Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι

Μᾶρκος ὁ Εὐγενικός

Κανόνας και ύμνοι στον άγιο Ιάκωβο τον Πέρση

Υμνογραφικά κείμενα που περιγράφουν τα φρικτά μαρτυρικά παθήματα, τον διαμελισμό και την καρτερία του αγίου μεγαλομάρτυρος Ιακώβου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 10 από 13

Κανὼν εἰς τὸν ἅγιον μεγαλομάρτυρα Ἰάκωβον τὸν Πέρσην, οὗ ἡ ἀκροστιχίς· Τὸν Πέρσην Ἰάκωβον ἐν ἄσμασι τοῖσδε λιγαίνω. ᾨδὴ πρώτη. Ἦχος δʹ. Ἀνοίξω τὸ στόμα μου Τὸν ἄφθαρτον στέφανον, ὃν ὁ δεσπότης ἡτοίμασε, τοῖς σοῖς ἀριστεύμασι γέρας ἐπάξιον κομισάμενος, τοὺς πόθῳ σε ὑμνοῦντας τοῦ λόγου τῇ χάριτι, μάρτυς, στεφάνωσον.

Ὁ μέγας ἐν μάρτυσι, τῶν ἀθλητῶν τὸ κεφάλαιον, ὁ περιφανέστατος καὶ γενναιότατος τὸν ἀντίπαλον τῇ σήμερον ἡμέρᾳ νικήσας, συνήγαγεν ἡμᾶς Ἰάκωβος. Νεότητος χάρισι καὶ εὐγενείας λαμπρότητι καὶ πλούτῳ κοσμούμενος, μάρτυς ἀοίδιμε, τὴν εὐγένειαν ἠγάπησας τὴν ἄνω καὶ πλοῦτον μὴ ῥέοντα τῶν ψυχικῶν ἀρετῶν.

Περσῶν ἀθεότητι καὶ βασιλεῦσιν, Ἰάκωβε, κελεύουσιν ἄδικα συνδιαιτώμενος, ὑπερέλαμπες ὡς ῥόδον ἐν ἀκάνθαις, τὸ εὔχρουν τῆς πίστεως ἐπιδεικνύμενος. Θ. Ἐπλήσθη μὲν ἅπασα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ἐξ οὗ βασιλεῖς Περσῶν τοῦτον τικτόμενον προσεκύνησαν καὶ μάρτυρες δὲ Πέρσαι τὸ μέγα μυστήριον ἔργοις ἐτράνωσαν.

ᾨδὴ τρίτη. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, Ῥανίδος συνέχεια τὴν πέτραν ἐκοίλανε πίστεως τῆς σῆς, βασιλικὴ οἰκείωσις, ἀλλ’ ἀνεκλήθης τάχιον τοῦ χαλεποῦ συμπτώματος, ὥσπερ ὁ μέγας ἀπόστολος. Σύμβολα τῆς ἔνδοθεν ὀδύνης τὰ δάκρυα φέρων ἐμφανῶς, τοῖς ἀσεβοῦσιν, ἔνδοξε, μετεγνωκὼς δεδήλωσαι καὶ πρὸς ἀγῶνας ἔσπευσας μεγαλοψύχῳ φρονήματι.

Ἡμέραν ἑόρτιον, ἡμέραν χαρᾶς ἀληθῶς πνευματικῆς ὁ ἀθλοφόρος ἤγαγεν, ἐν ᾗ τῷ κόσμῳ θέατρον καὶ τοῖς ἀγγέλοις ἄνωθεν καὶ τοῖς ἀνθρώποις ἐγένετο. Θ. Νέον γεγονὼς ἐκ σοῦ παιδίον, παρθένε, ὁ ἄχρονος Θεὸς τοὺς μάγους πρώτους εἵλκυσεν εἰς τὴν αὐτοῦ προσκύνησιν καὶ μετὰ τοῦτο μάρτυρας αὐτοῦ προθύμους ἀνέδειξεν.

Κάθισμα. Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ ἑκουσίως Τοὺς ὑπὲρ φύσιν διανύσας ἀγῶνας, τῶν ὑπὲρ φύσιν δωρεῶν ἠξιώθης ἐκ τῆς χειρός, Ἰάκωβε, τοῦ πάντων Θεοῦ ὅθεν τοὺς τιμῶντας σου τὴν ὑπέρλαμπρον μνήμην πάσης ἀπολύτρωσαι τοῦ ἐχθροῦ τυραννίδος καὶ εἰρηναίαν αἴτησαι ζωὴν τοῖς βασιλεῦσι καὶ πᾶσι τοῖς πέρασιν.

