Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι

Μᾶρκος ὁ Εὐγενικός

Ακολουθία στον άγιο Συμεών τον Μεταφραστή

Στιχηρά, κανόνας και συναξάριο που εγκωμιάζουν τον βίο, την πολιτεία και το εκτενές αγιολογικό συγγραφικό έργο του οσίου Συμεών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 6 από 13

Μηνὶ Νοεμβρίῳ ΚΗʹ. Στιχηρὰ εἰς τὸν ἅγιον Συμεὼν τὸν Μεταφραστήν. Ἦχος πλάγιος βʹ. Ὅλην ἀποθέμενοι Ὅλην τὴν διάνοιαν τῶν ὁρωμένων ἐξάρας καὶ τοῖς ὑπὲρ αἴσθησιν προσηλώσας, ὅσιε, ἐκ νεότητος, κοσμικοῖς πράγμασι καὶ μεγέθει δόξης οὐκ ἐκάμφθης τὴν προαίρεσιν, οὐδὲ ὑπέδωκας, τοῦ τῆς ἀρετῆς ἀξιώματος ὡς πάντων ὑπερέχοντος· ὅθεν φῶς τοῦ κόσμου γεγένησαι πόλις τε κειμένη λαμπρῶς ἐπ’ ἀκρωρείας ὑψηλῆς, ταῖς ἀστραπαῖς ταῖς τοῦ βίου σου φωτίζων τὰ πέρατα.

Ὅμοιον. Θείοις θεωρήμασι καὶ ἐπιστήμῃ τῶν ὄντων ἐμφιλοσοφώτατα τὴν τοῦ νοῦ κατάστασιν διεφαίδρυνας, Συμεὼν ὅσιε, καὶ δυνάμει λόγου τὰς τῆς γλώττης ἐξευγένισας ἀμάχους ἴυγγας· ὅθεν τῶν μαρτύρων τὰ τρόπαια καὶ βίους καὶ τὰ θαύματα καὶ ὑπερφυῆ κατορθώματα τῶν θείων πατέρων καὶ λόγους διδασκάλων ἱεροὺς τῇ ἐκκλησίᾳ συνέταξας ἐν πανσόφοις φράσεσιν.

Ὅμοιον. Τὰ κάτω βασίλεια καὶ τῆς συγκλήτου τὸ κλέος κοσμήσας, ἀοίδιμε, πρὸς τὴν θείαν σύγκλητον μεταβέβηκας, μοναστῶν σχήματι ἱερῶς ἐμπρέψας καὶ ἀγγέλοις ὁμοδίαιτος ἐν γῇ γενόμενος· καὶ νῦν πρὸς τὰ ἄνω βασίλεια καὶ πόλιν τὴν οὐράνιον ἐκδεδημηκώς, καθικέτευε τὸν κοινὸν δεσπότην ἰσχὺν τροπαιοφόρον κατ’ ἐχθρῶν τοῖς βασιλεῦσι δωρήσασθαι, Συμεὼν πανόλβιε.

Ὅμοιον. Ἅπαντες οἱ ἅγιοι τὴν παναγίαν ψυχήν σου σὺν ἀγγέλων τάγμασι πρὸς Θεὸν ἀπαίρουσαν ὑπεδέξαντο, ἱερῶς ᾄδοντες, ἱλαρῶς χαίροντες, ὧν ταῖς μνείαις ἐκοινώνησας, ὧν τὰ παλαίσματα καὶ τὰ θαυμαστὰ ἀριστεύματα τοῖς λόγοις διεκόσμησας· οὓς συμπρεσβευτὰς προσλαβόμενος ἐκτενῶς δυσώπει τὸν φύσει μεγαλόδωρον Θεὸν ταῖς ἐκκλησίαις ὁμόνοιαν, ὅσιε, δωρήσασθαι.

Δόξα. Ἰδιόμελον. Ἦχος πλάγιος βʹ. Τοὺς τιμηθέντας ἁγίους παρὰ σοῦ τοῖς ἐπαίνοις νῦν ὡς ἀληθῶς προσῆκε τὴν εὐφημίαν σοι, θεοφόρε, συμπληροῦν· ἀλλὰ παρ’ ἐκείνων μὲν τὴν ἀμοιβὴν ἀξίαν ἐν οὐρανοῖς [ἀπέχεις, σὺν αὐτοῖς εἰς αἰῶνας τῷ βασιλικῷ θρόνῳ παριστάμενος, ἡ ἐκκλησία δὲ τοῖς λόγοις σου ὡραϊζομένη, διαπρεπῶς τὴν μνήμην σου ἑορτάζουσα, κραυγάζει σοι· «χαίροις, ὁ τῶν θείων μαρτύρων τῇ προαιρέσει κοινωνός, ὡς γνησίως αὐτοὺς μακαρίσας καὶ τῆς αὐτῆς ἐκείνοις δόξης ἠξιωμένος, χαίροις, ὁ τῶν ὁσίων πατέρων τοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐκφράσας ἅμα καὶ μιμησάμενος, χαίροις, θεολόγων καὶ διδασκάλων ἀκριβὲς ἐκμαγεῖον· μεθ’ ὧν δυσώπει, πανόλβιε Συμεών, τὸν τῶν ὅλων Θεὸν εἰρηνεῦσαι τὸν κόσμον καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.»

