Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι

Μᾶρκος ὁ Εὐγενικός

Ακολουθία στον όσιο Μάρκο τον Ασκητή

Υμνολογικά τροπάρια και κανόνας του όρθρου που αναφέρονται στη μνήμη, την άσκηση και τη διδασκαλία του οσίου Μάρκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 7 από 13

Μηνὶ μαρτίῳ εʹ. Ἀκολουθία εἰς τὸν ὅσιον πατέρα ἡμῶν Μάρκον. Στιχηρά. Ἦχος πλάγιος βʹ. Ὅλην ἀποθέμενοι Ὄγκον ἀποθέμενος βιωτικῆς φαντασίας καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, ὅσιε, βδελυξάμενος, ἀκλινῶς ἔδραμες λογισμῷ ζέοντι τὸν ἀγῶνα τῆς ἀσκήσεως· διὸ τὸν στέφανον τῆς δικαιοσύνης δεξάμενος, χειρὶ τῇ παντοκράτορι ταῖς τῶν μοναστῶν ὁμηγύρεσι τύπον καὶ κανόνα τῷ βίῳ καὶ τῷ λόγῳ σεαυτὸν ἠκριβωμένον προτέθεικας, Μάρκε παμμακάριστε.

Ὅμοιον. Λόγου θείαις χάρισι κεφαλαιώδεις κανόνας ἀρετῆς ἐξέθηκας καὶ μακροῖς συγγράμασι καθυπέδειξας τὴν ὁδὸν, ὅσιε, τὴν στενὴν ἅπασιν, ὅπως δύναται βαδίζεσθαι, καὶ τὴν ἀκρίβειαν τοῦ εὐαγγελίου τῆς χάριτος καὶ νόμων τελειότητα τῶν δεσποτικῶν ἐξεδίδαξας, Μάρκε θεοφόρε, καὶ βάπτισμα τὸ θεῖον καὶ ζωῆς τῆς αἰωνίου παραίτιον ἀκριβῶς ἀνέπτυξας.

Ὅμοιον. Θαῦμα φρικωδέστατον, ὅπως εἰσέτι τῷ βίῳ παρὼν ἐξεδήμησας πρὸς τὴν ὑπερκόσμιον τελειότητα νοερῶς, ὅσιε, θεϊκῇ χάριτι σὺν ἀγγέλοις ἀριθμούμενος· καὶ γὰρ τοῦ σώματος τοῦ δεσποτικοῦ καὶ τοῦ αἵματος ἀντὶ τοῦ προσκομίζοντος χεὶρ ἀγγελικὴ μετεδίδου σοι· ὢ τῆς θείας δόξης, δι’ ἦς καὶ νῦν δοξάζει σε Χριστός, ὃν παρρησίᾳ δυσώπησον ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δʹ. Πάλαι μὲν ἀστράγαλος χειρὸς ἀγγελικῆς τῷ βασιλεῖ Χαλδαίων θάνατον ὑπέγραφε· σοὶ δέ, θεοφόρε, τὸν ζωοδότην καὶ οὐράνιον ἄρτον ἐκ τοῦ θυσιαστηρίου ἀξίως ἀγγελικὴ χεὶρ ἐπιδίδωσιν, ἐξ ἀστραγάλου τῷ ἱερεῖ ὁρωμένη· τοῦ γὰρ προφήτου Ἡσαΐου τὴν χάριν δεξάμενος, ὡς ἐκεῖνος τῷ θείῳ ἄνθρακι τὰ χείλη ἐκαθάρθης καὶ πρὸς λαὸν ἀποσταλεὶς δουλεύοντα Θεῷ πρὸς τὴν ὁδὸν τῆς σωτηρίας ἐν θεοπνεύστοις λόγοις ἅπαντας ὡδήγησας· διὸ καὶ ἡμᾶς τοῖς ῥήμασι φωτίζων καὶ τοῖς πράγμασι, Θεῷ εὐαρεστῆσαι ποίησον, τῶν παθῶν ἀνωτέρους δι’ ἀρετῆς ἀναδεικνύς, Μάρκε παμμακάριστε.