ᾨδὴ τετάρτη. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν Ἵλεως, ἐπίχαρις τῷ βασιλεῖ, μάκαρ, παραστάς, ὡμολόγησας ἐν παρρησίᾳ τὸ σεβάσμιον Χριστοῦ καὶ φωτοφόρον ὄνομα, θραύων τὴν ἐκείνου θρασύτητα. Ἅπασαν ἐπίνοιαν κεκινηκώς, λόγοις, ἀπειλαῖς, δελεάσμασιν οὐκ ἔσχε κάμψαι τὸ γενναῖον σου, σοφέ, καὶ σταθερὸν ὁ τύραννος, ὅθεν πρὸς βασάνους ἐτράπετο.

Κέκμηκε τὸ θέατρον ἰλιγγιῶν, ἄνωθεν ἐθαύμαζον ἄγγελοι, τῶν ἀνδροφόνων δαιμονίων ἡ πληθὺς ἐξηπορεῖτο φρίττουσα, μάρτυς, σου τὸ σῶμα τεμνόμενον. Ὥσπερ ἐκαρτέρησας τὴν ἀλγεινήν, μάρτυς, καὶ ἀνύποιστον βάσανον, οὕτω μεγάλας ἐκ χειρὸς ζωαρχικῆς τὰς ἀμοιβὰς δεξάμενος, μέμνησο τῶν πίστει τιμώντων σε.

Θ. Βούλομαι, πανύμνητε μῆτερ Θεοῦ, λόγοις ἀνυμνεῖν καὶ γεραίρειν σε τὴν προστασίαν τὴν ἐμὴν διὰ παντός, ἀλλ’ ἡ ἰσχὺς οὐ πάρεστι· ταύτην οὖν αὐτή μοι χορήγησον.

ᾨδὴ πέμπτη. Ἐξέστη τὰ σύμπαντα Ὁρῶν σου τεμνόμενα τὰ μέλη καὶ ῥιπτούμενα, πρόσφορον ἑκάστῳ μέλος ᾖδες, «Κύριε», λέγων, «ταύτην τὴν ἄμπελον ἴδε τεμνομένην διὰ σέ, ὅπως ἀποδώσει σοι τὸν καρπὸν ἐν καιρῷ αὐτοῦ.» «Νῦν χαίρω», ἐκραύγαζεν ὁ Παῦλος ἐν τοῖς μέλεσιν, «ἀνταναπληρῶν τῶν παθημάτων Χριστοῦ προθύμως τὰ ὑστερήματα»· σὺ δὲ τῶν μελῶν ὑπὲρ Χριστοῦ, μάρτυς, ὑστερούμενος ὡς στεφόμενος ἔχαιρες.

Ἐξίσταμαι βλέπειν σε δοκῶν ἀγωνιζόμενον, τίς ὁ ἀνακαύσας θεῖος ἔρως τὴν ἱεράν σου καὶ παναγίαν ψυχήν, μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ, φέρειν κρεουργούμενον τὸ δριμὺ τῆς κολάσεως Θ. Νοεῖν σου, πανάχραντε, τὸ ὑπὲρ νοῦν μυστήριον νοῦς ἀδυνατεῖ γυμνὸς τῆς ὕλης, κεκαθαρμένος νοῦς τε ὁ ἔνυλος, εἰ δὲ καὶ ἀκάθαρτος σαφῶς, οἷος ὁ ἐμός ἐστι, πῶς προσβῆναι τολμήσειεν;

ᾨδὴ ἕκτη. Τὴν θείαν ταύτην καὶ πάντιμον Ἀδάμαντός σου στερρότερος ὁ νοῦς συνθρυπτομένου τοῦ σώματος καὶ ἰσχυρότερος τῶν ἀναγκῶν τῶν τῆς φύσεως ὑπὸ τῆς θείας χάριτος ἀνεδείκνυτο. Σοφῶς ἐπᾴδων τοῖς μέλεσι τὸ ζέον τῆς ὀδύνης ἐκοίμιζες, ἀλεξιφάρμακον ἐν τηλικούτοις παθήμασι τὴν τῶν λογίων μνήμην, μάκαρ, ποιούμενος.