Ἀπολυτίκιον. Ἦχος δʹ. <Ὀρθοδοξίας ὁδηγέ> Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν λογογράφων θεόπνευστον ἐγκαλλώπισμα, λύρα τοῦ πνεύματος, ταῖς συγγραφαῖς σου πάντας ἐφώτισας, Συμεών, πατὴρ ἡμῶν· πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς Τὸν κλεινὸν ὑμνῶ Συμεώνην τὸν πάνυ, Μάρκος. Ὠδὴ πρώτη. Ἦχος πλάγιος δʹ. Ἁρματηλάτην Φαραὼ ἐβύθισε Τῆς ἐκκλησίας τὸν φαιδρὸν κοσμήτορα, σὲ ἀνυμνῶ, Συμεών, τὸ μελιχρὸν στόμα, τὸν γενναῖον ῥήτορα, τὸν ὑψηλὸν φιλόσοφον, τὸν τοῦ κόσμου φωστῆρα, τῶν μοναζόντων τὸ καύχημα, τὸν τῶν ἀσωμάτων συνόμιλον.

Ὁ προγινώσκων τοὺς αὐτοῦ θεράποντας καὶ προορίζων Θεός, κοινωφελὲς δῶρον, ἀγαθὸν παγκόσμιον, τῷ βίῳ σε παρήγαγεν ἐπ’ ἐσχάτων τῶν χρόνων, τοὺς προλαβόντας μιμούμενον καὶ τὰς τούτων πράξεις συγγράφοντα.

Νεανικῶς τοῦ τῆς σαρκὸς φρονήματος ἐν τῇ νεότητι κατακρατῶν, πάτερ, σκεῦος ἁγιότητος, δοχεῖον θείας χάριτος σεαυτὸν ἀπειργάσω, τῇ παρθενίᾳ κοσμούμενος καὶ τῇ ἀπαθείᾳ λαμπόμενος. Θ. Κεκοσμημένη διαχρύσοις κάλλεσιν ἱματισμοῦ ἀρετῶν ὡς βασιλίς, κόρη, βασιλεῖ παρέστηκας τῷ αἰωνίῳ, δέσποινα, μητρικῇ παρρησίᾳ τοῖς σὲ πιστῶς μεγαλύνουσιν ἐξιλεουμένη τὸν εὔσπλαγχνον.

ᾨδὴ τρίτη. Ὁ στερεώσας κατ’ ἀρχὰς Λόγου δυνάμει στομωθεὶς καὶ ἐπιστήμῃ τῶν ὄντων τὴν διάνοιαν σοφῶς ἐκλαμπρύνας, ὡς γενναῖος ἀθλητὴς τῆς σεαυτοῦ δυνάμεως αἰσθόμενος, ἐντεῦθεν ταῖς πράξεσι προσεχώρησας.

Ἐπὶ λυχνίαν ὑψηλὴν ὡς φωτεινότατος λύχνος, ἐπὶ ὄρους ὡς ἐπίσημος πόλις τεθειμένος εὐκλεῶς, ἐν βασιλείοις ἔλαμψας, ταῖς ἀρεταῖς ἐν κύκλῳ δορυφορούμενος, ἅγιε. Ἵνα ποιήσῃς ἐκφανές, ὅτι τὸ φεύγειν τὸν κόσμον ἀγεννῶν ἐστι ψυχῶν, ἐν τῷ κόσμῳ καὶ τοῖς πράγμασιν αὐτὸς ὑπερκοσμίως ἔζησας, φιλοσοφίαν ἄκραν ὑπερφυῶς ἐνδεικνύμενος.

Θ. Νέον ἐγέννησας υἱόν, τὸν προαιώνιον λόγον τοῦ Θεοῦ τοῦ ἀοράτου, παρθένε, καὶ ὡς τόμος καθαρὸς γραφέντα σοι τὸν ἄγραφον τοῖς ἐν σκιᾷ θανάτου πρὶν καθημένοις ὑπέδειξας.

Κάθισμα. Ἦχος πλάγιος δʹ. Τὴν σοφίαν καὶ λόγον ἐν σῇ γαστρί Τὴν σοφίαν ζητήσας ἐπιμελῶς ἐκ νεότητος, ἅγιε Συμεών, συνήφθης τῷ ἔρωτι πρὸς αὐτὴν ἀδιάρρηκτα καὶ ἐστεφάνωσέ σε τῷ στέφει τῆς χάριτος καὶ ζηλωτὸν τοῖς πᾶσι δικαίως ἀνέδειξεν· ὅθεν τῶν ἁγίων πολιτείας καὶ βίους πανσόφως ἐκθέμενος καὶ συγγράψας, μακάριε, τῆς αὐτῆς ἀναρρήσεως ἔτυχες, πρεσβεύων Χριστῷ τῶν πταισμάτων ἄφεσιν <δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου>

ᾨδὴ τετάρτη. Σύ μου, Χριστέ Ὁ εὐγενὴς καὶ τὴν ἀξίαν ὑπέρλαμπρος ἐννοήσας τὴν ὄντως εὐγένειαν καὶ τῆς ψυχῆς τὸ θεοειδές, σκύβαλα ἡγήσω τὰ ἐν τῷ κόσμῳ τιμώμενα· διὸ τῆς βασιλείας κοινωνόν σε τῆς ἄνω ὁ τῶν ὅλων δεσπότης προσέλαβεν.

