Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι
Ακολουθία στον προφήτη Ηλία
Στιχηρά προσόμοια, ιδιόμελα και κανόνας προς τιμήν του θεοπλήκτου ζήλου και των θαυμάτων του ενδόξου προφήτη Ηλία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ακολουθία στον προφήτη Ηλία
Στιχηρά προσόμοια, ιδιόμελα και κανόνας προς τιμήν του θεοπλήκτου ζήλου και των θαυμάτων του ενδόξου προφήτη Ηλία.
Μάρκου ἱερομονάχου. Μάρκου ἱερομονάχου. Ἀκολουθία εἰς τὸν ἄγιον καὶ μέγαν προφήτην καὶ θεόπτην Ἠλίαν τὸν Θεσβίτην Στιχηρά. Ἦχος δʹ. Ὁ ἐξ ὑψίστου κληθεὶς οὐκ ἀπ’ ἀνθρώπων Ὁ ἐν πυρίνῳ τεθρίππῳ διανύσας τὴν ξένην καὶ ἄτριπτον ἀνθρώποις ἄνοδον, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ θεοφόρος ἡμᾶς Ἠλίας νῦν συνεκάλεσεν, ἀναλαμβανόμενος εἰς οὐρανοὺς ἀπὸ γῆς· πάντες προθύμως συνέλθωμεν, ἀνευφημοῦντες τὰ ὑπὲρ λόγον αὐτοῦ τεράστια, τὴν ἀσαρκίαν. τὴν ἐγκράτειαν, τὴν ἁγνείαν, τὸν ζῆλον τὸν ἔνθεον, δι’ ὧν πᾶσαν τὴν φύσιν τῶν ἀνθρώπων ὑπερήλασεν.
Ὅμοιον. Τῆς ἀνωτάτω σοφίας ὑποφῆτα, ὅτε σε ὁ ἔνθεος ζῆλος ἐξέκαυσε καὶ τὴν ψυχὴν ἀνηρέθισεν ἐπιζυγῶσαι τὰς οὐρανίους πύλας τῷ ῥήματι, τότε τεσσαράκοντα διηνυκὼς ἡμερῶν ὁδὸν νηστεύων καὶ ἄτροφος, ἐν τῷ σπηλαίῳ τῷ ἐν Χωρὴβ ἰδεῖν κατηξίωσαι Θεὸν ἐν αὔρᾳ λεπτοτάτῃ οὐ συσσεισμῷ, οὐ πυρί, οὐδὲ πνεύματι, ὃν ταῖς σαῖς ἱκεσίαις καὶ ἡμῖν ἵλεων ποίησον.
Ὅμοιον. Πεντηκοντάρχους διττοὺς συγκαταφλέξας πυρὶ θεοπέμπτῳ τε θῦμα εὐπρόσδεκτον ἐξαναλώσας, κατέκρινας τοὺς τῆς αἰσχύνης θεραπευτάς, Ἠλία θεόπνευστε, ῥοῦν δὲ ἰορδάνειον τῇ μηλωτῇ διελθών, τῷ Ἐλισσαίῳ τὴν χάριν σου διπλῆν ἀφῆκας καὶ ἐν πυρίνῳ δίφρῳ μετάρσιος ἀεροπόρος ἀνελήφθης εἰς οὐρανοὺς μετὰ σώματος, ἔνδοξε, τῷ δεσπότῃ πρεσβεύων τοῦ σωθῆναι τοὺς τιμῶντας σε.
Ὅμοιον. Ὁ οὐρανοβάμων ἱππεὺς ἁρματηλάτης αἰθέριος πύρινος ὅλος γενόμενος καὶ τοῖς πυρίνοις ἐν χάριτι Θεοῦ ἀγγέλοις συλλειτουργήσας τῷ παντοκράτορι, ἔτι μετὰ σώματος τὴν τελευταίαν Χριστοῦ προφθάνεις ἔλευσιν, ἔνδοξε, τῆς μετανοίας παντὶ τῷ κόσμῳ κήρυξ ἐσόμενος, ἣν ἀνεγκλήτως ὑπαντῆσαι τοὺς ἐκτελοῦντας τὴν μνήμην σου πρέσβευε καὶ τῆς θείας σου δόξης κοινωνοὺς ἡμᾶς ἀνάδειξον.