Μερῶν ψυχῆς τε καὶ πνεύματος ὁ λόγος τοῦ Θεοῦ διϊκνούμενος, μεριζομένων σου τῶν μυελῶν καὶ ἁρμῶν, σοφέ, τοῖς λογισμοῖς ἐτήρει τὸν νοῦν ἀμέριστον. Ἄκμων ὑπέκειτο κάτωθεν, ἡ σφύρα κατεφέρετο ἄνωθεν, τομεὺς ἐπήγνυτο καθ’ ἕν σου μέλος, μακάριε, καὶ ἡ στερρὰ ψυχή σου οὐ συνεστέλλετο.

Θ. Σιὼν ἁγία περίκλυτε, ἡ πόλις τοῦ μεγάλου Θεοῦ ἡμῶν, παρθένε ἄχραντε, τὴν στενωθεῖσαν καρδίαν μου πρὸς μετουσίαν θείαν πλάτυνον, δέομαι.

ᾨδὴ ἕβδομη. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες Ἰδιαίτατα τῇ μνήμῃ σου κουφίζομαι καὶ ἔνθους γίνομαι, κλέος μαρτύρων Χριστοῦ, καὶ σοὶ τῆς ἀθλήσεως ὑπερφυῶς κοινωνῶν, μετανίσταμαι πρὸς θειοτέραν ἕνωσιν, ἧς αὐτός μοι μεσιτεύεις.

Τὸν ἐν σώματι θνητῷ παραταξάμενον καὶ κατισχύσαντα πρὸς ἀσωμάτους ἐχθρούς, δεινοὺς κοσμοκράτορας, ἐναερίους ἀρχάς, ἀναδήσωμεν ἐπινικίοις ᾄσμασι καὶ στεφάνοις ἐγκωμίων. Ὁλομέλειαν τὴν ἔνδον προνοούμενος περιποιήσασθαι τῇ ἱερᾷ σου ψυχῇ, δακτύλους ἐκτέτμησαι τῶν σῶν χειρῶν καὶ ποδῶν, καρτερόψυχε, ὑμνολογῶν τὸν κτίσαντα δεκαχόρδῳ ψαλτηρίῳ.

Θ. Ἱλαστήριον τοῦ κόσμου, χαῖρε, ἄχραντε, <––––ʹ–>, χαῖρε, λυχνία χρυσῆ, Ἀδὰμ ἡ ἀνάκλησις, Εὔας ἡ λύτρωσις, ὄρος ἅγιον, περιφανὲς ἁγίασμα καὶ νυμφὼν ἀθανασίας.

ᾨδὴ ὀγδόη. Ἄκουε, κόρη παρθένε ἁγνή Σέ, τὸ ἀρνίον Χριστοῦ τοῦ Θεοῦ, σπαράττοντες οἱ ὠμησταί θηρίων δίκην ἀγρίων ἀνηλεῶς, μαχαίραις μελεϊστὶ κατέτεμνον, πονηροὶ δὲ παρακλήτορες ἑτέρωθεν κατέσειον τὴν σὴν ψυχήν, ἀθλητά, σὺ δὲ πᾶσι τούτοις ἀκλινής, ἀνένδοτος ἵστασο ὡς πέτρα κυμάτων πρὸς ἐφόδους.

Δέον θαυμάζειν τῆς ὑπομονῆς τὸ μέγεθος τοὺς ἀσεβεῖς, οἰκτείρειν σῶμα τεμνόμενον ὡς φυτόν, οἱ δὲ καὶ προσεπεμβαίνειν ᾤοντο δεῖν καὶ πρὸς ἄρνησιν ἐφέλκεσθαι τοῦ ζῶντος τὸν ὁπλίτην Θεοῦ, αὐτὸς δέ, φέρων τὸ ζῶν ἐν καρδίᾳ ὕδωρ, τὸν φλογμὸν ἀνέψυχε τῶν πικρῶν βασάνων καὶ πικροτέρων λόγων.