Νόμῳ Θεοῦ ἐμμελετήσας, πανόλβιε, καὶ τὰς θείας ἐντολὰς δεξάμενος ὡς ἐν πλαξὶ λείαις καθαραῖς ψυχῇ καὶ καρδίᾳ, ὡς νομοθέτης πιστότατος καὶ θεῖος λογοθέτης ἀκριβῶς καὶ δικαίως τὰ Ῥωμαίων διῴκησας πράγματα.

Ὑπὸ Θεοῦ κεκινημένος, τὰς χάριτας τῶν σῶν λόγων ἐφῆκας ταῖς πράξεσι καὶ πολιτείαις ταῖς ἱεραῖς τῶν διαπρεψάντων ἐν ἁγιότητι πρότερον μαρτύρων καὶ ὁσίων καὶ σοφῶν διδασκάλων, ὧν κατ’ ἴχνος ἐβάδισας, ὅσιε.

Θ. Μόνῃ ἐν σοὶ νόμοι καινίζονται φύσεως, μόνη τίκτεις βρέφος θεῖον ἄσπορον, τὸν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς ὑπὲρ νοῦν καὶ λόγον ἐξανατείλαντα, πάναγνε· διό σε μεγαλύνων ὁ σοφὸς Συμεώνης ὡραΐζεται λόγων ταῖς χάρισιν.

ᾨδὴ πέμπτη. Ἵνα τί με ἀπώσω Νοερὰν ἡσυχίαν ἐν περισπωμένῳ ποικίλως τῷ σώματι κατορθῶν, θεόφρον, τοὺς ἐνθέους οἰκείως μετέφρασας Μακαρίου λόγους, τοῦ ἀληθῶς τρισμακαρίου, συγκοσμήσας τῆς τέχνης τῇ χάριτι.

Ὡς σοφὸς καὶ ἀγχίνους πρέσβις πρὸς τοὺς Ἄραβας, μάκαρ, στελλόμενος, τὸ καλὸν καὶ θεῖον Θεοκτίστης τῆς θείας διήγημα ἐν παρέργῳ φέρων τῇ ἐκκλησίᾳ συνετάξω, τοῦτο πρῶτον τῶν σῶν καὶ ἐξαίρετον. Συλλαβὼν τὰς δυνάμεις τῆς ψυχῆς ἐπέστησας ταῖς σαῖς αἰσθήσεσι πυλωροὺς ἀγρύπνους ὡς μηδὲν τῶν ἀτόπων εἰσέρχεσθαι, νοῦν τὸν βασιλέα περιφρουρῶν ὡς ἐν ἀδύτῳ θεωρήμασι θείοις τερπόμενον.

Θ. Ὑπ’ ἀγγέλων ἁγίων ἀγγελοπρεπέσιν ᾠδαῖς εὐφημεῖσθαι σε, τὴν ἁγνὴν μητέρα, ὁ υἱός σου, παρθένε, εὐδόκησεν, ὁ τὸν ἄνω κόσμον ὡς ἀγαθὸς δημιουργήσας καὶ τὸν κάτω συνάψας αὐτῷ διὰ σοῦ.

ᾨδὴ ἕκτη. Ἄβυσσος ἁμαρτιῶν Μάρτυρας καὶ ἀσκητὰς μακαρίσας, θεοφόρε, γνησίως καὶ τοὺς αὐτῶν ἀγῶνας τοῖς σοῖς λόγοις ἐκθέμενος καὶ ὑπ’ ὄψιν ἀγαγὼν, γέγονας μάρτυς τῇ προαιρέσει καὶ τῆς αὐτῆς δόξης συμμέτοχος.

Ἔλεον τὸν τοῦ Θεοῦ Συμεὼν ὁ θεοφόρος ζηλώσας, οὐχ ὑπερεῖδε ξένον, οὐ πτωχόν, οὐκ ἀνέστιον, ἀλλὰ πᾶσιν ἡ αὐτοῦ ἤνοικτο θύρα τοῖς δεομένοις, ὥσπερ Ἰὼβ ὁ μέγας εἴρηκεν. Ὥσπερ μέγας ἀετὸς ὑψιπέτης τῇ δυνάμει τοῦ λόγου τοῖς ὑψηλοῖς τὴν γνῶσιν θαυμαστῶς ἐπαιρόμενος καὶ ποικίλως κελαδῶν, αὖθις κατέρχῃ τοῖς ἁπλουστέροις, ὡς ἀμφοτέροις εἶναι χρήσιμος.

Θ. Νέμων σοι τὴν ἀμοιβὴν ὁ κλεινὸς μεταφραστής, θεοτόκε, τῆς εἰς αὐτὸν προνοίας, τὰ σὰ θαύματα ἄνωθεν ἐκ γενέσεως αὐτῆς μέχρι κοιμήσεως ἀναγράφει διαφερόντως θαυμαζόμενος.