Κανών, οὗ ἡ ἀκροστιχίς· Τὴν πυρίπνουν δύναμιν Ἠλιοὺ σέβω, Μάρκος. ᾨδὴ πρώτη. Ἦχος πλάγιος δʹ. Ἁρματηλάτην Φαραὼ ἐβύθισε Τῆς παγκοσμίου συντελείας, ἔνδοξε, κήρυξ ἐσόμενος καὶ τοῦ κριτοῦ πάντων τῆς φρικτῆς ἐλεύσεως, ἀκατακρίτως ποίησον ὑπαντῆσαι με ταύτην τῶν σῶν θαυμάτων γεραίροντα, μάκαρ Ἠλιού, τὴν λαμπρότητα.
Ἡ τοῦ σεπτοῦ καὶ παναγίου πνεύματος θεία ἐνέργεια τὴν σὴν ψυχήν, μάκαρ, ἐμφανῶς πληρώσασα, Θεὸν ἄλλον εἰργάσατο τῇ τε κλήσει καὶ πράξει καὶ τῇ τοῦ βίου λαμπρότητι καὶ ταῖς τῶν θαυμάτων δυνάμεσιν. Νεανικῶς τοῦ τῆς σαρκὸς φρονήματος κατακρατήσας, σοφέ, τὴν ἀτριβῆ πρῶτος καὶ τραχεῖαν ὥδευσας τῆς ἀρετῆς ἀκρότητα, καθαρὰν ἀζυγίαν καὶ παρθενίαν ἑλόμενος καὶ οἰκῶν ὡς πόλιν τὴν ἔρημον.
Θ. Πεποικιλμένη διαχρύσοις κάλλεσιν ἱματισμοῦ ἀρετῶν ὡς βασιλίς, κόρη, βασιλεῖ παρέστηκας τῷ αἰωνίῳ, δέσποινα, μητρικῇ παρρησίᾳ τοῖς σε πιστῶς μεγαλύνουσιν ἐξιλεουμένη τὸν εὔσπλαγχνον.
ᾨδὴ τρίτη. Ὁ στερεώσας κατ’ ἀρχὰς Ὑλομανήσασαν τὴν γῆν ταῖς τῶν δαιμόνων ἀπάταις καὶ εἰδώλων ἐναγῶν πληρωθεῖσαν ἐξεκάθηρας, σοφέ, τὰς οὐρανίους ῥήματι ἐπιζυγώσας πύλας καὶ τὸν αὐχμὸν ἐργασάμενος. Ῥίζης βλαστήσας ἱερᾶς, ἱερωσύνης τοὺς τύπους ὑπερβάς, τῇ κατὰ πνεῦμα λατρείᾳ προσεχώρησας, σοφέ, καὶ προφητείας χάριτι κατεκοσμήθης, βλέπων ὡς ἐνεστῶτα τὰ μέλλοντα.
Ἵνα τὴν αἴγλην τοῦ φωτὸς τοῦ ἀπορρήτου χωρήσῃς, τῶν ῥευστῶν καὶ φθειρομένων πραγμάτων κατεφρόνησας ὁμοῦ, βίον βιώσας ἄϋλον καὶ οὐρανὸν ὡς ἄλλον ἔχων, προφῆτα, τὸν Κάρμηλον. Θ. Παρθενικῆς ἀπὸ γαστρὸς ὁ τοῦ Θεοῦ Θεὸς Λόγος προελθεῖν μετὰ σαρκὸς εὐδοκήσας, προαπέστειλεν αὐτοῦ τῆς παρουσίας ἄγγελον τὸν εὐκλεῆ προφήτην Ἠλίαν τὸν μεγαλώνυμον.
ᾨδὴ τέταρτη. Σύ μου, Χριστέ, Νόμων Θεοῦ προκινδυνεύων, πανόλβιε, διελέγχεις τοὺς παρανομήσαντας καὶ ἀσεβήσαντας βασιλεῖς καὶ τὰς οὐρανίους σταγόνας κλείεις τῷ ῥήματι καὶ πάλιν διανοίγεις, θεϊκῇ ἐξουσίᾳ τοῖς στοιχείοις πρὸς βούλησιν χρώμενος.
Ὁ τῷ λιμῷ καταδικάσας τοὺς πταίσαντας, τῇ ἐνδείᾳ καὶ αὐτὸς ὑπάγεται καὶ πρὸς χειμάρρουν αὐτομολεῖ καὶ διὰ ὀρνέου τροφὴν αὐτόματον δέχεται· διό σε τῆς προνοίας ἐκ πλαγέντες, οἰκτίρμον, τῇ δυνάμει σου «δόξα» κραυγάζομεν.
