, τὰ θεῖα μυστήρια διερμηνεύων ἀεί. Θ. Νοήσαντες πόρρωθεν οἱ θεηγόροι, πανάμωμε, τὸ μέγα μυστήριον τῆς σῆς κυήσεως προδιέγραψαν αἰνίγμασι ποικίλοις, ἅπερ οἱ διδάσκαλοι σαφῶς ἀνέπτυξαν.

ᾨδὴ τρίτη. Τοὺς σοὺς ὑμνολόγους, θεοτόκε Ἐσάλπισας, πάτερ, ἐξ ἑώας εἰς πᾶσαν τὴν γῆν ὡς ἀληθῶς θεηγορίας ῥήματα, τῶν δυσσεβῶν αἱρέσεων τὰς συστροφὰς ἐλέγχοντα καὶ τὰ σοφίσματα λύοντα. Ὑψοῦ κεφαλήν, πάτερ, διάρας καὶ κύκλῳ τὸ ὄμμα τῆς ψυχῆς διαγαγών, ἐπλήρωσας τὴν οἰκουμένην ἅπασαν τοῖς ἱεροῖς σου δόγμασιν ὡς οἱ θεόπται ἀπόστολοι.

Μανίαν αἱρέσεως ἀλόγου διήλεγξας λόγοις σου, σοφέ, εἰκονομάχων φρύαγμα καταβαλὼν εἰς ἔδαφος ὀρθοδοξίας δόγμασιν οἷα στερραῖς ἑλεπόλεσιν. Θ. Ἁγία παρθένε Θεοτόκε, διάσωσον ἅπαντας ἡμᾶς, τοὺς εὐσεβῶς ὑμνοῦντας σε τοῖς θεοφθόγγοις ἄσμασι τοῦ σοῦ σοφοῦ θεράποντος, ᾧ τὴν σὴν χάριν ἐνέπνευσας.

Κάθισμα. Ἦχος πλάγιος τοῦ τετάρτου. Τὴν σοφίαν τοῦ λόγου ἐν σῇ γαστρὶ Τὴν οὐράνιον γνῶσιν καὶ θεϊκὴν τῇ σοφίᾳ συνάψας τῇ λογικῇ, τὸν κόσμον ἐφώτισας τοῖς πανσόφοις σου δόγμασι καὶ θεολόγων ὤφθης σφραγὶς καὶ κεφάλαιον καὶ τοῖς ἐνθέοις ὕμνοις ψυχὰς ἀνεπτέρωσας· ὅθεν οἱ τοῦ σκότους τῆς ἀγνοίας ῥυσθέντες τοῖς θείοις διδάγμασι τῆς σῆς γλώττης, πανόλβιε, ἀνυμνοῦντες βοῶμεν σοι· «πρέσβευε Χριστῷ τῷ Θεῷ».

Ἕτερον. Ἦχος δʹ. Κατεπλάγη Ἰωσὴφ Κατεπλάγησαν σοφοὶ καὶ δυνατοὶ καὶ βασιλεῖς τὴν δοθεῖσαν σοι, σοφέ, χάριν σοφίας ἐκ Θεοῦ· τὰς γὰρ αἱρέσεις τοῖς δόγμασι θριαμβεύσας, πίστιν τὴν ὀρθὴν διετράνωσας, ὕμνοις ἱεροῖς διεκόσμησας, τὰς ἐκκλησίας ἄδειν παρασκεύασας ταῖς οὐρανίαις δυνάμεσι συμφώνους, ὅσιε, μελῳδίας, αἷς ἐπαξίως ὑμνοῦμεν σε.

ᾨδὴ τετάρτη. Ὁ καθήμενος ἐν δόξῃ Τὴν οὐράνιον σοφίαν οὐρανόθεν δεξάμενος, θεοπνεύστοις λόγοις ὡς ἐξ οὐρανοῦ κατεβρόντησας τὰς ἀντιθέους αἱρέσεις, μόνον αἴτιον τὸν πατέρα διδάσκων υἱοῦ καὶ τοῦ πνεύματος.

Ὁ τοῦ θείου οἴκου ζῆλος τὴν ψυχήν σου κατέφαγε, πάτερ Ἰωάννη, περιῃρημένου τὴν κόσμησιν τῶν σεβασμίων εἰκόνων· ὅθεν ἔπληττες τοὺς ἀθέους μακρόθεν βολαῖς ταῖς ἐκ μέλανος. Κατὰ λόγον ὑποθέσθαι τὸν θεμέλιον ἔκρινας τοῦ ἐνθέου βίου τὴν ὑπακοήν, ἀξιάγαστε· ὅθεν σοφὸς ἰδιώτῃ παρεπόμενος ὑπετάσσου, πληρῶν τὰ ἐκείνου προστάγματα.

Ῥητορεύων ἐν σοφίᾳ τῇ τοῦ πνεύματος, ὅσιε, τὰ τῶν θεολόγων δόγματα πανσόφως συνήγαγες, ὡς ἀληθείας κανόνα τὰ θεόγραφα καταλείψας ἡμῖν, Ἰωάννη, συντάγματα. Θ. Ὁ ταῖς ἄνω στρατηγίαις φοβερὸς καὶ ἀπρόσιτος προσιτός μοι ὤφθη, σάρκα ἐκ παρθένου καθ’ ἕνωσιν περιβαλλόμενος ξένην, ὃ μυστήριον ὁ σοφὸς Ἰωάννης ὁ Σύρος ἀνύμνησεν.