Κοντάκιον. Ἦχος πλάγιος δʹ. Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια Τῆς βασιλίδος τὸ λαμπρὸν θρέμμα καὶ γέννημα, τῆς οἰκουμένης τὸ ὡραῖον ἐγκαλλώπισμα, Συμεὼν ὁ θεηγόρος ἀνευφημείσθω· ὡς γὰρ ἄσαρκος ἐν κόσμῳ πεπολίτευται καὶ τὴν κτίσιν θείοις λόγοις κατεφαίδρυνε· διὸ κράζομεν· «χαίροις, πάτερ παγκόσμιε.»

Ὁ οἶκος. <Ἄγγελος πρωτοστάτης> Ἄγγελος μὲν τὸ «χαῖρε» παραστάς προσεφώνει ποτὲ τῇ Θεοτόκῳ σὺν φόβῳ, σὲ δὲ ἐκ τῶν ἀνθρώπων ὁρῶν ὑπὲρ φύσιν χρηματίσαντα ἄγγελον, ἐξίσταμαι ὡς ἄνθρωπος καὶ ἵσταμαι βοῶν σοι, πάτερ· «χαῖρε, σοφίας ἁγνὸν δοχεῖον, χαῖρε, τῶν λόγων λαμπρὸν ταμεῖον, χαῖρε, διδασκάλων ἐνθέων ἐκσφράγισμα, χαῖρε, θεολόγων πατέρων συνήγορε, χαῖρε, ὕψος δυσθεώρητον θεωρίας ἀκραιφνοῦς, χαῖρε, πλάτος πολυποίκιλον ἐμπειρίας πρακτικῆς, χαῖρε, ὅτι τὰς πράξεις τῶν ἁγίων συγγράφεις, χαῖρε, ὅτι τὸν κόσμον τοῖς σοῖς λόγοις εὐφραίνεις, χαῖρε, ἀστὴρ αὐγάζων τοῖς πέρασι, χαῖρε, λαμπτὴρ τοῦ φέγγους τῆς γνώσεως, χαῖρε, δι’ οὗ ἐκκλησία κοσμεῖται, χαῖρε, δι’ οὗ βασιλεία τιμᾶται, χαῖρε, πάτερ παγκόσμιε.»

ᾨδὴ ἑβδόμη. Θεοῦ συγκατάβασιν Ἡ πάντων δεσπόζουσα τῶν γεγονότων ἀρχικωτάτη τριὰς τοῖς σοφοῖς θεολόγοις καὶ διδασκάλοις καὶ σὲ συνέταξε, τὰς διαλέξεις αὐτῶν ἐκτιθέμενον καὶ τοὺς ἀγῶνας λαμπρᾷ φωνῇ κηρύττοντα.

Νοὸς σταθερότητι καὶ ἐμβριθείᾳ σοφοῦ φρονήματος ἐν τῷ λέγειν καὶ πράττειν ἀμφιδεξίως προσμεριζόμενος, οὐκ ἐνεδίδους, ἀρκῶν ἐπ’ ἀμφότερα καὶ μεταβαίνων εὐκαίρως ἐφ’ ἑκάτερον. Τὸν μέγαν ἐν πράξεσι καὶ ἐν τοῖς λόγοις τὰ πρῶτα φέροντα, τῆς συγκλήτου τὸ κλέος, τῶν μοναζόντων τὸ σεμνολόγημα, τῆς ἐκκλησίας τὸ θεῖον καλλώπισμα, τὸν θαυμαστὸν Συμεὼν ἀνευφημήσωμεν.

Θ. Ὁ λόγος ὁ ἄναρχος ἀρχὴν λαμβάνει τὴν καθ’ ἡμᾶς ἀπὸ σοῦ καὶ ὁρᾶται ἀνθρώποις καὶ θαυμασίως συναναστρέφεται, τὸ γένος ἅπαν τῆς πλάνης λυτρούμενος, εὐλογημένη ἁγνή, ὁ τῶν πατέρων Θεός.

ᾨδὴ ὀγδόη. Ἑπταπλασίως κάμινον Νενικηκὼς τὰς φάλαγγας τοῦ δεινοῦ κοσμοκράτορος ἐν αὐτῷ τῷ κόσμῳ καὶ λαμπρὸν τὸ τρόπαιον ἐγείρας, ἐφ’ ἕτερα μεταβεβήκεις σκάμματα, τοὺς τῶν μοναστῶν ἐπανελόμενος ἄθλους· διὸ ἐν ἀμφοτέροις ἀριστεύσας νομίμως, διπλοῦς καὶ τοὺς στεφάνους ἀξίως ἐκομίσω.

Περιφανὴς γενόμενος ἐν τῷ βίῳ, μακάριε, περιφανεστέραν μετὰ πότμον εὔκλειαν ἐκτήσω, τοῖς λόγοις σου τὴν οἰκουμένην πᾶσαν πληρῶν καὶ τὰς ἱερὰς κατακοσμῶν ἐκκλησίας, λαοὺς πιστοὺς εὐφραίνων, ἱερεῖς καταρτίζων ψυχάς τε τῷ δεσπότη προσάγων σεσωσμένας.