Ὑπὸ Θεοῦ τῇ Σαραφθίᾳ πεμπόμενος τροφοδότης ἄγαν εὐπορώτατος, ἐκ τῶν μικρῶν τε καὶ πενιχρῶν τῆς τροφῆς λειψάνων πλουσίως τρέφεις τὴν τρέφουσαν κενώσει πληρουμένων διαρκῶς πηγαζόντων φιλοξένου πρὸς γνώμης ἀντίδοσιν.
Θ. Νέον ἡμῖν Θεὸν παιδίον ἐγέννησας πρὸ αἰώνων, τὸν συγκαθεζόμενον τῷ προανάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ συνδοξαζόμενον πνεύματι, Μαρία Θεοτόκε, διὰ σπλάγχνα ἐλέους χρηματίσαι υἱόν σου θελήσαντα.
ᾨδὴ πέμπτη. Ἵνα τί με ἀπώσω Δι’ ἑνώσεως ἄκρας τὸ θεοειδὲς ἀκριβῶς ἐκμαξάμενος, τὸν νεκρὸν ἐγείρεις τῷ τριττῷ ἐμφυσήματι, ἔνδοξε, ὥσπερ ἐν ἀρχῇ Θεὸς Ἀδὰμ τῷ πρωτοπλάστῳ τὴν πνοὴν τῆς ζωῆς ἐνεφύσησεν. Ὑπ’ αὐτοῦ τοῦ δεσπότου προκεχειρισμένος ἱερεὺς θεόληπτος, ἐπικλήσει θείᾳ καὶ πυρὶ οὐρανίῳ κατέφλεξας τὴν θυσίαν, μάκαρ, καὶ τὸν λαὸν τῶν Ἰουδαίων ἐκ τῆς πλάνης τοῦ Βάαλ ἐξήρπασας.
Νόμοις θείοις ἀμύνων τοὺς τῆς ἀνομίας ὑποφήτας ἅπαντας ὡς Θεοῦ προφήτης θείῳ ζήλῳ τῷ ξίφει παρέδωκας, ὅπως ἀφανίσῃς τὴν βδελυρὰν ἐκείνων πλάνην καὶ τὸ ἄθεον, ἔνδοξε, φρόνημα. Θ. Ἀνεκφράστω, παρθένε, τρόπῳ κατοικήσας σε, ἄνθρωπος γίνεται τοῦ Θεοῦ ὁ λόγος, ὁ τὰ ὄρη σταθμῷ στήσας, δέσποινα, καὶ ζυγῷ τὰς νάπας καὶ ἀριθμῶν σταγόνας δρόσου καὶ ἀνέμων πνοῇ μέτρα θέμενος.
ᾨδὴ ἕκτη. Ἄβυσσος ἁμαρτιῶν Μόνος μόνῳ τῷ Θεῷ ὁμιλήσας κεκυφὼς ἐπὶ γόνυ καὶ πρὸς αὐτὸν ἐρείσας ἀκλινῶς τὴν διάνοιαν, τῷ λαῷ τοῦ Ἰσραὴλ τοῦτον διήλλαξας ἐπταικότι καὶ ὑετῷ τὴν γῆν ἐμέθυσας. Ἵνα δείξῃς ἐμφανῶς ὡς οὐδὲν ἄνευ Θεοῦ βοηθείας ἡ ἀνθρωπίνη φύσις ὑπομεῖναι δυνήσεται, γυναικὸς τὴν ἀπειλὴν φεύγεις, προφῆτα, προφητοκτόνου, ὁ στήσας ὄμβρων τὴν ἐπίκλυσιν.
Νέος οἷα Μωϋσῆς ἐν ἰσχύι μιᾶς βρώσεως μόνης τεσσαρακονθημέρῳ ἀσιτίᾳ χρησάμενος, ἐν τῷ ὄρει τῷ Χωρὴβ εἶδες Θεὸν ὡς ἐκεῖνος πάλαι ἐν λεπτοτάτῃ αὔρᾳ, ἔνδοξε. Θ. Ἤκουσται καινοπρεπῆ καὶ λελάληται παράδοξα, κόρη, περὶ τῆς σῆς λοχείας, ὡς Θεὸν σωματούμενον περιέσχες ἐν γαστρί, τὸν ἐν προφήταις λαλοῦντα πάλαι καὶ νῦν πληροῦντα τὰς προρρήσεις αὐτῶν.