ᾨδὴ πέμπτη. Ἐξέστη τὰ σύμπαντα Τὸ σκεῦος τὸ τίμιον τῆς ἐκλογῆς τῆς χάριτος, τὸν τῆς ἐκκλησίας νυμφοστόλον, τὸν χρυσορρόαν καὶ χρυσοχεύμονα Ἰωάννην ᾄσμασι, πιστοί, πάντες εὐφημήσωμεν, οἷς αὐτὸς ἐμελούργησεν.

Ἡδίστοις μελίσμασι καὶ μουσικοῖς συντάγμασι τὴν ἁγνὴν παρθένον Θεοτόκον καὶ τοὺς ἁγίους πάντας ἀνύμνησας, Ἰωάννη ὅσιε, διὸ πάντες εὐφημοῦμεν σε, σοὶ τὰ σὰ προσκομίζοντες. Τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς προέρχεσθαι καὶ υἱοῦ δὲ εἶναι τοῦτο πνεῦμα, ἀλλ’ οὐκ ἐκ τούτου ἔχειν τὴν ὕπαρξιν, δι’ αὐτοῦ δὲ δίδοσθαι πιστοῖς σὺ ἐθεολόγησας, Ἰωάννη τρισόλβιε.

Θ. Ὁ μέγας προέγραψε Μωσῆς τὸ σὸν μυστήριον, στάμνον τε καὶ πλάκα καὶ λυχνίαν καὶ κιβωτὸν ποιήσας καὶ τράπεζαν, ἐν οἷς ἐξεικόνιζε τὴν σὴν λοχείαν τὴν ἄσπορον, Θεοτόκε πανύμνητε.

ᾨδὴ ἕκτη. Ἐβόησε Νοήσεως καὶ σοφίας πλησθεὶς διὰ πνεύματος, ἀρχιτέκτων τῆς σκηνῆς τῷ Θεῷ ἐχρημάτισας καὶ τὴν ἐκκλησίαν ὀρθοδόξοις ἐκόσμησας δόγμασιν. Ὑπέμεινας ἐπιτίμιον λόγου σοφώτατα, σιωπήσας ἐπὶ πλεῖστον πατέρων προστάγματι, ἕως οὗ πρὸς ὕμνους ἡ παρθένος τὴν σὴν γλῶτταν ἤγειρεν.

Μυήσεσι θειοτέραις τὸν νοῦν ἐλλαμπόμενος καὶ δυνάμει τῇ τοῦ λόγου τὴν γλῶτταν στομούμενος, ἀκριβῶς ἐξέθου τὰ τῆς πίστεως μυστήρια. Θ. Νικήσασα τοὺς τῆς φύσεως νόμους τῷ τόκῳ σου, Θεοτόκε, παραδόξως κοπεῖσαν συνήρμοσας τοῦ σοφοῦ τὴν χεῖρα καὶ πρὸς ὕμνους τοὺς σοὺς συνεκρότησας.

Κοντάκιον. Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον τέμενος καὶ τῆς ἁγνείας καθαρὸν κατοικητήριον συνελθόντες εὐφημήσωμεν ἐπαξίως Ἰωάννην τὸν θεόπνευστον, ἐν ᾄσμασι τοῖς οἰκείοις προσφυῶς αὐτὸν γεραίροντες, καὶ βοήσωμεν· «χαίροις, πάτερ παγκόσμιε».

Ὁ οἶκος. <Ἄγγελος πρωτοστάτης> Ἄγγελος μὲν τὸ χαῖρε παραστὰς προσεφώνει ποτὲ τῇ Θεοτόκῳ σὺν φόβω, σὲ δὲ ἐκ τῶν ἀνθρώπων ὁρῶν χρηματίσαντα ταῖς ἀρεταῖς ἄγγελον, ἐξίσταμαι τῶ θαύματι καὶ χαίρειν προσφωνῶ σοι, πάτερ· χαῖρε, σοφίας ἁγνὸν δοχεῖον, χαῖρε, τοῦ λόγου λαμπρὸν ταμεῖον, χαῖρε, διδασκάλων ἐνθέων ἐκσφράγισμα, χαῖρε, θεολόγων πατέρων συνήγορε, χαῖρε, ὕψος δυσθεώρητον θεωρίας ἀκραιφνοῦς, χαῖρε, πλάτος πολυποίκιλον ἐμπειρίας πρακτικῆς, χαῖρε, ὅτι κατάγχεις τὰς λυσσώδεις αἱρέσεις, χαιρε, ὅτι τὴν κτίσιν ἐν τοῖς ᾄσμασι τέρπεις, χαῖρε, ἀστὴρ αὐγάζων τοῖς πέρασι, χαῖρε, λαμπτὴρ τοῦ φέγγους τῆς γνώσεως, χαῖρε, δι’ οὗ ἐκκλησία κοσμεῖται, χαῖρε, δι’ οὗ Δαμασκὸς μέγα χαίρει, χαίροις, πάτερ παγκόσμιε.