Ἀναλαβὼν τὰ θαύματα καὶ τὰς πράξεις, θεόπνευστε, καὶ τῶν πειρασμῶν τὰς ἀφορήτους λαίλαπας καὶ λόγων τὰς χάριτας τοῦ καὶ ψυχὴν καὶ γλῶτταν χρυσοῦ, φράσει διατόρῳ καὶ βροντώσῃ συνθήκῃ διήγγειλας ἀξίως, ἰδεῶν ἀφθονίᾳ καὶ σχήμασι ποικίλοις τὸν λόγον ὡραΐσας.

Νεανικῶς ἱστάμενος πρὸς τὴν ἄθεσμον αἵρεσιν τῶν εἰκονομάχων, τὰ πολλὰ παθήματα καὶ βίον καὶ θαύματα τοῦ ἱεροῦ Στεφάνου λαμπρῷ λόγῳ διαγράφεις καὶ συμπάσχεις ἀξίως· διὸ τὴν ἀμοιβήν σοι πρὸς ἀξίαν παρέσχε, καθ’ ἣν ἐτελειώθη ἡμέραν προσλαβών σε.

Θ. Ὑπὸ πολλῶν κυκλούμενοι συμφορῶν, παμμακάριστε, σοὶ τὰς ἑαυτῶν ἐλπίδας ἀνατίθεμεν· τὴν πόλιν σου φύλαττε ἀπὸ λιμοῦ, λοιμοῦ καὶ σεισμοῦ, πυρὸς καὶ μαχαίρας καὶ ἐθνῶν ἀλλοφύλων καὶ μάχης ἐμφυλίου, τὸ γλυκὺ ταύτης θρέμμα, τὸν θεῖον Συμεώνην προσδεχομένη πρέσβιν.

ᾨδὴ ἐνάτη. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, ἐν τῷ νόμῳ Κυρίου βαδίζοντες· σὺ δέ, σοφέ, πάντα περιέσχες μακαρισμόν ὡς ταπεινὸς γενόμενος, δίκαιος καὶ πρᾶος καὶ πενθητὴς καὶ μέγας ἐλεήμων καὶ πρύτανις εἰρήνης καὶ καθαρὸς ψυχῇ καὶ σώματι.

Ἀΰλων ἀσωμάτων παρεμβολαὶ καὶ ἁγίων ἁπάντων τὰ τάγματα τὴν καθαρὰν καὶ ἡγιασμένην καὶ φωτεινὴν ψυχήν σου ὑπεδέξαντο, γῆθεν ἀνιοῦσαν εἰς οὐρανοὺς λαμπρῶς ἐμφανισθῆναι τῷ τοῦ Θεοῦ προσώπῳ καὶ εἰς αἰῶνας ἐναγάλλεσθαι.

Ῥαθύμως ἐσχηκότες πρὸς τὰς σεπτὰς ἐντολὰς τοῦ Κυρίου, παρώφθημεν καὶ τοῖς ἐχθροῖς ἤδη παρεδόθημεν ὑπ’ αὐτοῦ εἰς ἐμπαιγμὸν καὶ ὄνειδος· στῆθι καὶ ἐξίλασαι τὸν χρηστὸν τῇ φίλῃ σου πατρίδι, λαῷ τῷ χριστωνύμῳ καὶ ἐκκλησίαις, ἃς ἐκόσμησας.

Καλέσας τοὺς ἁγίους συμπρεσβευτάς, ὧν τὰς πράξεις τοῖς λόγοις ἐκόσμησας, τὸν ἀγαθὸν καὶ φιλανθρωπότατον Ἰησοῦν ἱκετικῶς δυσώπησον κράτος δωρηθῆναι τῷ βασιλεῖ κατὰ τῶν πολεμίων, τὴν δόξαν τῇ συγκλήτῳ καὶ τὴν εὐστάθειαν τοῖς πράγμασιν.

Ὀλίγον σοι τὸ δῶρον καὶ πενιχρὸν ἐξ ὀλίγης φρενὸς καὶ δυνάμεως, ἀλλὰ τὴν σὴν ἀντικαταπέμποις μοι δαψιλῶς ἐξ οὐρανοῦ βοήθειαν, ὥσπερ τὴν ὠφέλειαν οὐ μικρὰν πολλάκις ἐδρεψάμην, τοῖς λόγοις σου τοῖς θείοις διαφερόντως ἐνηδόμενος.

Θ. Συνόντα σοι, παρθένε, διὰ παντὸς τὸν σοφὸν Συμεῶνα καὶ βλέποντα δόξαν τὴν σὴν συμπαραλαβοῦσα, τὸν σὸν υἱὸν ὑπὲρ ἡμῶν ἱκέτευσον, τῶν συντετριμμένων καὶ ταπεινῶν, τῆς σῆς κληρονομίας, τῆς πόλεως σου ταύτης, τῶν βασιλέων, οὓς ἠγάπησας.