Καὶ νῦν θεοτοκίον. Εἰς τὸν ὄρθρον ὁ κανών, οὗ ἡ ἀκροστιχίς· Ὁμώνυμον μέλπει σε τέκνον, πατέρα, Μάρκος. ᾨδὴ πρώτη. Ἦχος βʹ. Ἐν βυθῷ κατέστρωσε ποτέ Ὁ τὰ πάντα φέρων ὡς Θεός, ῥήματι δυνάμεως ὁ τοῖς αἰτοῦσι σοφίαν δωρούμενος, σόφισόν μου, δέομαι, τὴν διάνοιαν εὐφημῆσαι ἐν ᾄσμασι τὰ τοῦ σοῦ ὁσίου θεῖα ἀγωνίσματα, φιλάνθρωπε.

Μὴ θελχθεὶς τῷ λείῳ τῶν ῥευστῶν καὶ προσκαίρων, ὅσιε, τῆς ἀνωλέθρου ζωῆς τὴν κατάστασιν τῷ βίῳ ἐζήλωσας, τὴν ἰσάγγελον ἀσπασάμενος ἅμιλλαν· ὅθεν σὺν ἀγγέλοις, Μάρκε παναοίδιμε, ἐσκήνωσας. Ὡς ἐχέφρων ἔμπορος, σοφέ, πάντων, ὧν ἐκέκτησο, τὸν διαυγῆ μαργαρίτην ἠγόρασας Χριστόν, μόνην, ὅσιε, τὴν τοῦ λόγου ὑπολιπόμενος δύναμιν· ἣν καὶ ταύτην φέρων, πάτερ, τῷ δεσπότῃ καθυπέταξας.

Θ. Νεκρωθεῖσαν φύσιν τῶν βροτῶν ἀκρασίᾳ γεύσεως ὁ σὸς υἱός, Θεοτόκε, ἀνέστησε Χριστός, ὁ Θεὸς ἡμῶν, ἐγκρατείας τὸ ζωηφόρον πολίτευμα τῷ βίῳ φυτεύσας, ἐν ᾧ τοὺς ὁσίους προσελάβετο.

ᾨδὴ τρίτη. Ἐξήνθησεν ἡ ἔρημος ὡσεὶ κρίνον, Κύριε Ὑπέταξας τῷ κρείττονι σὺ τὸ χεῖρον, ὅσιε, ἀσκητικοῖς παλαίσμασι, τῆς σαρκὸς δουλώσας τὸ φρόνημα καὶ τὸν νοῦν ἐργασάμενος ἐλεύθερον. Μαθὼν παρὰ Χριστοῦ τοῦ πράου, ὅσιε, πραΰς τε καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ ἁπλοῦς ὅλος γεγένησαι καὶ τὴν γῆν τῶν πραέων κλῆρον εἴληφας.

Ὁ μόνος καθαρὸς τῇ καθαρότητι τῶν τρόπων τῶν σῶν ἀναπεπαυμένος, δι’ ἀγγέλου σοι μεταδίδωσι τῶν φρικτῶν μυστηρίων, ὢ τοῦ θαύματος. Θ. Νεώσασα ἀρότρῳ τῆς μετανοίας, κάθαρον καὶ καρποφόρον ἔργασαι χερσωθεῖσαν τῆς διανοίας μου, Θεοτόκε, τὴν ἄρουραν πρεσβείαις σου.

Κάθισμα. Ἦχος δος. Ταχὺ προκατάλαβε Σταυρῷ ὁπλισάμενος πρὸς ἀοράτων ἐχθρῶν ἐξῆλθες παράταξιν ἐν πεποιθήσει πολλῇ, πατὴρ ἡμῶν ὅσιε· οἷς καὶ συνάψας μάχην κατὰ κράτος ἐτρέψω πάσας τὰς πανουργίας τὰς αὐτῶν ἀπελέγξας· διόπερ καὶ τὸν τῆς νίκης στέφανον εἴληφας.

Ἕτερον. Κατεπλάγη Ἰωσὴφ Κατεπλάγησαν τὴν σὴν οἱ ἐπουράνιοι χοροὶ τῶν ἀΰλων στρατιῶν ἄκραν ἀπάθειαν, σοφέ, καὶ διὰ τοῦτο ὡς φίλῳ σοι ἐκοινώνουν τῶν ἄνω μυστηρίων καὶ ἐλλάμψεων καὶ κάτω τοῦ φρικτοῦ καὶ θείου σώματος· ὅθεν καὶ νῦν σὺν τούτοις τῇ παναγίᾳ τριάδι χαίρων παρίστασαι, ἡμῖν αἰτούμενος σωτηρίαν τοῖς ἐκτελοῦσι τὴν μνήμην σου.