Ἔκαμον χεῖρες δημίων πικρῶς ἐκτέμνουσαι τὸν ἀθλητήν, ἡ γνώμη δὲ οὐχ ὑφῆκε τοῦ ἀπηνοῦς· δακτύλῳ γὰρ ἐκκοπέντι ὁ προσεχὴς προσετίθετο καὶ χεὶρ καρπῷ καὶ πῆχυς τῷ βραχίονι καὶ ποὺς ταρσῷ καὶ μηρὸς ἐπὶ κνήμῃ, πάντα βίᾳ ἐξαρθρούμενα καὶ τὰς ἀφορήτους ὀδύνας ἐμποιοῦντα. «Λύσατε τοῦτον», ὁ μάρτυς φησί, «τὸν οἶκον μου τὸν παλαιὸν ὡσάν μοι κρείττων καὶ μείζων ἐγκαινισθῇ, τεμνέσθω ὁ φυσικὸς δεσμὸς τῶν μελῶν· καὶ γὰρ οὕτω συναφθήσομαι τῇ πάντων κεφαλῇ τῷ Χριστῷ, ἐν ᾧ καὶ χαίρων βοῶ· εὐλογεῖτε πάντα <τὰ ἔργα τὸν Κύριον καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας>».

Θ. Ἴδοιμι, μῆτερ Θεοῦ ἀγαθή, ἐκδίκησιν τὴν παρὰ σοῦ ἐν τάχει πάντας τοὺς ἐκζητοῦντας πικρῶς ψυχήν μου τὴν ταπεινὴν σκεδάζουσαν καὶ γαλήνιον κατάστασιν, βραβεύουσαν καὶ σῴζουσαν εἰς τὴν οὐράνιον γῆν, ἣν πραεῖς οἰκοῦσιν, ἔνθα τὸ πολίτευμα πάντων τῶν ἁγίων καὶ ἡ πατρὶς ἡ πρώτη.

ᾨδὴ ἐνάτη. Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ Γενναιότατε μάρτυς Χριστοῦ, καλλώπισμα τῶν θείων ἀθλοφόρων, ὥσπερ ἐτροπώσω τοὺς βαρβάρους ἐν τῷ πάσχειν, καὶ νῦν τοὺς αὐτοὺς τοῖς ὁμοπίστοις σου ἐπιτιθεμένους ἀνέδην, θραῦσον καὶ τὸν τῆς δουλείας ἆρον ζυγὸν ἀφ’ ἡμῶν.

Αἱματόεντα μέλη σεπτὰ τοῦ σώματος τοῦ σοῦ διασπαρέντα πάσῃ τῇ ὑφ’ ἥλιον, Ἰάκωβε, δωροῦνται ψυχῆς τὴν ὑγείαν καὶ τοῦ σώματος τοῖς ἐν εὐφροσύνῃ βοῶσι· «χαῖρε, ὁ τῆς τοῦ Χριστοῦ ἐκκλησίας φωσφόρος λαμπτήρ».

Ἱερεῖον Θεῷ προσφιλὲς καὶ κάρπωμα δεκτὸν ἐτύθης, μάκαρ, ἅπαντα καθ’ ἕνα ἀφηρημένος σου τὰ μέλη στερρῶς καὶ τοῖς δήμοις συναπτόμενος τῶν ἐκ τοῦ αἰῶνος ἁγίων, ἔνθα ὁ τῆς σωτηρίας ἡμῶν ἀρχηγὸς Ἰησοῦς. Νικητὴς τροπαιοῦχος Χριστῷ, τῷ πρώτῳ νικητῇ καὶ ἀθλοθέτῃ, μάρτυς, ἀθλητά, παρεστηκώς σὺν παρρησίᾳ πολλῇ, τοὺς τιμῶντας τὴν χαρμόσυνον καὶ εὐκλεεστάτην σου μνήμην σῷζε ἐκ τῶν συμβαινόντων ἑκάστοτε δυσχερῶν.

Θ. Ὡς ἐπαίνου παντὸς λογικοῦ καὶ ὕμνου θαυμαστῶς ὑπερκειμένη, μόνη γυναικῶν εὐλογημένη Θεοτόκε, τὸν νῦν παρ’ ἡμῶν σοι προσφερόμενον ὡς ἐξ εὐτελοῦς διανοίας ὕμνον ἀποδεξαμένη, σῷζε ἡμᾶς τῶν δεινῶν.

Στιχηρά. Ἦχος δʹ. Ὁ ἐξ ὑψίστου κληθεὶς οὐκ ἀπ’ ἀνθρώπων Ὁ ἐκ Περσίδος ἀστὴρ τὸ φῶς ἐδήλου τοῖς μάγοις τὸ ἄχρονον, φωτὶ μιγνύμενον τῷ χρονικῷ πρὸς ἀνόρθωσιν τῶν καθημένων σκιᾷ θανάτου καὶ ἀπογνώσεως· νῦν δὲ ἐξανέτειλεν ἐκ τῆς Περσίδος ἡμῖν ἄλλος ἀστήρ, τῷ τῆς πίστεως αὐγάζων φέγγει τοὺς ἐν νυκτὶ τῆς πλάνης ὁδεύοντας καὶ τῶν θαυμάτων τὰς γλυκείας μαρμαρυγὰς τοῖς πιστοῖς προϊέμενος, ὁ παμμέγιστος ὄντως καὶ πολύαθλος Ἰάκωβος.