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν Τὰ τῶν μαρτύρων τρόπαια καὶ ὁσίων ἀγῶνας, ἱεραρχῶν τε θαύματα καὶ ἁγίων ἁπάντων τοὺς βίους καὶ πολιτείας φράσεσι ταῖς πανσόφοις ἐξέθηκας εἰς μίμησιν πᾶσι τοῖς βουλομένοις· διόπερ νῦν σὺν αὐτοῖς παρέστηκας τῷ δεσπότῃ, ὑπὲρ ἡμῶν δεόμενος, Συμεὼν θεηγόρε.

Θεοτοκίον. Ὅμοιον. Ὁ τῶν ἁπάντων Κύριος, ἐξ ἁγίας γαστρός σου σωματωθείς, ἐπέφανε τοῖς ἐν σκότει τοῦ βίου, πανύμνητε Θεοτόκε, πάντας τοὺς ὑπευθύνους λυτρούμενος ὡς εὔσπλαγχνος τῆς ἀρχαίας κατάρας τῆς τοῦ Ἀδάμ· διὸ πίστει, δέσποινα, δυσωποῦμεν· τοῦτον ἡμῖν εὐΐλατον σαῖς πρεσβείαις παράσχου.

Εἰς τοὺς αἴνους στιχηρά. Ἦχος δʹ. Ὡς γενναῖον ἐν μάρτυσιν Τὸν φωστῆρα τὸν ἄδυτον, τὸν λαμπτῆρα τὸν πάμφωτον, τὸν τὴν κτίσιν ἅπασαν καταυγάζοντα τοῖς ἱεροῖς διηγήμασι τῶν βίων καὶ πράξεων καὶ ἀγώνων καὶ παθῶν καὶ ἐνθέων δυνάμεων ἀποστόλων τε προφητῶν καὶ μαρτύρων καὶ ὁσίων, Συμεὼν τὸν θεοφόρον ἀξιοχρέως τιμήσωμεν.

Ὅμοιον. Τῆς σοφίας τὸ ἄγαλμα, τῆς φρονήσεως τέμενος, σωφροσύνης κάλλιστον ἐνδιαίτημα, δικαιοσύνης ἀνδρείας τε θεότευκτον ὄχημα καὶ ἁπάσης ἀρετῆς ἱερὸν καταγώγιον, τὸν ἐν πράξεσι γεννικὸν λογοθέτην καὶ ἐν λόγοις ἐνεργῶς ἠκριβωμένον μελῳδικῶς ἀνυμνήσωμεν.

Ὅμοιον. Τὸ τοῦ κόσμου βασίλειον ἐπὶ γῆς κατεκόσμησας τῇ τῶν λόγων χάριτι καὶ τῶν πράξεων· καὶ νῦν, τὰ ἄνω βασίλεια οἰκῶν, καθικέτευε τὸν οὐράνιον, σοφέ, βασιλέα τῆς κτίσεως τοῦ δωρήσασθαι τοῖς ἡμῶν βασιλεῦσι τὴν εἰρήνην καὶ ὑγείαν καὶ τὸ κράτος, πολυχρονίως τηρούμενον.

Ὅμοιον. Ἡ τῶν πόλεων ἄνασσα τῇ γεννήσει σου χαίρουσα, νῦν διαπρεπέστερον ὡραΐζεται, τὸ ἱερόν σου καὶ ἅγιον κατέχουσα λείψανον ὡς καρπὸν πανευκλεῆ καὶ οἰκεῖον ἐντρύφημα, δοξαζόμενον εὐωδίᾳ θαυμάτων καὶ τῷ οἴκῳ τῆς πανάγνου Θεοτόκου καὶ πολιούχου σκηνούμενον.

Δόξα. Ἦχος δʹ. Βίον ἔνθεον κατορθώσας, θεωρίᾳ τὴν πρᾶξιν κατεκόσμησας, Συμεὼν παμμακάριστε· τὴν γὰρ σοφίαν φιλήσας ἔρωτι θείῳ, ἐκ στόματος τοῦ πνεύματος τὴν χάριν κατεπλούτησας καὶ ὡς κηρίον μέλιτος τὸν γλυκασμόν σου τῶν λόγων ἀποστάζων ἡμῖν, εὐφραίνεις νοήμασι θείοις τὴν ἐκκλησίαν τοῦ Χριστοῦ· διὸ ἐν οὐρανοῖς ἁγιοπρεπῶς αὐλιζόμενος ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, τῶν ἐκτελούντων τὴν μνήμην σου.