ᾨδὴ τετάρτη. Ἐλήλυθας Μετέδωκας τὸ τοῦ λόγου, σοφέ, σιτομέτριον ὡς δοῦλος πιστότατος, πᾶσιν ἀφθόνως τοῖς χρῄζουσι γράφων, ἐκτιθέμενος ψυχωφελεῖς παραινέσεις θείᾳ χάριτι. Ἐκκέχυται τῆς ἁγίας ψυχῆς σου τὸ ἔλεος καὶ μέχρι τῆς φύσεως τῆς τῶν ἀλόγων, ἀοίδιμε, καὶ μάρτυς ἡ ὕαινα, ἀπολαβοῦσα τὸν σκύμνον ἀναβλέψαντα.

Λόγῳ θείῳ τὸν ἐν λόγοις ἀλόγως καυχώμενον σοφιστὴν ἐξήλεγξας, ἀποδεικνῦναι πειρώμενον ἀχρήστους ἐν πράξεσιν ὡς ἀδυνάτους τὰς θείας ἐντολὰς τοῦ Χριστοῦ. Θ. Πανύμνητε, ἡ Θεὸν ὑπερύμνητον τέξασα, ὑμνοῦντα σε πόθῳ με καὶ εὐσεβῶς μεγαλύνοντα λύτρωσαι κολάσεως καὶ ἐπηρείας δαιμόνων πολεμούντων μοι.

ᾨδὴ πέμπτη. Μεσίτης Θεοῦ Ἐν πόνοις πολλοῖς τὸ σαρκίον ἔτηξας, μακάριε, σκιὰν ὥσπερ ἄϋλον τοῦτο περιφέρων, ἀποθέμενον τοῦ γενείου τὰς τρίχας ἐκ τῆς πολλῆς ξηρότητος. Ἰδοὺ ἡ πηγὴ παραδείσου πρόεισι τοῦ θείου, πιστοί, προσέλθετε, πίετε ἄνευ ἀργυρίου τὰ γλυκύτατα τοῦ θεόφρονος Μάρκου διδασκαλίας νάματα.

Σημείοις φρικτοῖς τὸν σεπτόν σου βίον ἐθαυμάστωσε, Μάρκε παμμακάριστε, ὁ ἐν τοῖς ἁγίοις θαυμαζόμενος, ᾧ καὶ μόνῳ ἀρέσκειν διὰ παντὸς ἠγάπησας. Θ. Ἐλθὼν ἐπὶ γῆς ὁ υἱὸς ὁ τοῦ Θεοῦ σὰρξ γέγονεν, ἀμόλυντε δέσποινα, ἐκ τῶν σῶν αἱμάτων, περιθέμενος τὴν πεσοῦσαν ἀνθρώπων οὐσίαν ὡς φιλάνθρωπος.

ᾨδὴ ἕκτη. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος Τὴν σοφίαν φιλῶν ἐκ νεότητος ἄχρι καὶ τοῦ γήρως αὐτῇ συνεβίωσας, διὸ χαρίτων στέφανον τῇ σεπτῇ κορυφῇ σου ἐπέθηκεν. Εὐγνωμόνως ἡ ὕαινα φέρουσα κῴδιον κριοῦ, τὸν μισθὸν τῆς ἰάσεως τῆς τοῦ σκυμνίου προύθηκεν, ἀλλ’ ἀδίκως ἁρπάζειν κεκώλυται.

Κεφαλαίοις σοφοῖς περιέγραψας τοῦ πνευματικοῦ, μάκαρ, νόμου τὴν δύναμιν, διερμηνεύων ἄριστα τῆς ἁγίας γραφῆς τὴν ἀκρίβειαν. Θ. Ναὸς οὖσα τοῦ κτίστου, πανάμωμε, τὴν βεβηλωθεῖσαν ψυχήν μου ἁγίασον καὶ καθαρὸν ἀνάδειξον τοῦ δεσπότου Χριστοῦ οἰκητήριον.