ᾨδὴ ἕβδομη. Θεοῦ συγκατάβασιν Λαβὼν ἐκ τῆς ἄνωθεν θεοφανείας, μάκαρ, τὸ σύνθημα, μαθητὴν καὶ προφήτην τὸν Ἐλισσαῖον αὐτίκα ἔδειξας, ἀκολουθοῦντα σὺν σοὶ καὶ συμψάλλοντα· «εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν».
Ἰδὼν ὁ παράνομος τὸν ἀμπελῶνα τοῦ ἀγρογείτονος, ἐπεθύμησε τούτου καὶ μιαρᾷ γυναικὶ πειθόμενος, μιαιφονίας ὑπεύθυνος γίνεται καὶ παγγενεῖ ἀπωλείᾳ κατακρίνεται. Ὁ βλέπων τὰ κρύφια καὶ ἐμβατεύων τῶν καρδιῶν τὰς βουλὰς ἀντ’ αὐτοῦ σε τῷ κόσμῳ, προφῆτα μέγιστε, κατεστήσατο, τὴν αὐθεντίαν αὐτοῦ περικείμενον καὶ βασιλεῖς παρανόμους διελέγχοντα.
Θ. Ὑμνοῦσι σε, δέσποινα, τῶν ἀσωμάτων ἄϋλα στόματα καὶ πυρίμορφοι γλῶσσαι τῶν οὐρανίων ἀρχῶν γεραίρουσι· τὸν γὰρ δεσπότην αὐτῶν εὐδοκήσαντα σῶσαι τὸ γένος ἡμῶν ἄνθρωπον ἔδειξας.
ᾨδὴ ὀγδόη. Ἑπταπλασίως κάμινον Σὺ κεραυνίοις βέλεσιν οὐρανόθεν κατέπρησας, ζήλου τῷ πυρὶ διακαῶς πιμπράμενος, διττοῖς σὺν πεντήκοντα πεντηκοντάρχους, μάκαρ, διττοὺς ἅπαντας ὠμοῦ καὶ δυσσεβοῦς βασιλέως ἀξίους ὑπηρέτας καὶ τὸ θράσος ἐκείνου καὶ πᾶσαν τὴν κακίαν εἰς ἄκρον μιμουμένους.
Ἐπὶ τῆς γῆς στρεφόμενος ὡς οὐκ ὢν τῆς γῆς ἄξιος, ἐν τοῖς οὐρανοῖς εἶχες τὸ σὸν πολίτευμα· διὸ μετὰ σώματος πρὸς οὐρανὸν ἐκ γῆς ἀνελθών, ὅλος ταῖς ἀΰλοις συνετάχθης χορείαις· μεθ’ ὧν τὸν σὸν δεσπότην, Ἠλιοὺ θεοφόρε, μὴ παύσῃ ἱκετεύων ὑπὲρ τῶν σὲ τιμώντων.
Βάρος σαρκὸς φρονήματος ἀποθέμενος πρότερον, μόνῃ μηλωτῇ τὸν ῥοῦν τὸν ἰορδάνειον ἀβρόχως ἐπέρασας σὺν Ἐλισσαίῳ τῷ θαυμαστῷ καὶ πρὸς οὐρανὸν ἁρματηλάτης πυρφόρος ἐνδόξως ἀνελήφθης, ἐπαφεὶς ὥσπερ κλῆρον τῷ μαθητῇ πατρῷον τὴν μηλωτήν, Ἠλία.
Θ. Ὡς λαμπροτέρα, πάναγνε, τῶν ἀΰλων δυνάμεων τὴν καλλοποιὸν τοῦ παντουργοῦ εὐπρέπειαν ἐν μήτρᾳ ἐχώρησας τὸν ἐπὶ πάντων, κόρη, Θεόν· ὃν ἀκαταπαύστως σὺν αὐτοῖς ἐκδυσώπει τοῦ σῴζεσθαι κινδύνων τοὺς πιστῶς προσκυνοῦντας τὸν ἄσπορον σου τόκον, Μαρία Θεοτόκε.
ᾨδὴ ἐνάτη. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς Μωσεῖ τῷ νομοθέτῃ παρισωθείς, ὡς ἐκεῖνος Θεῷ προσωμίλησας καὶ ἐν Θαβὼρ τῆς μεταμορφώσεως τοῦ Χριστοῦ συνθεωρὸς γενόμενος, ἔλεγες τὴν ἔξοδον μετ’ αὐτοῦ, ἣν ἔμελλε πληρώσειν ὁ πάντων εὐεργέτης, διὰ σταυροῦ σῴζων τὸν ἄνθρωπον.
