Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι

Μᾶρκος ὁ Εὐγενικός

Ακολουθία στον άγιο Αλέξιο τον Άνθρωπο του Θεού

Πλήρης υμνογραφική ακολουθία αφιερωμένη στον βίο, την εκούσια πτωχεία και τους πνευματικούς άθλους του αγίου Αλεξίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 8 από 13

Μηνὶ μαρτίῳ ΙΖʹ. Ἀκολουθία εἰς τὸν ἅγιον Ἀλέξιον, τὸν ἄνθρωπον τοῦ Θεοῦ. Στιχηρά. Ἦχος δʹ. Ὁ ἐξ ὑψίστου κληθεὶς οὐκ ἀπ’ ἀνθρώπων Ὁ τὴν πτωχείαν τοῦ πνεύματος πλουτήσας, ὅτε ὁ σωτήριος πόθος ἐνέσκηψε τῇ σῇ καρδίᾳ, θεόληπτε, πρὸς οὐρανόν σε ὅλον μετάρσιον ἐργαζόμενος, τότε τὸν ἐπίγειον πλοῦτον ἐμίσησας καὶ τὴν πτωχείαν ἠγάπησας, τὸν κενωθέντα μέχρι καὶ δούλου μορφῆς μιμούμενος· ὅθεν αὐτός σε διαδήματι βασιλείας τῆς ἄνω ἐκόσμησε καὶ μακάριον ὄντως ἀνηγόρευσεν, Ἀλέξιε.

Ὅμοιον. Δεσποτικὴν ἐκπληρῶν νομοθεσίαν γονέων ἠμέλησας ἐμφύτου σχέσεως καὶ τὴν ψυχήν σου ἐμίσησας, ἵνα φυλάξῃς εἰς τὴν ζωὴν αὐτὴν τὴν αἰώνιον· ὅθεν ἀναδέδειξαι τοῦ οὐρανίου πατρὸς ἄξιος κλήσει καὶ πράγματι, σύ, χρηματίσας τοῦ Θεοῦ ἄνθρωπος καὶ ἀπείληφας τὴν τῶν θαυμάτων θείαν δύναμιν καὶ λυτροῦσαι τοὺς πόθῳ τιμῶντας σε χαλεπῶν ἐκ κινδύνων καὶ μελλούσης κατακρίσεως.

Ὅμοιον. Ὢ παραδόξου τῷ ὄντι μυστηρίου, οἷον εἶδεν ἥλιος ἐν γῇ τεράστιον· ἄνθρωπος, γένους λαμπρότητι καὶ πλούτῳ βρίθων καὶ πολλοὺς ἔχων τοὺς θεραπεύοντας, ἄπολις, ἀνέστιος, πτωχὸς ἑκούσιος, ἄτροφος, κρύει πηγνύμενος, προσερριμένος τοῖς ἑαυτοῦ πυλῶσιν, ἐμπαροινούμενος ὑπὸ τῶν παίδων· ἀλλ’ ὁ κόλπος σε τοῦ Ἁβραάμ, Ἀλέξιε, δέχεται καὶ σκηναὶ τῶν δικαίων, ἔνθα ἦχος ἑορτάζοντος.

Ὅμοιον. Ἃ μὲν ἡτοίμασεν ἄθλα καὶ βραβεῖα Θεός σοι, πανόλβιε, ἐπὶ τοῦ μέλλοντος, οὐκ ὀφθαλμὸς ἐθεάσατο καὶ οὖς ἀνθρώπου καὶ ἡ καρδία οὐ παρεδέξατο καὶ νῦν δὲ σπουδάζοντα λαθεῖν ἐδόξασεν ἐπὶ τοῦ τέλους τοῖς θαύμασι καὶ εἰς αἰῶνα τοῖς δεομένοις προστάτην ἔδειξε· διὸ τοὺς πίστει ἑορτάζοντας τὴν ἁγίαν σου μνήμην ἱκέτευε τῶν πταισμάτων τὴν λύσιν καὶ τὸ μέγα εὑρεῖν ἔλεος.