Καὶ νῦν θεοτοκίον. Συναξάριον. Μηνὶ νοεμβρίῳ κηʹ. Τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Συμεὼν Λογοθέτου τοῦ Μεταφραστοῦ. Ὁ τοὺς βίους ζῶν ἐκφράσας τῶν ἁγίων, τοῖς ἁγίοις σύνεστι λιπὼν τὸν βίον. Εἰκάδι ὀγδοάτῃ Συμεὼν ἐξεπέρησεν. Οὗτος ὁ περιφανὴς τοῦ κόσμου φωστὴρ καὶ τῆς ἐκκλησίας νοητὸς ἥλιος γεννᾶται μὲν ἐν τῆ θεοφυλάκτῳ ταύτῃ καὶ βασιλίδι πόλει κατὰ τοὺς χρόνους Λέοντος τοῦ σοφωτάτου καὶ εὐσεβοῦς βασιλέως. Πατέρων δὲ ἐπιφανῶν καὶ ἐνδόξων τυχών, ἐλευθερίως ἐτράφη καὶ ἀγωγῆς τῆς ἀρίστης εὐμοίρησε, τοῦτο μὲν τὴν ἐγκύκλιον παίδευσιν ἐξασκούμενος φιλοπόνως καὶ τοῖς ὑψηλοῖς τῆς φιλοσοφίας προσμελετῶν θεωρήμασι, τοῦτο δὲ ἐν τοῖς βασιλείοις περὶ τὰ τακτικὰ γυμναζόμενος καὶ τοῖς ἀρίστοις τῶν στρατηγῶν ὡς αὐτός φησι παραθέων καὶ συνεπόμενος. Ἐπήνθει δὲ ἅπασι τούτοις ὁ τοῦ Θεοῦ φόβος καὶ ἡ πρὸς ἀρετὴν οἰκείωσις, ἐκ πρώτης τριχὸς ὡς εἰπεῖν αὐτῷ συμφυέντα καὶ συναυξηθέντα καὶ συνακμάσαντα. Τὸ γὰρ εὐαγγελικὸν ἐκεῖνο φέρων ἀεὶ κατὰ νοῦν, «λαμψάτω τὸ φῶς ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς», τοιοῦτον ἑαυτὸν παρεῖχεν ἐν ἅπασιν, ὡς εἰς δόξαν Θεοῦ τὸν ὅλον αὐτοῦ βίον εἶναι καὶ τῶν ὁρώντων καὶ ἀκουόντων ὠφέλειαν.

Οὐ πολὺς ὁ μεταξὺ χρόνος καὶ συμπροϊούσης αὐτῷ τῇ ἡλικίᾳ τῆς ἀρετῆς καὶ παιδεύσεως, ἐπὶ τῶν κοινῶν πραγμάτων καθίσταται καὶ λογοθέτης μέγας χειροτονεῖται καὶ τοῖς μεταξὺ βασιλεύσασι Φωκᾷ καὶ Ἰωάννῃ σταθερῶς καὶ γνησίως ὑπηρετήσας, ὡς ἔδει τὸν ἐν ἀταξίᾳ πραγμάτων βεβηκότα καὶ στάσιμον ἐν τῷ μεγαλοφυεῖ τοῦ φρονήματος τῷ μετ’ αὐτοὺς Βασιλείῳ τῷ Πορφυρογεννήτῳ τὴν πατρῴαν τε καὶ παππώαν ἀρχὴν ἀνασῴζει καὶ συγκαθίστησι. Καὶ γίνεται τούτῳ τὰ πάντα· τῶν ἔνδον ὁ πιστότατος, τῶν ἐκτὸς ὁ πρακτικώτατος, τῶν ἀπορρήτων κοινωνὸς βουλευμάτων, τῶν μυστικωτέρων πράξεων βραβευτής, τῶν ἔξωθεν δεομένων εἰσαγγελεύς, τῶν τοῦ κρατοῦντος πρὸς τοὺς ἔξωθεν αὖθις ἐξαγγελεύς. Οὕτω τοιγαροῦν ἡ ἀρετή, λαβομένη τῆς ἀναλόγου πρὸς ἐργασίαν ὕλης, ἐξεφαίνετο καθ’ ἡμέραν καὶ ἐπεδίδου καὶ λαμπρότερον τὸν ἐργάτην ἐδείκνυε.

Χεὶρ μὲν ἦν αὐτῷ πρὸς τοὺς δεομένους ἄνετος καὶ ποταμοῖς ἴσα ῥέουσα, μηδ’ αὐτῶν φειδομένη πολλάκις τῶν ἀναγκαίων περιβλημάτων, σωφροσύνῃ δὲ καὶ ἁγιασμῷ τὸν ἄπαντα βίον ἐκόσμει. Καὶ οἱόν τις ποταμὸς δι’ ἄλμης ῥέων γλυκύς, οὕτως ἐν μέσοις τοῖς πράγμασι καθαρὸν τὸ σῶμα καὶ τὴν ψυχὴν συνετήρει καὶ τὸν νοῦν ἀνεπιθόλωτον εἶχε πρὸς θεωρίαν τοῦ κρείττονος. Τί δεῖ λέγειν προστασίας ἀδικουμένων καὶ συμφορῶν λύσεις καὶ ὅσοις ἄλλοις τὸ γένος εὐεργετῶν διετέλεσεν, ἄνθρωπος ἀρετῇ καὶ Θεῷ φίλος ἐν ἐξουσίᾳ γενόμενος; Ἀλλὰ καὶ τοὺς λόγους ἔγνω δεῖν τῷ Θεῷ ἀναθέσθαι καὶ τοῖς αὐτοῦ ἁγίοις, πρὸς οἷς ἄμετρόν τινα εἶχε τὸν πόθον καὶ ὧν ἐκοινώνει ταῖς μνείαις, ἐπειδὴ καὶ ταῖς ἀρεταῖς.