Ὁ τὴν ψυχὴν σιδηροῦς καὶ τὴν καρδίαν, ὅτε ἡ παράνομος ψῆφος ἐξήνεκτο κατατμηθῆναι τὸ σῶμα σου πικρῷ σιδήρῳ μέλη καὶ μέρη, φεῦ τῆς ὠμότητος, τότε, παμμακάριστε, τὸν τοῦ Κυρίου σταυρὸν ἐνστερνισάμενος, ἵστασο τὰς δριμυτάτας καὶ ἀλγεινὰς ὀδύνας δεχόμενος καὶ τελευταῖον, τὴν ἀοίδιμον ἀποτμηθεὶς κεφαλήν, ἀνελήλυθας στεφηφόρος χορεύων εἰς οὐράνια σκηνώματα.

Τοὺς ὑπὲρ φύσιν ἀγῶνας διανύσας, λαμπρῶς ἐμπεφάνισαι τῷ βασιλεῖ τοῦ παντός, ἔτι τῷ λύθρῳ ῥαινόμενος τῶν σῶν αἱμάτων καὶ τῷ ἱδρῶτι περιχεόμενος· καὶ νῦν τὴν ἀνώλεθρον ζωὴν καρπούμενος καὶ τὴν ἀκήρατον εὔκλειαν ἀγγελικαῖς τε χοροστασίαις ἀνευφημούμενος, τοὺς ἐκτελοῦντας τὴν χαρμόσυνον καὶ εὐκλεῆ σου πανήγυριν, ἔνδοξε, χαλεπῶν ἐκ κινδύνων καὶ πταισμάτων ἀπολύτρωσαι.

Δόξα. Ἦχος βʹ. Καρτερῶν ἐν ἀθλήσει, μάρτυς Ἰάκωβε, τὸ σῶμα σου παρέδωκας διὰ Χριστὸν τὸν Θεὸν καὶ μελιζόμενος χεῖρας καὶ μηροὺς καὶ βραχίονας καὶ κνήμας καὶ τοὺς δακτύλους καὶ τελευταῖον τὴν κάραν σου, ἀνίπτασαι ἐν οὐρανοῖς, συμβασιλεύων τῷ βασιλεῖ τοῦ παντός· διό, ἀθλούντων κράτιστε, μὴ διαλίπῃς ἱκετεύων τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν ἐκ πάσης βλάβης τοῦ ἀλλοτρίου.

Ἀπὸ στίχου Δόξα. Ἦχος πλάγιος δʹ. Πιστῶς ἀθροισθέντες σήμερον, φιλοθεάμονες, ἀθρήσατε πάλην ξένην καὶ διαλλάττουσαν Ἰακώβου τοῦ ἐκ Περσίδος ἡμῖν ἐκλάμψαντος δίκην ἀστέρος, τοῦ τοῖς μάγοις φανέντος καὶ πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν καθοδηγήσαντος· οὗτος γὰρ ὁ γεννάδας ἐν τῷ πίπτειν τοὺς πολεμίους ἀνέτρεπε καὶ ἐν τῷ ἁρμομελοτομεῖσθαι τοὺς τυράννους ἐξενεύριζε καὶ τῇ ἄνωθεν προμηθείᾳ ῥωννύμενος, ἐβόα· «εἰ καὶ τὰ μέλη μου αἰσθητὰ ὄντα τέμνετε, ἀλλ’ ἔχω Χριστὸν νοητῶς μοι τὰ πάντα γινόμενον»· ὅθεν προβλέπων τὴν μέλλουσαν ζωὴν διὰ τοῦ ἐν πᾶσι προκειμένου θανάτου πρὸς ἐκείνην ἔσπευδε περάσαι, εἰς ἣν καὶ αὐλιζόμενος αἰτεῖται παρὰ τοῦ στεφοδότου Θεοῦ ἱλασμόν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος τοῖς ἐκτελοῦσι τὴν μνήμην αὐτοῦ.