Δόξα. Ἦχος πλάγιος βʹ. Ἀξίως τοῦ ὀνόματος Ἀξίως τὴν κατάλληλον ἐπωνυμίαν τῷ σῷ βίῳ πεπλούτηκας· τὸν σταυρὸν γὰρ τοῦ Χριστοῦ ἐπ’ ὤμων ἀράμενος καὶ κατὰ τὴν ἐντολὴν ὅλον ἑαυτὸν προθύμως ἀρνησάμενος, ἔδραμες ὀπίσω διώκων τοῦ παθόντος ἑκουσίως καὶ τῶν παθῶν τὴν βρότειον φύσιν ἀπαλλάξαντος· ὅθεν φανεὶς Θεοῦ ἄνθρωπος αὐτῷ μόνῳ ζῆν ᾑρετίσω, σοφέ, μηδενὶ τῶν ἐπὶ γῆς ὅλως διεγνωσμένος, ἀλλά σε ἐδόξασεν ὁ τοὺς δοξάζοντας τοῦτον ἀντιδοξάζων ὡς φιλάνθρωπος.

Εἰς τὸν στίχον ἰδιόμελον. Ἦχος πλάγιος βʹ. Τὸ κατ’ εἰκόνα Θεοῦ φυλάξας ἀκίβδηλον διὰ πολιτείας εὐαγοῦς, ὅσιε Ἀλέξιε, πρὸς τὸ καθ’ ὁμοίωσιν ἀνέδραμες· τῶν γὰρ ἐμφύτων ἄρξας παθῶν καὶ τὰ ἐκτὸς ἅπαντα σκύβαλα ἡγησάμενος, ἐν τοῖς πολυτρόποις πειρασμοῖς τὸν ἔσω ἄνθρωπον ἐκράτυνας καὶ ἐπαρθεὶς τῶν ὅρων τῆς φύσεως, τῇ πρὸς θεὸν ἀνατάσει θεοειδὴς ἐχρημάτισας· ὅθεν ἄνθρωπος Θεοῦ τὸ ἐπώνυμον ἔσχες καὶ σωτηρίας πρόγραμμα τοῖς βουλομένοις μιμεῖσθαι τὸν βίον σου κατέλιπες· πρέσβευε, δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν θεοτοκίον. Ἀπολυτίκιον. Ἦχος πλάγιος βʹ. Ἐν σοί, πάτερ, ἀκριβῶς. Εἰς τὸν ὄρθρον κανών, οὗ ἡ ἀκροστιχίς· Δέχου τὸν ὕμνον, παμμάκαρ Ἀλέξιε, Μάρκου. ᾨδὴ πρώτη. Ἦχος πλάγιος βʹ. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραὴλ Δίδου μοι λέξεως χάριν καὶ θεαυγῶν νοημάτων δύναμιν εὐφημῆσαι τὴν σεπτήν καὶ ἁγίαν μνήμην σου, σοφέ, ἣν ἐδόξασε Θεός, μάκαρ Ἀλέξιε.

Ἐκ στειρεύουσης νηδύος ὡς Σαμουὴλ προελθών, ἀνέθηκας σεαυτὸν τῷ ποιητῇ, τῶν ἐκείνου φύλαξ ἐντολῶν χρηματίσας ἀκριβής, πάτερ Ἀλέξιε. Χαίροις, ὦ μέγιστε ἄνθρωπε τοῦ Θεοῦ τὴν γὰρ φύσιν ἤρνησαι καὶ σταυρώσας σεαυτὸν κόσμῳ καὶ τοῖς πάθεσι, Θεῷ μόνῳ ζῆν καὶ πολιτεύεσθαι προῄρησαι.

Θ. Ὁ ἐκ παρθένου πτωχεύσας ὑπερβολῇ εὐσπλαγχνίας, Κύριε, τὴν οὐσίαν τῶν βροτῶν ἐπὶ γῆς καινὴν διαγωγὴν ἐν πτωχείᾳ τοῖς σοῖς δούλοις καθυπέδειξας.

Ὠδὴ τρίτη. Οὐκ ἔστιν ἅγιος ὡς σὺ Ὑποχωρήσας ἀφανῶς οἴκου καὶ συγγενείας καὶ γνωρίμων καὶ φίλων, μετανάστης εἰς μακρὰν πόλιν ἐγένου, σοφέ, ξενιτεύων καὶ πόνοις τρυχόμενος. Τῆς Θεομήτορος ναῷ προσεδρεύων ἀξίως, ὑπ’ αὐτῆς ἐγνωρίσθης καὶ μὴ θέλων ὅστις εἶ τῷ νεωκόρῳ, σοφέ, τεθηπότι τοὺς ξένους ἀγῶνας σου.