ᾨδὴ ἑβδόμη. Ὁ διασώσας ἐν πυρὶ Ὡς ἀσκητῶν ὑπογραμμὸν καὶ θεολογίας κανόνα καὶ ὑμνολόγων ἱερῶν ἀρχηγὸν καὶ θεμέλιον ἔχοντες, εὐφημοῦμεν σε, ὅσιε, τὸ κατάλληλόν σοι χρέος ἀποπληροῦντες. Κεκοσμημένος εὐπρεπῶς τῆς δικαιοσύνης στεφάνῳ ὡς τὸν ἀγῶνα τὸν καλὸν ἐκτελέσας, Κυρίῳ παρίστασαι, Ἰωάννη μακάριε, τῆς ἀΰλου θεαυγείας ἐπαπολαύων.

Ἵνα γνωρίσῃ σε Θεὸς πᾶσι τοῖς ἐν κόσμῳ φωστῆρα, λόγον ἐπέχοντα ζωῆς, ἀνατεῖλαι σε, μάκαρ, εὐδόκησεν, Ἰωάννη θεόπνευστε, Δαμασκόθεν ὥσπερ Παῦλον ποτὲ τὸν μέγαν. Θ. Θεοποιεῖ με διὰ σοῦ, φύσιν τὴν ἐμήν, Θεοτόκε, ἀναλλοιώτως προσλαβὼν ὁ υἱὸς τοῦ Θεοῦ ὁ παντέλειος, ὡς ἐδίδαξεν ἄριστα τὸ μυστήριον ὁ ἔνθεος Ἰωάννης.

ᾨδὴ ὀγδόη. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ Αἴρουσα φωνὰς ἱκετηρίους ἡ πόλις, ἡ βασιλεύουσα τῶν πόλεων, ὅσιε, κραυγάζει σοι· «ὥσπερ σου τὸ λείψανον τὸ ἱερὸν καὶ τίμιον ἐμοὶ παρέθηκας, ὡσαύτως καὶ τὴν θεολογίαν δός μοι διασῴζειν τὴν σὴν εἰς τοὺς αἰῶνας».

Ῥήματα ζωῆς τῆς αἰωνίου, θεόφρον, ἡ σὴ καρδία ἐξηρεύξατο, μέλη παναρμόνια ἔβλυσεν ἡ γλῶσσα σου, διαπρεπῆ, σειρήνια, ψυχῶν ἰάματα, δογμάτων ἀνεξάντλητα ῥεῖθρα καὶ θεολογίας ὑπερχειλεῖς κρατῆρας. Ἄναρχον, ἀΐδιον τριάδα, πατέρα τε καὶ υἱὸν καὶ πνεῦμα ἅγιον σὺ ἐθεολόγησας, Ἰωάννη ὅσιε, πατέρα μὲν ἀναίτιον (οὐδὲ γὰρ ἔκ τινος), υἱὸν δὲ τοῦ πατρὸς προελθόντα καὶ τὸ θεῖον πνεῦμα ἐκ τοῦ πατρὸς καὶ μόνου.

Θ. Νεῦσον ταῖς πρεσβείαις καὶ τοῖς ὕμνοις τοῦ μάκαρος Ἰωάννου, παμμακάριστε, φύλαττε τὴν πόλιν σου ταύτην, τὴν κατέχουσαν τὴν ἱερὰν εἰκόνα σου ὡς πλοῦτον ἄσυλον καὶ τούτου τὸ πολύαθλον σῶμα, ῥεῖθρα ἰαμάτων ἐκβλύζον τοῖς ποθοῦσιν.

ᾨδὴ ἐνάτη. Ἅπας γηγενὴς Μάρτυσι Χριστοῦ συμμέτοχος γέγονας, τὴν δεξιὰν ἐκτμηθεὶς διὰ τὴν προσκύνησιν τῶν σεβασμίων εἰκόνων, ὅσιε, καὶ ἀσκητῶν συνόμιλος καὶ ἱερέων κανών, διδασκάλων θεῖον ἀκροθίνιον καὶ ἁγίων πατέρων συνήγορος.

Ἄρας τὸν σταυρὸν ἐπ’ ὤμων, μακάριε, ἐπηκολούθησας τῷ καθυπομείναντι σταυρὸν καὶ θάνατον ἐπονείδιστον καὶ σὺν αὐτῷ δεδόξασαι ἐν οὐρανοῖς ἀληθῶς, ἀπολαύων τῆς λαμπρᾶς θεώσεως καὶ τῆς αἴγλης αὐτοῦ ἐμφορούμενος.

Ῥεῦμα πλημμυροῦν ὁ φθόγγος διέδραμεν ὁ σὸς τὰ πέρατα, ἅπασαν κακόσχολον οἰκοδομίαν λύων αἱρέσεως καὶ καταστρέφων δόγματα πλάνης ἀνίδρυτα καὶ ποτίζων ὡς ὡραίαν ἄμπελον τὴν Χριστοῦ ἐκκλησίαν, πανόλβιε. Κράτος κατ’ ἐχθρῶν τοὺς λόγους σου κέκτηται ἡ ἐκκλησία Χριστοῦ, ἡ δὲ βασιλεύουσα πασῶν τῶν πόλεων ὡραΐζεται τὸ ἱερόν σου λείψανον ἔνδον κατέχουσα, ἰαμάτων θησαυρὸν ἀκένωτον καὶ πηγὴν χαρισμάτων ἀνέκλειπτον.