Κοντάκιον. Ἦχος βʹ. Τὰ ἄνω ζητῶν Τὰ κάτω λιπών, τοῖς ἄνω προσεχώρησας τὰ γέρα τῶν σῶν καμάτων καὶ τὰ ἔπαθλα πρὸς Χριστοῦ κομίσασθαι· ἔνθα πάντων πάντοτε μνημόνευε, ὅπως ὕμνους, μακάριε, ὡς φίλῳ Κυρίου σοὶ προσάγωμεν.

Ὁ οἶκος. Τράνωσόν μου τὴν γλῶτταν, Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα Τὸν τῆς ἀρρήτου γνώσεως μύστην ἐκ τῆς πράξεως ὄντα καὶ τῷ λόγῳ πολλοὺς ἐξ ἀλογίας λυτρούμενον, δεῦτε, οἱ τρυφῶντες τοῖς αὐτοῦ θείοις συγγράμμασιν, ὕμνοις καὶ εὐφημίαις ὡς ἀμαράντοις στεφάνοις ἀξίως τιμήσωμεν, ἱκέσιόν τε ὁμοῦ καὶ χαριστήριον εἴπωμεν τὴν φωνήν· «ῥῦσαι ἡμᾶς ἐκ ποικίλων παθῶν, ἵνα πόθῳ τοὺς ὕμνους γηθόμενοι ὡς φίλῳ Κυρίου σοὶ προσᾴδωμεν».

Ὠδὴ ἑβδόμη. Ἀντίθεον πρόσταγμα Ὀρθόδοξον φρόνημα, καθαρωτάτην διάνοιαν, ὅσιε, πλουτήσας ἐκ νεότητος, πᾶσαν τὴν θεόπνευστον γραφὴν ἐκ στόματος ἔφερες, τῆ μνήμη συντηρῶν ὡς ἐν πυκτίῳ τὰς θεολέκτους φωνάς.

Νοὸς καθαρότητι θεολογίας ἀκτῖνας δεξάμενος, ὡς ἔσοπτρον νεόσμηκτον ἅπαντας ἐφώτισας ἀρχὴν εἰδέναι Θεὸν μέσον τε καὶ τέλος τῶν καλῶν ἐν τῷ υἱῷ καὶ ἁγίῳ πνεύματι. Προφήτας μὲν ἔθρεψε καὶ τῶν ὁσίων πολλοὺς ὁ φιλάνθρωπος διὰ χειρὸς ἀγγέλου Θεός, σοὶ δὲ τὴν οὐράνιον μόνῳ τροφὴν χορηγεῖ χεὶρ ἀγγελικὴ περιφανῶς καθορωμένη ἐξ ἀστραγάλου, σοφέ.

Θ. Ἀφράστως συνέλαβες τὸν Θεὸν λόγον, ἀρρήτως ἐκύησας, ἀφθόρως ἀπεγέννησας· μέγα τὸ μυστήριον τὸ σόν, θεόνυμφε, λόγον τε καὶ νοῦν ὑπερνικῶν ἀγγελικόν τε καὶ τὸν ἀνθρώπινον.

ᾨδὴ ὀγδόη. Κάμινος ποτὲ πυρὸς ἐν Βαβυλῶνι Τῇ τῶν λογισμῶν γαλήνῃ τῇ ἐξ ἄκρας ἀμεριμνίας προσκτησάμενος προσευχὴν ἀρρέμβαστον καὶ καρδίας καθαρότητα καὶ φυλακὴν ἀένναον, τύπος τῆς ἡσυχίας γέγονας, πάτερ ἀοίδιμε.

Εὐαγγελιστῇ σοφῷ, θεόφρον πάτερ, ὡς ἐκοινώνησας τῆς κλήσεως, καὶ τρόπου καὶ χάριτος κληρονόμος τούτου γέγονας καὶ τὸν καινὸν ἐν πνεύματι νόμον διατρανώσας, εὐαγγελίσω τοῖς πέρασιν. Ῥήτωρ ὑψηλὸς ἐν ταπεινώσει βίου καὶ θεολόγος καὶ φιλόσοφος γενόμενος, ὅσιε, γραμματεὺς μαθητευθεὶς Χριστῷ τοῦ ἀγαθοῦ προέφερες οἴκου τοῦ τῆς καρδίας ὡς θησαυροῦ παλαιὰ καὶ καινά.