Ὅλον τὸν νοῦν πρὸς τὸν Θεὸν προσεχῶς καὶ ἀΰλως ἀνατείνων, τρισμάκαρ, ταῖς αὐτοῦ μαρμαρυγαῖς ἐχρώσθης, ὅπερ αὐτὸς κατ’ οὐσίαν θέσει γνωριζόμενος. Θ. Ναὸν καὶ θρόνον σε Θεοῦ καὶ παλάτιον, κόρη, κιβωτόν τε καὶ στάμνον καὶ λυχνίαν θεαυγῆ καὶ πύλην συμβολικῶς οἱ προφῆται πάντες προδιέγραψαν.

Κάθισμα. Ἦχος πλάγιος δʹ. Τὴν σοφίαν τοῦ λόγου ἐν σῇ γαστρὶ Τὴν οἰκίαν, θεόφρον, τὴν πατρικὴν παροικήσας ὡς ξένος ἐν συντριβῇ πτωχείᾳ τε πνεύματος, ὥσπερ ἄλλος τις Λάζαρος, προσερριμμένος ἔξω, πτωχεύων, θλιβόμενος, ὑπὸ οἰκείων παίδων δεινῶς παροινούμενος, τῆς τοῦ μακαρίου Ἁβραὰμ ἠξιώθης ἐν κόλποις ἀνέσεως καὶ χαρᾶς τοῦ Κυρίου σου, θεοφόρε Ἀλέξιε· πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων <ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου>.

Ὠδὴ τετάρτη. Χριστός μου δύναμις Θεὸς καὶ Κύριος Ὑπὸ τοῦ πνεύματος καταλαμπόμενος τῇ μορφῇ, πάτερ, ὅλος ἀγγελικὸς ἐφαίνου, Ἀλέξιε, διαδοθείσης ἐμφανῶς τῆς ἐν σοὶ οἰκούσης χάριτος. Μακραῖς δεήσεσι πανημερίοις τε καὶ παννύχοις ἐν πένθει καὶ συντριβῇ Θεὸν ἐθεράπευες, δι’ ἑβδομάδος τὴν τροφήν, θεοφόρε, προσιέμενος.

Ναὸς γενόμενος Θεοῦ τοῦ ζῶντος, σοφέ, τὴν καρδίαν μὲν ἔστησας μυστικὸν ὡς θυσιαστήριον, ἀρχιερέα δὲ τὸν νοῦν, λογικὰς θυσίας φέροντα. Θ. Ὁ μόνος ἄναρχος καὶ ἀτελεύτητος ἐπ’ ἐσχάτων τῶν χρόνων ἀρχὴν ἐν σοὶ χρονικὴν ὑφίσταται καὶ τελευτὴν ζωοποιὸν διὰ πάθους, κόρη, δέχεται.

ᾨδὴ πέμπτη. Τῷ θείῳ φέγγει σου, ἀγαθέ, Νεώσας αὔλακας τῆς ψυχῆς τῇ τῶν ἐντολῶν ἐργασίᾳ, σπόρον τὸν θεῖον κατέβαλες, ὃν δακρύων ὄμβροις ἐπάρδων, ἔδειξας πολύχουν τῷ δεσπότῃ, μάκαρ Ἀλέξιε. Περιϊστάμενος ἀσφαλῶς δόξης τῆς ματαίας καὶ φευκτῆς, τὰ ὀνειρώδη κηρύγματα φεύγων διετέλεις, ἀλλὰ καὶ ἄκοντα Θεός σε τῇ πατρίδι πάλιν ἀπέδωκεν.

Ἀγωνιῶ καὶ πρὸς τὸ ἑξῆς βλέπων τοῦ σοῦ βίου, θεόφρον, ὑπερφυῶς καταπλήττομαι, πῶς ὁμοῦ πρὸς φύσιν ἀντικαθίστασο, πρὸς δαίμονας, πρὸς δούλους ἐμπαροινοῦντας σοι. Θ. Μαρία, πάναγνε, τὴν ἐμὴν ποίησον ψυχὴν ὡς Μαριὰμ τὸν ἐπινίκιον ᾄδουσαν, ὥσπερ ἐν τυμπάνῳ τῇ τῶν ἐμφύτων παθῶν νεκρώσει τοὺς ἐχθρούς μου καταποντίσασα.