Ὅλον ἑμαυτὸν συνδήσας τῷ πόθῳ σου, πάτερ ἀοίδιμε, καὶ τοῖς σοῖς πονήμασι διαφερόντως ἐνηδυνόμενος, οἷα μικρὸν ἀντίδωρον τοῦτον τὸν ὕμνον σοι προσκομίζω· τὰ σὰ οὖν δεξάμενος ἐκ τῶν σῶν τὴν σὴν χάριν ἀντίδος μοι.

Θ. Σὲ μετὰ Θεὸν οἱ δοῦλοι σου, δέσποινα, προστάτιν ἔχομεν, σοι προσανατίθεμεν τὴν σωτηρίαν ταύτης τῆς πόλεως, ἣν κατοικεῖν εὐδόκησας σὺν τῷ οἰκέτῃ σου Ἰωάννῃ, τῷ σὲ μεγαλύναντι καὶ λαμπροῖς ἐγκωμίοις τιμήσαντι.

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν Τὴν τῶν πατέρων ἔνθεον, μάκαρ, φιλοσοφίαν τοῖς σοῖς λόγοις ἐκύρωσας, ὥσπερ δὴ καὶ τοῖς ἔργοις, ὡς θεῖον ἄγαλμα στήσας πᾶσι τοῖς βουλομένοις ἀρχέτυπον, εἰς μίμησιν προτιθείς, θεοφόρε· διό σου νῦν τὴν λαμπρὰν καὶ εὔσημον καὶ ἁγίαν ἡμέραν τῆς κοιμήσεως ἐπαξίως τιμῶμεν.

Θεοτοκίον. Ὁ τῶν ἁπάντων Κύριος ἐξ ἁγίας γαστρός σου σωματωθείς, ἐπέφανε τοῖς ἐν σκότει τοῦ βίου, πανύμνητε Θεοτόκε, πάντας τοὺς ὑπευθύνους λυτρούμενος ὡς εὔσπλαγχνος τῆς ἀρχαίας κατάρας τῆς τοῦ Ἀδάμ· διὸ πίστει, δέσποινα, δυσωπῶ σε· κἀμοὶ τοῦτον εὐΐλατον σαῖς πρεσβείαις παράσχου.

Ἦχος δʹ. Ὁ ἐξ ὑψίστου κληθεὶς οὐκ ἀπ’ ἀνθρώπων Ὁ τῷ ἀΰλῳ φωτὶ περιαστράψας τὸν Παῦλον ἐρχόμενον εἰς Δαμασκὸν ἐκ Σιὼν καὶ ἀποστείλας τοῖς ἔθνεσιν ἀντὶ διώκτου μέγιστον κήρυκα καὶ ἀπόστολον, αὐτός σε ἐκάλεσεν ἐκ Δαμασκοῦ πρὸς Σιών, φωτὶ τῷ θείῳ λαμπόμενον θεολογίας τῆς ἀνωτάτω θεῖον διδάσκαλον, τῆς ἐκκλησίας νυμφοστόλον καὶ ὑμνολόγον καὶ ἔνθεον κήρυκα, Ἰωάννη θεόφρον, Δαμασκοῦ τὸ ἐγκαλλώπισμα.

Ἀκολουθία εἰς τὸν ὅσιον πατέρα ἡμῶν Ἰωάννην τὸν Δαμασκηνόν Στιχηρά. Ἦχος δʹ. Ὁ ἐξ ὑψίστου κληθείς, οὐκ ἀπ’ ἀνθρώπων Ὁ τὴν σοφίαν αὐτὴν ἔνοικον ἔχων, ὅτε ὁ δυσώνυμος ῥαγδαῖον ἔπνευσε κατὰ τῶν θείων μορφώσεων, πυρὶ διδόναι καὶ ἐξαλείφειν ἐγκελευόμενος, τότε σύ, πανόλβιε, συναγαγὼν ἑαυτὸν καὶ συγκινήσας τῷ πνεύματι τῆς θεωρίας, λογογραφεῖς σαφῶς τὴν εὐσέβειαν καὶ ἀντιθέτοις ἀγῶσι τρέπεις τὸν τῆς αἱρέσεως προϊστάμενον· μετελθὼν οὖν σε δόλω, τοῦ σκοποῦ οὐδὲν ἀπώνατο.

Τῆς ἐκκλησίας ὁ ῥήτωρ ὁ πυρίπνους, σάλπιγξ ἡ διάτορος, ἡ μουσικὴ χελιδών, τὸ θεοκρότητον ὄργανον, τῆς εὐσεβείας ὁ μέγας κήρυξ ὁ διαπρύσιος, ὁ κύκνος ὁ εὔλαλος, ὁ θεοφόρος αὐλός, τῶν ἀρετῶν τὸ θησαύρισμα, φιλοσοφίας τῆς ἀνωτάτω θεῖον ἀρχέτυπον, χρυσῆ κιθάρα, συγκροτοῦσα πρὸς ἁρμονίαν τοὺς ᾄδοντας πνεύματι, Ἰωάννης ὁ Σύρος εὐφημείσθω τὰ προσήκοντα.