Θ. Ἄχρονον υἱὸν ἀχράντως συλλαβοῦσα, τὸν ποιητὴν τῶν χρόνων, ἄχραντε, ἐν χρόνῳ ἐγέννησας, διὸ πάθη μου τὰ χρόνια καὶ παλαιὰ ῥυπάσματα κάθαρον, δυσωπῶ σε, τῆς εὐσπλαγχνίας σου νάμασιν.

Ὠδὴ ἐνάτη. Ἀνάρχου γεννήτορος Μύριοις τοξεύμασι καὶ πειρασμῶν ἐμπύροις βολαῖς ὁ ἐχθρός σοι, θεόφρον πάτερ, ἐπέθετο, ἀλλ’ ὑπερνικήσας αὐτοῦ τὴν φθοροποιὸν δύναμιν, παμμάκαρ, ἀνῆλθες γηθόμενος εἰς οὐράνια σκηνώματα.

Ἁγίως τὸν βίον σου διατελέσας, ὅσιε, σὺν ἁγίοις ἀξίως τὸν κλῆρον ἔσχηκας, ἔνθα οἱ χοροὶ τῶν ὁσίων τῷ θεϊκῷ θρόνῳ παρεστῶτες, ὑμνοῦσι τὴν ἄναρχον θεαρχίαν, παμμακάριστε. ῥημάτων αἱ χάριτες τῶν σῶν καταγλυκαίνουσι τοὺς ἐν πίστει καὶ πόθῳ ἀναγινώσκοντας, γνῶσιν θεϊκὴν ἐντιθεῖσαι καὶ φωτισμόν, Μάρκε θεοφόρε, ὁσίων τὸ καύχημα, διδασκάλων τὸ κεφάλαιον.

Κατέλαβες, ὅσιε, ἅπερ ἀεὶ ἐδίωκες, τὸν καλόν τε ἀγῶνα ἀγωνισάμενος καὶ τετελεκώς σου τὸν δρόμον, τοῦ ἐφετοῦ χαίρων ἀπολαύεις, τυχὼν τῆς θεώσεως ἐπαξίως, πανσεβάσμιε. Ὁ μόνος φιλάνθρωπος, ὁ μόνος ἀμνησίκακος, ὁ Θεὸς τοῦ ἐλέους καὶ τῆς χρηστότητος, ταῖς τοῦ σοῦ ὁσίου πρεσβείαις τὴν ταπεινὴν λύτρωσαι ψυχήν μου δαιμόνων κακότητος, ἀναιδῶς ἐπικειμένων μοι.

Θ. Σὺν σοὶ μὲν ἀπάρχεσθαι τῶν ὕμνων ἐφιέμεθα καὶ εἰς σὲ καταλήγειν, ἁγνή, εἰώθαμεν οἱ ἐπεγνωκότες μητέρα σε τοῦ Θεοῦ, δέσποινα τοῦ κόσμου, καὶ σῆς ἀπολαύοντες ἀρωγῆς ἐν περιστάσεσιν.

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν Τῶν μοναστῶν τὴν ἔνθεον, Μάρκε, φιλοσοφίαν, τοῖς σοῖς λόγοις ἐκόσμησας ὥσπερ δὴ καὶ τοῖς ἔργοις, ὡς θεῖον ἄγαλμα ξέσας, πᾶσι τοῖς βουλομένοις ἀρχέτυπον εἰς μίμησιν προτιθείς, θεοφόρε· διό σου νῦν τὴν λαμπρὰν καὶ εὔσημον καὶ ἁγίαν ἡμέραν τῆς κοιμήσεως ἐπαξίως τιμῶμεν.

Θεοτοκίον. Ὅμοιον. Ὁ τῶν ἁπάντων Κύριος ἐξ ἁγίας γαστρός σου σωματωθείς, ἐπέφανε τοῖς ἐν σκότει τοῦ βίου, πανύμνητε Θεοτόκε, πάντας τοὺς ὑπευθύνους λυτρούμενος ὡς εὔσπλαγχνος τῆς ἀρχαίας κατάρας, τῆς τοῦ Ἀδάμ· διὸ πίστει, δέσποινα, δυσωπῶ σε κἀμοὶ τοῦτον εὐΐλατον σαῖς πρεσβείαις παράσχου.