ᾨδὴ ἕκτη. Τοῦ βίου τὴν θάλασσαν Μονὴν τὴν αἰώνιον ἐν οἰκίᾳ τοῦ πατρὸς τοῦ οὐρανίου, ὅσιε, ἐπιζητῶν προσκτήσασθαι, πατρικὴν οἰκίαν παρῴκησας, ὡς προσαίτης καὶ ξένος ἐμπαιζόμενος. Ἀβίωτον ἥγηντο τὴν ζωὴν οἱ εὐκλεεῖς πατέρες σου, θεσπέσιε, τῇ σῇ στερήσει, μάκαρ, περιπαθῶς ἐπολοφυρόμενοι, ἐν χερσὶ δέ σε ἔχοντες οὐκ ᾔδεσαν.

Κατ’ ἴχνος ἐζήλωσας τὸν γενναῖον ἀθλητὴν Ἰὼβ τὸν ἀδαμάντινον, ἐν πειρασμοῖς ἀκλόνητος ἑστηκώς, ἀνθρώποις καὶ δαίμοσι καὶ τῇ φύσει παλαίων, ὢ τοῦ θαύματος. Θ. Ἁγία θεόνυμφε, σὲ τιμῶν ὁ ἱερὸς θεράπων σου Ἀλέξιος ἁγιασμὸν ἐδίωξε καὶ Θεὸν ἰδεῖν κατηξίωται, τῶν θαυμάτων τὴν χάριν κομισάμενος.

Κοντάκιον. Ἦχος βʹ. Τὰ ἄνω ζητῶν Ῥεούσης τρυφῆς καὶ δόξης κατεφρόνησας, τῆς ἄνω τιμῆς, Ἀλέξιε, γλιχόμενος καὶ πτωχεύσας πνεύματι τὸν Θεὸν ἐπλούτησας, ὅσιε, παρ’ αὐτοῦ τὴν χάριν λαβών, πρεσβεύειν ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ οἶκος. Τράνωσόν μου τὴν γλῶτταν, Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα Τοῦ Ἰησοῦ μου τὴν ξενιτείαν εἰς τὰ ἴδια χαίρων ὁ αὐτοῦ μιμητὴς Ἀλέξιος διετύπωσε· τοῖς γὰρ ἰδίοις προσερριμμένος προπυλαίοις ὑπέμενεν, ἐν κακώσει καὶ πειρασμοῖς ἀμυθήτοις ἀνύων τὸν ἅπαντα βίον ὁ δίκαιος· ὃν ἐγὼ φιλῶν ἐξαιρέτως προῄρημαι τοῖς ἐγκωμίοις ὡς ἄνθεσιν ἀναδῆσαι, δεόμενος τούτου Χριστῷ πρεσβεύειν ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ ἑβδόμη. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο Ῥωμαλέως ταῖς ἀνάγκαις ταῖς τῆς φύσεως πάσαις ἀπομαχόμενος, τῷ ἀλάστορι τὰς πληγὰς ἐδίδους ἐνεργεῖς· διόπερ σφαδάζων τῷ θυμῷ τοὺς σοὺς οἰκέτας κατὰ σοῦ, μάκαρ, διήγειρεν.

Ἀνεκήρυξε Θεὸς ἐπὶ τοῦ τέλους σε ἐν ὑψηλῷ κηρύγματι, συγκαλούμενος βασιλεῖς καὶ ἄρχοντας ὁμοῦ καὶ δῆμον καὶ ἅπαντα λαὸν σὺν ἱεράρχαις εἰς τὴν σήν, πάτερ, μετάστασιν. Λαθεῖν σπεύδων ἐν τῷ βίῳ τοῖς ποθοῦσι σε, λέξιν οὐ προενήνοχας εἰς φανέρωσιν, ὃ ἐγένου, μάκαρ, προκληθείς, ἀλλ’ ἤδη τῷ τέλει προσβαλὼν διὰ τοῦ τόμου φανεροῖς σαυτόν, Ἀλέξιε.

Θ. Ἐπὶ σοί, μῆτερ παρθένε, χαίρει ἅπασα κτίσις, ἡ τῶν ἀγγέλων πληθὺς καὶ ἡ βρότειος, θεοδόχε, κλίνη, λογικὲ παράδεισε, σκήνωμα Θεοῦ χρυσοπορφύρωτε παστάς, φαιδρὸν ἀνάκτορον.