Ἀσώματον βιώσας ἐπὶ τῆς γῆς πολιτείαν, οἰκεῖς μετὰ σώματος τοὺς οὐρανούς, αἴγλης ἀπολαύων θεαρχικῆς καὶ τριλαμποῦς θεότητος φέγγει ἀνεσπέρῳ διηνεκῶς λαμπόμενος πλουσίως καὶ δόξης ἀπορρήτου ἠξιωμένος, θεοδόξαστε.
Ῥημάτων μεμνημένοι δεσποτικῶν, ἐλευσόμενον σὲ προσδεχόμεθα μετὰ σαρκὸς εἰς τὸν κόσμον τοῦτον ὑπερφυῶς, τῆς παρουσίας ἄγγελον τῆς φρικτῆς ἐκείνου καὶ φοβερᾶς, ἐν ᾗ ἀκατακρίτους εὐδόκησον ὀφθῆναι τοὺς τὴν σὴν μνήμην ἑορτάζοντας.
Κεκόσμηται ἡ μνήμη σου εὐκλεῶς ἐν ᾠδαῖς μελιρρύτοις καὶ ᾄσμασι πλείστοις, σοφέ· ἀλλὰ καὶ τὸν ὕμνον μου τὸν μικρὸν προσδεδεγμένος, μέγιστε, δός μοι ἐγκλημάτων ἀπαλλαγήν, διόρθωσίν τε βίου καὶ θείας βασιλείας καὶ αἰωνίου τὴν ἀπόλαυσιν.
Ὁ μέγας τοῦ μεγάλου δημιουργοῦ ὑπηρέτης πιστὸς καὶ διάκονος, ὁ εὐκλεὴς φίλος καὶ προφήτης καὶ μιμητὴς τοῦ μόνου παντοκράτορος, ὁ θεῖος Ἠλίας ὁ ζηλωτὴς τῇ σήμερον ἡμέρᾳ συνάγει πᾶσαν κτίσιν ὑμνῆσαι τούτου τὴν ἀνάληψιν.
Θ. Σὲ τύποι καὶ αἰνίγματα προφητῶν, Θεοτόκε παρθένε, προέγραφον θρόνον Θεοῦ, πόλιν καὶ παλάτιον καὶ σκηνήν, χρυσοῦν θυμιατήριον, τράπεζαν καὶ στάμνον καὶ κιβωτὸν καὶ ῥάβδον καὶ λυχνίαν, ἡμεῖς δὲ Θεοτόκον ἀκαταπαύστως σε δοξάζομεν.
Ἕτερα στιχηρά. Ἦχος πλάγιος βʹ. Τὶ ὑμᾶς καλέσωμεν, ἅγιοι, Ὅτε σύ, προφῆτα θεσπέσιε, τῷ Θεῷ δι’ ἀρετῆς καὶ πολιτείας ἀκραιφνοῦς συνεκράθης, πρὸς αὐτοῦ τὴν ἐξουσίαν εἰληφώς, τὴν κτίσιν κατὰ γνώμην μετερρύθμισας καὶ πύλας ὑετοῦ θέλων ἀπέκλεισας καὶ ἄνωθεν πῦρ κατήγαγες καὶ δυσμενεῖς κατηνάλωσας· ἱκέτευε τοῦ σωθῆναι τὰς <ψυχὰς ἡμῶν>..
Ζήλῳ τοῦ Κυρίου πυρούμενος, παρανόμους βασιλεῖς, μάκαρ, διήλεγξας σφοδρῶς, τῆς αἰσχύνης ἱερεῖς τε ἐθανάτωσας σφοδρῶς, ἀνῆψας πῦρ ἐν ὕδατι παράδοξον, τροφὴν δὲ ἀγεώργητον ἐπήγασας καὶ νάματα ἰορδάνεια τῇ μηλωτῇ σου διέτεμες· ἱκέτευε τοῦ σωθῆναι <τὰς ψυχὰς ἡμῶν>. [Ὅτε] σύ, προφῆτα, κατέδειξας ἐπὶ γῆς ὡς ἀληθῶς τὴν ὑπὲρ ἄνθρωπον ζωὴν καὶ τοῦ κόσμου μὲν μετέβης, ᾠκειώθης δὲ Θεῷ, τὸν παῖδα νεκρωθέντα ἀνεζώωσας, θανάτου εἰσέτι κρείττων διέμεινας, ἅρμα πυρὸς ἡνιόχευσας αἰθέριος ἀνυψούμενος· ἱκέτευε τοῦ σω<θῆναι τὰς ψυχὰς ἡμῶν>.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.