Ὁρῶν τοίνυν τὰ ὑπομνήματα τῶν βίων αὐτῶν καὶ ἀγώνων καὶ τεραστίων πράξεων περὶ μὲν τὴν λέξιν οὕτως ἀφελῶς ἔχοντα καὶ χυδαίως, ὡς μηδ’ ἀκοῆς ἄξια τοῖς πεπαιδευμένοις νομίζεσθαι, τὰ πολλὰ δὲ αὐτῶν οὐδὲ τὸν νοῦν ὑγιαίνοντα καὶ τῶν ἁγίων καταψευδόμενα, πάντα γε μὴν ἐλλιπῆ τοῦ δέοντος καὶ ἀκατάλληλα τῷ μεγέθει τῶν ὑποθέσεων, ἀναλαβὼν ἅπαντα μεταβάλλει πρὸς θαυμαστήν τινα φράσιν καὶ πολὺ τὸ ὑπέρογκον καὶ σεμνὸν μετὰ τοῦ σαφοῦς καὶ γνωρίμου τοῖς πολλοῖς ἔχουσαν καὶ τῇ ἐκκλησίᾳ δίδωσι χρῆμα πολλοῦ τινος ἄξιον, ἐξενεχθέντων εὐθὺς εἰς πᾶσαν τὴν οἰκουμένην τῶν αὐτοῦ συγγραμμάτων καὶ παρὰ πᾶσιν ἀναγινωσκομένων εἰς δόξαν Θεοῦ καὶ τῶν πιστῶν ὄφελος, ὡς ἐξ ἐκείνου τὴν ἐπωνυμίαν αὐτὸν λαβεῖν τοῦ Μεταφραστοῦ, καθάπερ ἄλλο τι τῶν τιμίων ἐπίσημον.

Οὕτω τὸν Θεὸν διὰ πάντων δοξάσας καὶ τοὺς ἁγίους τιμήσας, τήν τε πολιτείαν ὁμοῦ καὶ τὴν ἐκκλησίαν κοσμήσας, τὴν μὲν τοῖς ἔργοις, τὴν δὲ τοῖς λόγοις καὶ κοινὸν ἀγαθὸν τῷ βίω γενόμενος καὶ τὸν ἐκ Περσίδος ἥκοντα πρέσβιν, ἐπ’ εὐγλωττίᾳ τε καὶ σοφίᾳ χαλδαϊκῇ βρενθυόμενον, καὶ περὶ θρησκείας διαλεχθῆναι ζητοῦντα, τῇ τῶν λόγων δυνάμει καὶ χάριτι καταπλήξας καὶ ἀχανῆ καὶ ἄφωνον ἐργασάμενος, ὡς ἀπελθεῖν ἐκεῖνον μᾶλλον τῶν ἄλλων ἁπάντων, ὅσα Ῥωμαίοις ὑπῆρχε τότε, θαυμάζοντα, πρὸς τῷ τέλει τοῦ βίου καὶ τῷ ἱερῷ τῶν μοναχῶν ἐπικοσμηθεὶς σχήματι, μετατίθεται τὸ πολίτευμα καὶ πρὸς τὴν ἄνω σύγκλητον μεταβαίνει, χοροῖς διδασκάλων ἁγίων καὶ ἀσκητῶν συναπτόμενος καὶ μαρτύρων, οὓς μακαρίσας γνησίως εἴπερ τις ἕτερος, γέγονε μάρτυς τῆ προαιρέσει καὶ τῶν αὐτῶν ἐκείνοις στεφάνων καὶ τῆς δόξης ἠξιωμένος. Τὸ δὲ καθαρὸν αὐτοῦ σῶμα καὶ τῆς καθαρᾶς ψυχῆς ὄργανον δοξάζεται καὶ μετὰ τελευτὴν ὑπὸ τοῦ δι’ αὐτοῦ δεδοξασμένου Θεοῦ. Θαυμαστὴ γάρ τις καὶ ἄρρητος εὐωδία τὸν τόπον ἐπλήρου καὶ παρέμεινε μέχρι πολλοῦ τῷ λειψάνῳ καὶ τῇ σορῷ κἂν διὰ παντὸς ἔμεινεν, εἰ μή τινες παρ’ αὐτῷ καταθεῖναι καὶ ἕτερον τι σωμάτιον τετολμήκασιν.

Αὐτίκα γὰρ ἡ πηγὴ τῆς εὐωδίας ἐκείνης ἔστη καὶ πέπαυται, δεικνύντος κἀν τούτῳ Θεοῦ τὸ ὑπερέχον τῆς τοῦ ἀνδρὸς ἁγιωσύνης καὶ καθαρότητος. Τό γε μὴν ἱερὸν αὐτοῦ λείψανον εἰς δεῦρο μένει σῶον καὶ ἄλυτον, ἐν τῷ ναῶ τῆς δεσποίνης ἡμῶν τῆς Θεοτόκου καὶ πολιούχου τιμώμενον τε καὶ προσκυνούμενον, ἥτις ἐκ τῶν Ὁδηγῶν τὴν ἐπωνυμίαν κεκλήρωται.