ᾨδὴ ὀγδόη. Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας Ξενοτρόπως βιώσας ξένοις χαρίσμασιν ἐδοξάσθης, τρισμάκαρ, καὶ μετὰ θάνατον· βάσεις γὰρ χωλῶν ἐστερέωντο, ὄμματα τυφλῶν ὑγιοῦντο καὶ τῶν ἀλάλων γλῶσσαι.

Ἱερὸν τοῦ δεσπότου κατοικητήριον καὶ ναὸς τοῦ ἁγίου γέγονας πνεύματος διὰ τελειότητος βίου, Ἀλέξιε· ὅθεν εἰς ἀΰλους μετέβης κατοικίας. Ἐγκοσμοῦνται τῇ κλήσει τῇ σῇ καλούμενοι βασιλεῖς καὶ δυνάσται, ἐπικαλούμενοι πρὸς τὴν κατ’ ἐχθρῶν συμμαχίαν τὰς σὰς προσευχάς, αἷς παρὰ Κυρίῳ δύνασαι τὰ μεγάλα.

Θ. Μετὰ τόκον παρθένος, κόρη, διέμεινας ὡς πρὸ τόκου· Θεὸν γὰρ ἀφράστως τέτοκας, πνεύματος ἐν σοὶ τοῦ ἁγίου σκηνώσαντος· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ ἐνάτη. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον Ἀρχαί, δυνάμεις καὶ κυριότητες, ἐξουσιῶν τὰ στίφη καὶ ἀρχάγγελοι, ἄγγελοι, Χερουβίμ, Σεραφίμ τε καὶ θρόνοι φρικτοὶ σὺν τοῖς ἁγίοις πᾶσι γῆθεν ἀπαίρουσαν σύνοικον τὴν θείαν σου ψυχήν, μάκαρ, ἐδέξαντο.

Ῥητόρων γλῶσσαι, φωναὶ διάτοροι, ἐποποιῶν ᾠδαὶ καὶ μουσολόγων αἱ χάριτες εἰς ταὐτὸν συνελθοῦσαι οὐ σθένουσιν ἄξιον ὕμνον πλέξαι σοί, παναοίδιμε· ὅμως εὐμενῶς μοι τὴν ᾠδὴν ταύτην προσδέξαιο. Κρατήσας ἤδη τὰ ἐλπιζόμενα καὶ τῷ Θεῷ ἀμέσως ὁμιλῶν, καθικέτευε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ παντί, νίκας τοῖς βασιλεῦσι, βίον ἀπήμονα καὶ εἰρηνικὴν διαγωγὴν τοῖς εὐφημοῦσι σε.

Ὁ ὢν τῇ φύσει χρηστὸς καὶ εὔσπλαγχνος, ὁ θελητὴς ἐλέους, εὐσπλαγχνίας ἡ ἄβυσσος ταῖς πρεσβείαις, δέσποτα, τοῦ σοῦ ἀσκητοῦ λῦσον τῆς ἐκκλησίας πάντα τὰ σκάνδαλα καὶ τῆς πολιτείας τὸν βαρὺν χειμῶνα κούφισον.

Θ. Υἱὸν καὶ λόγον Θεοῦ γεγέννηκας σωματικῶς υἱόν σου γεγονότα, πανάμωμε, ἐν δυσὶν οὐσίαις ὑποστάσει μιᾷ ὅλον ἐν ἀμφοτέροις, ὃν καθικέτευε σὺν ταῖς οὐρανίαις στρατιαῖς ὑπὲρ ἡμῶν, ἀγαθή.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις Ὁ τοῦ ὁσίου τὴν μνήμην ἐπὶ τῆς γῆς ἀναδείξας κλητὴν ἁγίαν ἡμέραν καὶ ἑορτὴν εὐφροσύνης, ταῖς παρακλήσεσι τούτου σῶσον, ἁγίασον πάντας.