Ὅμοιον. Τῶν ἀποστόλων, μαρτύρων καὶ ὁσίων τὸν κλεινὸν συμμέτοχον ἀνευφημήσωμεν, τὸν τῶν ἀγγέλων ζηλώσαντα τὴν ἀσαρκίαν, βροτείου γένους τὴν ὡραιότητα, δογμάτων τὸ πέλαγος, θεολογίας βυθόν, τὸν ἐν τοῖς ᾄσμασι τέρποντα τὴν ἐκκλησίαν καὶ πανηγύρεις θείας φαιδρύνοντα, τὸν Δαμασκόθεν Ἰωάννην τὸν μελουργὸν καὶ θεόφθογγον κήρυκα καὶ ταμίαν τοῦ λόγου δεομένοις ἀφθονώτατον.

Ὅμοιον. Τοῖς μὲν Ἑβραίοις τὸ μάννα παραδόξως εἰς πᾶν μετεβάλλετο τὸ καταθύμιον, σὺ δὲ σοφῶς ἀμειβόμενος τῇ πανδαισίᾳ τοῦ λόγου, πᾶσι τὰ πάντα γέγονας, θλιβομένων ἄνεσις, εὐεκτικῶν συστολή, μαθητιώντων διδάσκαλος, αἱρετιζόντων πέλεκυς κόπτων πέτραν πρηστήριος, τῶν μοναζόντων καὶ μιγάδων κοινὸς ἀλείπτης καὶ στάθμη εὐθύτητος, Ἰωάννη θεόφρον, Δαμασκοῦ τὸ ἐγκαλλώπισμα.

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς· Τὸν ἐκ Δαμασκοῦ μουσοποιὸν ἀστέον Μάρκῳ. ᾨδὴ πρώτη. Ἦχος δʹ. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος Τὰ ἄνθη τῶν σῶν χαρίτων, ὅσιε, ποικίλον βρύοντα καὶ εὐπνοοῦντα πάντοθεν, τὸν νοῦν ἀποτρέπει βουλόμενον ῥινηλατεῖν ἐν ᾄσμασι τῆς πολιτείας σου τὰ σύμβολα.

Ὁ φθόγγος ὁ τῶν ἀσμάτων ἥρμοττεν ὁ σὸς τῷ βίῳ τῷ σῷ· μόνης καὶ γὰρ τῆς σῆς ὡς ἀληθῶς φωνῆς ἔδει, πανόλβιε, τοῖς ἐγχειροῦσι πλέκειν σοι τὰ τῶν ἐπαίνων στεφανώματα. Νεόφυτον ἡδρυμένον, χάρισι πλείσταις κατάκομον ἐξ εὐγενοῦς τῆς ῥίζης προελθών, ὡς ἐλαία κατάκαρπος ἐν οἴκῳ Θεοῦ πέφηνας τοῦ ἱλαρῦναι πιστῶν πρόσωπα.

Ἐλύθη τῶν προπατόρων, ἄχραντε, τὸ ἐπιτίμιον, ἄνευ ὠδίνων σοῦ τὸν ποιητὴν γεννησάσης τῆς κτίσεως, τὸν τοῦ θανάτου λύσαντα πικρὰς ὠδῖνας τῇ ἐγέρσει αὐτοῦ.

ᾨδὴ τρίτη. Οὐκ ἐν σοφίᾳ Κατακρατήσας τῆς σαρκὸς ἐκ νεότητος, ἅγιε, πρὸς Θεὸν τὸ τῆς ψυχῆς ἀπηύθυνας ἐφιέμενον· ὅθεν ἀνεχρώσθη σου τῷ θείῳ κάλλει ὁ νοῦς. Δεῆσαν κόσμῳ προελθεῖν ὡς φωστῆρα τὸν λόγον σου, Ἰωάννη, παιδευτὴν ἐξαποστέλλει σοι πόρρωθεν Θεός, προορώμενος τὴν σὴν λαμπρότητα.

Ἀπὸ βαρείας ἀφιέμενα βέλη χειρὸς δυνατοῦ τὰ συγγράμματα τὰ σὰ τῶν ἀσεβῶν κατεκλόνει ψυχάς, εἰκόνων ἀθέτησιν σεπτῶν ἐλέγχοντα. Θ. Μεγαλυνέσθω θεοπλόκοις ᾠδαῖς ἡ πανάμωμος, ἡ τὴν χεῖρα τῷ σοφῷ ἐκκεκομμένην θεράποντι ἀποκαταστήσασα εἰς δόξαν ὄντως αὐτῆς.

ᾨδὴ τετάρτη. Ὁ καθήμενος ἐν δόξῃ Ἀλογήσας τῶν ἀστάτων προσετέθης τοῖς μένουσι, τὸν σταυρόν σου ἄρας καὶ τῷ σταυρωθέντι ἑπόμενος διακαεῖ πόθῳ, πάτερ, ἕως ἔφθασας τὸ ἀκρότατον, οὗ γενομένοις ἀνάπαυσις.