Εἰς τοὺς αἴνους στιχηρά. Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν Λόγῳ καὶ σοφίᾳ συντραφεὶς καὶ τὴν ἐκ τῆς φύσεως χάριν διαφερόντως πλουτῶν, σκύβαλα λελόγισαι τὰ περισπούδαστα τοῖς πολλοῖς νομιζόμενα καὶ ἄρας προθύμως τὸν σταυρόν σου, ἔδραμες ἀκολουθῶν τῷ Χριστῷ· ὅθεν κοινωνόν σε ποιεῖται, μάκαρ, τῆς αὐτοῦ βασιλείας ὁ μόνος δυνάστης καὶ μακάριος.

Ὅμοιον. Νόμου τὸ δικαίωμα, σοφέ, τοῦ πνευματικοῦ τοῖς σοῖς λόγοις ἡμῖν ἐτράνωσας, ἤλεγξας τοὺς πράξεσι καὶ μὴ τῇ χάριτι δικαιοῦσθαι νομίζοντας, τὸ τῆς μετανοίας ἔργον ὀφειλόμενον πᾶσιν ὁμοίως δεικνύς· ὅθεν ὡς πολύτιμον ὄλβον καὶ διαφανεῖς μαργαρίτας ἔχοντες τοὺς λόγους σου θαυμάζομεν.

Ὅμοιον. Ὅλος ἐκδημῶν πρὸ τελευτῆς καὶ σὺν τοῖς ἀγγέλοις τὸν κτίστην ὑμνῶν μετάρσιος, ἄκρᾳ ἁγιότητι καὶ ἀπαθείᾳ, σοφέ, δι’ ἀγγέλου τοῦ σώματος φρικτῶς ἐκοινώνεις καὶ τοῦ θείου αἵματος· οὕτω δοξάζειν Θεὸς οἶδε τοὺς δοξάζοντας τοῦτον, ᾧ νῦν παριστάμενος, πάτερ, αἴτησαι σωθῆναι τοὺς ὑμνοῦντας σε.

Δόξα. Ἦχος αʹ. Τῷ τοῦ Πέτρου υἱῷ χρηματίσαντι καὶ τοῦ εὐαγγελίου συγγραφεῖ γεγονότι, θεόφρον, ὁμωνυμήσας, υἱὸς Θεοῦ κατὰ χάριν γέγονας καὶ τὸν καινὸν τοῦ πνεύματος νόμον ἐν θεοσόφοις λόγοις διετράνωσας· διὸ τύπος καὶ κανὼν μοναδικῆς πολιτείας ὑπάρχων τῷ ἀκραιφνεῖ τοῦ φθόγγου μέλιτι τοὺς προσέχοντας πάντας εἰς πόθον ἀρετῆς διεγείρεις καὶ τὰς λαβὰς τῶν ἐναντίων ἐκφεύγειν διδάσκεις· ἀλλὰ καὶ νῦν ἡμῖν ἐξιλέου τὸ θεῖον τοῖς ἐν πίστει τελοῦσι τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν θεοτοκίον.

Δόξα. Εἰς τὸν στίχον. Ἦχος δʹ. Τὸν τοῦ Κυρίου σταυρὸν ἐπ’ ὤμων ἀράμενος, ὅσιε πάτερ, ἀκλινῶς ἐπορεύθης τὴν ὁδὸν τῆς σωτηρίας· τὴν γὰρ ψυχὴν ἀπολέσας εὐαγγελικῶς αὐτὴν διέσωσας καὶ σὺν αὐτῇ καὶ ἑτέρους ὡς οἰκονόμος φρόνιμος ἐκέρδησας, τὸ τοῦ λόγου τάλαντον εἰς ἑκατὸν τοῖς γράμμασι πολυπλασιάσας· διὸ καὶ ἡμᾶς τοὺς ὑμνοῦντας σε διὰ νηστείας κεκαθαρμένους καὶ τὰ ἐπὶ γῆς μέλη νεκρώσαντας τὸν ζωηφόρον σταυρὸν ἀξίωσον προσκυνῆσαι καὶ μετὰ τοῦτο τὴν σωτήριον ἀνάστασιν, ἐκτενῶς ἱκετεύων τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν θεοτοκίον.