Εἰς τοὺς αἴνους στιχηρά. Ἦχος δʹ. Ὡς γενναῖον ἐν μάρτυσιν Τὸν ἐκ δύσεως λάμψαντα φαεσίμβροτον ἥλιον καὶ τὴν κτίσιν ἅπαντα κατευφραίνοντα ταῖς τῶν θαυμάτων φαιδρότησι καὶ σκότος ἐξαίροντα ἀθυμίας τοῖς αὐτοῦ φαεινοῖς διηγήμασι, τὸν οὐράνιον ἐπὶ γῆς πολιτείαν μετελθόντα, εὐφημήσωμεν ἐν ὕμνοις τὸν τοῦ Θεοῦ ὄντως ἄνθρωπον.

Ὅμοιον. Τὴν ἁγνείαν ἐπόθησας, τὴν πτωχείαν ἠγάπησας, τὴν καλὴν πραότητα καὶ ταπείνωσιν, δικαιοσύνην καὶ φρόνησιν, ἀνδρείαν, ἐγκράτειαν, οἷαπέρ τις βασιλεὺς δορυφόρους προσέλαβες, τῷ μεγάλῳ σε βασιλεῖ παριστώσας καὶ ταῖς ἄνω ἐξουσίαις συναπτούσας, ὅσιε πάτερ Ἀλέξιε.

Ὅμοιον. Τὸν Χριστὸν, ὃν ἠγάπησας, οὗ τοὺς λόγους ἐποίησας, οὗ τὰ ἔργα, ἔνδοξε, ἐξετέλεσας, οὗ τὰ παθήματα ἔστερξας, δυσώπει δωρήσασθαι βασιλεῦσι κατ’ ἐχθρῶν τροπαιοῦχον ἀντίστασιν καὶ ὁμόνοιαν τοῖς αὐτὸν σεβομένοις, ἐπαξίως ἐκτελοῦσι σου τὴν μνήμην, θαυματοφόρε Ἀλέξιε.

Δόξα. Ἦχος πλάγιος δʹ. Ἔδειξας, θεοφόρε, τῇ ὑπερφυεῖ καὶ ἰσαγγέλῳ πολιτείᾳ σου τῶν δεσποτικῶν ἐνταλμάτων τὸ δυνατόν· τὴν γὰρ πτωχείαν ἀγαπήσας, οὐκ ἐπὶ ξένης μόνον ἐκαρτέρησας, ἀλλὰ καὶ ἐν μέσοις στρεφόμενος τοῖς οἰκείοις, ἀγνοούμενος, θλιβόμενος, ὑστερούμενος, κακουχούμενος, ὀνειδιζόμενος καὶ ἐμπαιζόμενος ἀθλητικώτατα διήνεγκας· ὅθεν ἐπὶ τέλει τῶν ἀγώνων ὡς τὸν Ἰὼβ ἀνεκήρυξε καὶ ἰαμάτων χαρίσμασι τὴν ἱεράν σου κορυφὴν ὁ δεσπότης ἐστεφάνωσεν· αὐτὸν ἱκέτευε, πανσεβάσμιε, ὑπὲρ ὀρθοδόξων βασιλέων καὶ πάντων τῶν ἐν πίστει τελούντων τὴν ὁλόφωτον καὶ ὑπέρλαμπρον μνήμην σου.

Καὶ νῦν θεοτοκίον.

Εἰς τὸν στίχον. Δόξα. Ἦχος δʹ. Ἐν τῶ πυρὶ τῶν πειρασμῶν ἑκουσίως χωνευόμενος, ἐδοκιμάσθης ὥσπερ χρυσίον, παναοίδιμε Ἀλέξιε, τῶν οἰκειοτάτων τὴν παρόρασιν καὶ τὰς παρ’ αὐτῶν κακώσεις ἀσμένως ὑποδεχόμενος καὶ τοῦ ἐρωμένου δεσπότου φανταζόμενος τὸ κάλλος, σὺν τῷ ἀποστόλῳ ἐβόας· «τὶς ἡμᾶς χωρίσει ἐκ τῆς ἀγάπης τοῦ Χριστοῦ;» καὶ αὖθις· «οὐκ ἄξια τὰ τοῦ νῦν καιροῦ παθήματα πρὸς τὴν μέλλουσαν ἡμῖν δόξαν ἀποκαλύπτεσθαι»· ἧς καὶ τυχὼν ὡς ἐπόθεις πρέσβευε καὶ ἡμᾶς συμμετασχεῖν, τοὺς ἐν πίστει τὴν μνήμην σου ἑορτάζοντας.