Σκῦλα μὲν τῆς Σαμαρείας Δαμασκοῦ τε τὴν δύναμιν προνομεύσων ἦλθεν ὁ ἐξ Ἰακὼβ ἀνατείλας Χριστός, σὲ δὲ αὐτὸς προσλαμβάνει μαθητεύσοντα Δαμασκόθεν τῇ πόλει Σιὼν τοῦ μεγάλου Θεοῦ. Κατὰ λόγον ὑποθέσθαι τὸν θεμέλιον ἔκρινας τοῦ ἐνθέου βίου τὴν ὑπακοὴν προστησάμενος· ὅθεν σοφὸς ἰδιώτῃ παρεπόμενος, ὑπετάσσου, πληρῶν τὰ ἐκείνου προστάγματα.

Θ. Ὁ ταῖς ἄνω στρατηγίαις φοβερὸς καὶ ἀπρόσιτος προσιτός μοι ὤφθη, σάρκα ἐκ παρθένου καθ’ ἕνωσιν περιβαλόμενος ξένην, ὃ μυστήριον ὁ γλυκὺς Ἰωάννης ὁ Σύρος ἀνύμνησεν.

ᾨδὴ πέμπτη. Ἐξέστη τὰ σύμπαντα Ὑπήνεγκας, ὅσιε, ταῖς θλίψεσι πυρούμενος καὶ τῶν πειρασμῶν ταῖς ἐπιπνοίαις ὡς ἐν χωνείᾳ χρυσὸς τηκόμενος εἰς κόσμον τῆς νύμφης τοῦ Χριστοῦ ἐκκλησίας κάλλιστον, Ἰωάννη θεσπέσιε.

Μεγάλως ἐθαύμαζον οἱ πρότερον εἰδότες σου τὴν ἐν τῆ πατρίδι δυναστείαν, κατανοοῦντες σπυρίδας φέροντα ἄχθος ἐπωμάδιον φαιδρῶς καὶ πολλοῦ τιμήματος αὐτὰς ἀποδιδόμενον. Ὁ λόγῳ καὶ πνεύματι τὸν κόσμον συστησάμενος, λόγῳ καὶ σοφίᾳ χαριτώσας καὶ θείῳ πνεύματι στομωσάμενος, τὸν φωτοειδέστατον σου νοῦν ὅλον ἀπειργάσατο φῶς ἐν κόσμῳ ζωήρρυτον.

Θ. Υἱὸν προαιώνιον βρέφος Θεὸν ἐγέννησας, ἄχραντε Μαρία Θεοτόκε, τὸν ταῖς μητράσι τὰ βρέφη πλάττοντα καὶ τὸ γάλα τούτοις ἐκ μαζῶν τὸν ἐποχετεύοντα τῷ σῷ γάλακτι ἔθρεψας.

ᾨδὴ ἕκτη. Ἐβόησε Συνέσεως καὶ σοφίας πλησθεὶς διὰ πνεύματος, ἀρχιτέκτων τῆς σκηνῆς τῷ Θεῷ ἐχρημάτισας, τὴν ὀρθοδοξίαν ἔργοις, πάτερ, κρατύνας καὶ δόγμασιν. Ὁρῶντες σε τὰς ἀχράντους μολύνοντα χεῖρας σου κοπροφύρτους, ἐπιτίμιον λόγου ὑπέχοντα, κατεπλήττοντο οἱ πατέρες τὴν σὴν γενναιότητα.

Πειρώμενος προχωρεῖν τοῖς ἑξῆς, ὑποστέλλομαι, ἐγκωμίων ἀχανὲς ἀνοιγνύμενον πέλαγος ἔμπροσθεν ὁρῶν μου, ἀλλὰ σύμπλους μοι, πάτερ, γενήθητι. Θ. Ὁ λόγος σου συστελλόμενος πρώην ἀνέλαμψε, τῆς παρθένου καὶ μητρὸς τοῦ Θεοῦ κινησάσης σου τὴν δεδωρημένην ὑπ’ αὐτῆς δεξιὰν πρὸς τοὺς ὕμνους αὐτῆς.

ᾨδὴ ἑβδόμη. Ὁ διασώσας ἐν πυρὶ Ἱερωσύνης ἐπιβὰς καὶ ἐπὶ καθέδραν αἰνέσας τῶν πρεσβυτέρων τὸν Θεόν, ὥσπερ φῶς ἐν λυχνίᾳ, ἀοίδιμε, φεγγοβόλους ἀπήστραψας τῶν δογμάτων καὶ τῶν ὕμνων αὐγὰς τῷ κόσμῳ. Ὁ Ἰωάννης προφητῶν καὶ τοῦ παλαιοῦ νόμου πέρας ὁ βαπτιστής, τοῦ δὲ καινοῦ καὶ τῆς χάριτος ὤφθης συμπέρασμα, Ἰωάννη μακάριε, καὶ σφραγὶς τῶν θεολόγων καὶ διδασκάλων.

Νέκταρ γλυκὺ ποταμηδόν, μάννα ζωηρόν, ἀμβροσία, χύσις ἐλαίου δαψιλής, οἶνος ἥδιστος ἅμα πηγάζουσιν ἐν τοῖς ὕμνοις τοῦ μάκαρος· οἱ βουλόμενοι τρυφᾶτε τρυφὴν ἀγήρω. Θ. Ἁγιωσύνης ἱερόν, ἐλεημοσύνης χωρίον, δικαιοσύνης ἀληθοῦς ἐνδιαίτημα θεῖον, πανάμωμε, τὴν ψυχήν μου παθήμασι μιανθεῖσαν καθαγίασον σῷ ἐλέει.

ᾨδὴ ὀγδόη. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ Σοφίαν καὶ νόησιν καὶ γνῶσιν ἐκ πράξεως τῆς ἀρίστης κομισάμενος, ἤρθης ἐν τῷ πνεύματι λόγῳ ὁδηγούμενος πρὸς θεωρίας ὕψωμα, πάτερ, αἰθέριον, λαμπρὸς ἀναδειχθεὶς θεολόγος καὶ τῶν ἀθεάτων ἐξηγητὴς καὶ μύστης.

Τοῦ λόγου τὴν λύραν τῇ μαγάδι τονώσας τῆς ἐπιστήμης, ἐμελούργησας μέλη παναρμόνια, ᾄσματα σειρήνια, διαπρεπῆ, τερπνότατα, καρδίας θέλγητρα, ψυχῆς ἀνιωμένης γαλήνην, οἷς ἡ ἐκκλησία λαμπρῶς κατακοσμεῖται.

Ἐδέξω θεόθεν ὡς ἐπόθεις καρδίας πλάτος, σοφίας χύμα ἄμετρον· ὅθεν ἐξηρεύνησας φύσεως μυστήρια καὶ λογικὰ προβλήματα σοφῶς ἐπέλυσας, λευκάνας φωτισμῷ σαφηνείας τὰ ὑπὸ τὸν γνόφον πολλοῖς κεκαλυμμένα. Τριαδικόν Ὁμότιμον ἄναρχον τριάδα δοξάζων, ἐθεολόγησας, ἀοίδιμε, ἕνα μόνον αἴτιον υἱοῦ τε καὶ πνεύματος πατέρα, τοῦ δὲ πνεύματος υἱὸν ἀναίτιον· υἱοῦ γάρ, ἔφης, λέγομεν πνεῦμα, ἐξ υἱοῦ δὲ τοῦτο οὐ λέγομεν οὐδόλως.

Θ. Νεύματι τὸ πᾶν ὁ φέρων λόγος ἐκ μήτρας σου προελθών, ὡς ἄλλος ἥλιος ἀκτῖνας ἀπέστειλε κήρυκας τῆς πίστεως εἰς τὰ τοῦ κόσμου πέρατα, ὧν ἐπεσφράγισε τὸ κήρυγμα ὁ σὸς Ἰωάννης ἔργοις τε καὶ λόγοις, πανύμνητε παρθένε.

ᾨδὴ ἐνάτη. Ἅπας γηγενὴς Μέλεσι τερπνοῖς τὸ ἄλσος, πανεύφημε, καταφωνεῖς μυστικῶς τὸ τῆς ἐκκλησίας νῦν ὡς ἀηδὼν πολύφωνος, ἄρτι μὲν δεσποτικὰ μυστήρια ἀναβαλλόμενος, νῦν δὲ αὖθις τὴν ἁγνὴν ὑπόθεσιν καὶ τοὺς ἄλλους ἁγίους ποιούμενος.

Ἄγετέ μοι νῦν προθύμως ὡς ἔνεστι συναγωνίσασθε καὶ συνεξεργάσασθε τὴν εὐφημίαν, οἱ περὶ λόγους τε καὶ μουσικὴν τὴν πρόχειρον ἐνασχολούμενοι, τὸν πατέρα ταύτης καὶ διδάσκαλον εὐφημοῦντες λαμπρῶς καὶ γεραίροντες.

Ῥήματα ζωῆς, θησαυρὸν ἀκένωτον τῇ ἐκκλησίᾳ Χριστοῦ, ἔλιπες τοὺς λόγους σου καὶ μετὰ θάνατον, τὸ δὲ ἅγιον καὶ θεοφόρον σῶμα σου, θαυμάτων βρύον κρουνοὺς ἀειρρόους καὶ πηγὰς ἰάσεων βασιλίδι τῶν πόλεων δέδωκας.

Κήπων λογικῶν, οὓς ἐκαλλιέργησας αὐτός, δρεψάμενος, ἄνθος ὡς ἡδύπνοον τὸν ὕμνον τοῦτον σοι προσενήνοχα· τὰ σὰ γοῦν προσδεξάμενος, μόνην τὴν πρόθεσιν πληρεστάτην ἔπιδε τυγχάνουσαν καὶ Θεόν μοι ἱλέωσαι, ἅγιε.

Θ. Ὢ τῶν δωρεῶν, ὧν ἡ φύσις ἅπασα τῆς σῆς ἀπήλαυσε, κόρη, οἰκειότητος, μεθ’ ὧν τὸ θαῦμα τὸ τῆς χειρὸς τοῦ σοφοῦ Δαμασκηνοῦ σωτήριον πᾶσι γεγένηται, ἐκκλησίας κόσμος διαυγέστατος, εὐσεβείας βεβαίωσις ἄσειστος.

Στιχηρὰ ἰδιόμελα. Ἦχος πλάγιος βʹ. Πόθεν σοι τοὺς ἐπαίνους οἱ ἐρασταί σου τῶν λόγων ἀνάψωμεν, θεηγόρε; ἡ γὰρ μακρὰ εὐπορία παρασκευάζει ἀπορεῖν· τὶ δέ σε προσείπωμεν ἀξίως; ἀπὸ τοῦ ζήλου τῆς πίστεως ὁμολογητὴν καὶ μάρτυρα καὶ κοινωνὸν τῶν παθημάτων τοῦ Χριστοῦ, ἀπὸ τοῦ βίου πανόσιον καὶ ἀσκητὴν πρακτικώτατον, ἀπὸ τοῦ λόγου διδάσκαλον καὶ θεολόγον ἔνθεον, ἐκ τῶν ἱερῶν ᾀσμάτων καλλιφραδῆ τέττιγα καὶ κόσμον τῆς ἐκκλησίας, ἱερωσύνης τύπον καὶ ἡσυχίας κλέος; ἅπαντα συλλαβὼν ἐν ἑαυτῷ τὰ παρ’ ἑκάστῳ τῶν ἁγίων καλά [μίαν ἀρετῆς ἰδέαν ἀπηκριβώσω· διὸ καὶ μετὰ πάντας ὑπὲρ πάντας δοξασθείς, πρέσβευε, δεόμεθα, ὡς παρρησίαν ἔχων πρὸς Θεὸν ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἕτερον. Ἦχος πλάγιος τοῦ τετάρτου. Τὴν λογικὴν παιδείαν καὶ μαθημάτων ἐπιστήμην τῇ ἐπουρανίῳ σοφίᾳ συνεκέρασας, ἀοίδιμε· τοῖς πρακτικοῖς γὰρ ἀγῶσι τὸ παθητικὸν τῆς ψυχῆς εὐσεβῶς προκαθηράμενος, διὰ θεωρίας ἀνήχθης πρὸς τὴν ὑπεράρρητον θέωσιν καὶ τῷ ἀρχετύπῳ κάλλει τὸν νοῦν προσερείσας θεοειδὴς ὅλος ἐχρημάτισας, ἐναστραπτόμενος τῇ αἴγλῃ τοῦ τρισηλίου καὶ ἀκτίστου φωτός· ὅθεν χύμα γνώσεως καὶ καρδίας πλάτος λαβών, δόγματα ἐξηρεύξω σωτήρια τῷ κόσμῳ καὶ τὰς θεολόγους φωνὰς τῶν πατέρων ἐπεσφράγισας συλλογισμῶν ἀνάγκαις καὶ πιθανότησιν ἐπιχειρημάτων· ἀλλὰ καὶ ἡμᾶς, ταῖς εὐχαῖς σου τῶν ἀνοσίων ἐκκαθάρας παθῶν, τοῦ φαιδροτάτου σου βίου ζηλωτὰς καὶ ἐπαινέτας ἀξίους ἀνάδειξον καὶ τῆς ἐν τῷ μέλλοντι διανομῆς τῶν ἀϊδίων γερῶν καταξίωσον, Ἰωάννη τρισόλβιε.

Ἕτερον. Ἦχος πλάγιος αʹ. Χάρις Θεοῦ τοῖς ἱεροῖς χείλεσιν ἀληθῶς ἐξεχύθη, πατὴρ ἡμῶν Ἰωάννη, καὶ ἡ γλῶσσα σου κάλαμος γραμματέως ἐδείχθη τοῦ παναγίου πνεύματος, ἡ δὲ θεοφόρος σου ψυχή παντοδαπῆς σοφίας ἐνδιαίτημα σεπτόν· ὅθεν τῶν θείων ὕμνων τὸ σύντονον ταῖς εὐφραδέσι μελῳδίαις ἀνῆκας καὶ τὰς τῶν πιστῶν εὐφροσύνης ἐνθέου ψυχὰς ἐνέπλησας, ἐξενεχθέντος εἰς πᾶσαν τὴν οἰκουμένην τοῦ τοιούτου καλοῦ· τὴν οὖν ὑπὲρ λόγων εὔλογον χάριν ἀπονέμοντες, ὕμνοις καὶ ᾠδαῖς ἐπαξίως τὴν ἱεράν σου κορυφὴν καταστέφομεν, αἰτούμενοι διὰ σοῦ τυχεῖν ἵλεω Θεοῦ καὶ βασιλείας οὐρανῶν ἀξιωθῆναι.

Ἕτερον. Ἦχος πλάγιος τοῦ τετάρτου. Ἡ ἁγία τριάς, ὁ Θεὸς ἡμῶν, ἐν τῇ φωτεινῇ καρδίᾳ σου, πάσαις ἀρεταῖς κατηγλαϊσμένῃ, ὡς ἐν ναῷ μυστικῷ, λογικῷ καὶ ἐμψύχῳ μονὴν θέμενος, ἄγγελον ἐπίγειον καὶ οὐράνιον βροτὸν ἀπετέλεσεν, ὑπερκοσμίως ἐν τῷ κόσμῳ διαζήσαντα καὶ ἀγγελικῶς ἐν τῇ γῇ πολιτευσάμενον καὶ τὴν ἐκκλησίαν Χριστοῦ σὺν τῷ λαμπρῷ Κοσμᾷ ὕμνοις ἱεροῖς κατακοσμήσαντα· ἣ χρεωστικῶς ὑμᾶς ἐκ τῶν ὑμετέρων τιμῶσα εἰς αἰῶνας δοξάζει, θεόσοφοι.