Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι

Μᾶρκος ὁ Εὐγενικός

Ακολουθία στον Ιησού Χριστό

Ικετήρια ακολουθία νήψεως και κανόνας, με χαρακτηριστικό γνώρισμα τις συνεχείς και κατανυκτικές επικλήσεις στο όνομα του Σωτήρος Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 12 από 13

Ἀκολουθία εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν γλυκύτατον καὶ ὡραιότατον, ἡ λεγομένη νήψεως καὶ νίψεως, νοὸς δηλαδὴ καὶ ἁμαρτημάτων, φέρουσα συνεχῶς τὸ φρικτὸν μὲν τοῖς δαίμοσιν ὄνομα τοῦ Ἰησοῦ, ἡμῖν δὲ γλυκύτατον. Στιχηρά. Ἦχος πλάγιος βʹ. Ὅλην ἀποθέμενοι Ἰησοῦ γλυκύτατε, ψυχῆς ἐμῆς θυμηδία, Ἰησοῦ μου, κάθαρσις τοῦ νοός μου, δέσποτα πολυέλεε, Ἰησοῦ σῶσον με, Ἰησοῦ σωτήρ μου, Ἰησοῦ μου παντοδύναμε, μὴ καταλίπῃς με, σῶτερ Ἰησοῦ μου, ἐλέησον καὶ λύτρωσαι κολάσεως πάσης, Ἰησοῦ, καὶ ἀξίωσον τῆς τῶν σῳζομένων μερίδος, Ἰησοῦ μου, καὶ χορῷ τῶν ἐκλεκτῶν σου με σύνταξον, Ἰησοῦ πανάγαθε.

Ὅμοιον. Ἰησοῦ γλυκύτατε, τῶν ἀποστόλων ἡ δόξα, Ἰησοῦ μου, καύχημα τῶν μαρτύρων, δέσποτα πολυέλεε, Ἰησοῦ σῶσον με, Ἰησοῦ σωτήρ μου, Ἰησοῦ μου ὡραιότατε, τὸν σοὶ προστρέχοντα, σῶτερ Ἰησοῦ μου, ἐλέησον πρεσβείαις τῆς τεκούσης σε, πάντων, Ἰησοῦ, τῶν ἁγίων σου προφητῶν τε πάντων, σωτήρ μου Ἰησοῦ, καὶ τῆς τρυφῆς τοῦ παραδείσου ἀξίωσον, Ἰησοῦ μακρόθυμε.

Ὅμοιον. Ἰησοῦ γλυκύτατε, τῶν ἀσκητῶν ἡ φαιδρότης, Ἰησοῦ πανάγαθε, τῶν παρθένων καύχημα καὶ διάσωσμα, Ἰησοῦ, πρόφθασον, Ἰησοῦ σωτήρ μου, Ἰησοῦ μου καὶ κολάσεως κἀμὲ ἐξάρπασον, σῶτερ Ἰησοῦ μου, καὶ σύνταξον μερίδι σωζομένων με, σῶτερ Ἰησοῦ, καὶ κατάταξον τοῖς ἐκ δεξιῶν σου, σωτήρ μου Ἰησοῦ, καὶ τῆς χαρᾶς τῆς αἰωνίου ἀξίωσον, Ἰησοῦ γλυκύτατε.

Ὅμοιον. Ἰησοῦ γλυκύτατε, τῶν ἐν ἀνάγκαις ὁ ῥύστης Ἰησοῦ μου, πέλαγος τοῦ ἐλέους, δέσποτα, ἀνεξάντλητον, Ἰησοῦ σῶσον με, Ἰησοῦ σωτήρ μου, Ἰησοῦ μου, καὶ ἀπάλλαξον παθῶν παντοίων με, σῶτερ Ἰησοῦ, καὶ οἰήσεως καὶ δόξης αἰωνίου με, τότε Ἰησοῦ, καταξίωσον καὶ τῆς δεξιᾶς σου μερίδος, Ἰησοῦ μου, σὺν χοροῖς τῶν ἐκλεκτῶν σου σκηνώσας με, Ἰησοῦ γλυκύτατε.

Ὁ κανών. ᾨδὴ πρώτη. Ἦχος βʹ. Ἐν βυθῷ κατέστρωσε ποτὲ Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ μακρόθυμε τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα, Ἰησοῦ, καὶ γλύκανον τὴν καρδίαν μου, πολυέλεε δέσποτα, Ἰησοῦ σωτήρ μου, ἵνα μεγαλύνω σε σωζόμενος.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ διάνοιξον τῆς μετανοίας μοι πύλας, φιλάνθρωπε, Ἰησοῦ, καὶ δέξαι με, σοὶ προσπίπτοντα καὶ θερμῶς ἐξαιτούμενον, Ἰησοῦ σωτήρ μου, τῶν πλημμελημάτων τὴν συγχώρησιν. Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ ἐξάρπασον ἐκ τῆς χειρὸς τοῦ δολίου Βελίαρ με, Ἰησοῦ καὶ ποίησον δεξιὸν παραστάτην τῆς δόξης σου, Ἰησοῦ σωτήρ μου, μοίρας εὐωνύμου λυτρωσάμενος.

Θ. Ἰησοῦν γεννήσασα Θεόν, δέσποινα πανάχραντε, ὑπὲρ ἀχρείων οἰκετῶν δυσώπησον, ὅπως τῆς κολάσεως ταῖς πρεσβείαις σου λυτρωθῶμεν, ἀμόλυντε, οἱ μεμολυσμένοι δόξης ἀϊδίου ἀπολαύσαντες.

ᾨδὴ τρίτη. Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας Εἰσάκουσον, φιλάνθρωπε Ἰησοῦ μου, τοῦ δούλου σου βοῶντος ἐν κατανύξει καὶ ῥῦσαι, Ἰησοῦ, με τῆς καταδίκης καὶ τῆς κολάσεως, μόνε μακρόθυμε, Ἰησοῦ γλυκύτατε πολυέλεε.

Ὑπόδεξαι τὸν δοῦλον σου, Ἰησοῦ μου, προσπίπτοντα σὺν δάκρυσιν, Ἰησοῦ μου, καὶ σῶσον, Ἰησοῦ, με μετανοοῦντα καὶ τῆς κολάσεως, δέσποτα, λύτρωσαι Ἰησοῦ γλυκύτατε πολυέλεε. Τὸν χρόνον, Ἰησοῦ μου, ὃν δέδωκας μοι εἰς πάθη ἐδαπάνησα, Ἰησοῦ μου διό με, Ἰησοῦ μου, μὴ ἀπορρίψῃς, ἀλλ’ ἀνακάλεσαι, δέομαι, δέσποτα Ἰησοῦ γλυκύτατε, καὶ διάσωσον.

Θ. Παρθένε, ἡ τεκοῦσα τὸν Ἰησοῦν μου, ἱκέτευε ῥυσθῆναι με τῆς γεέννης, ἡ μόνη προστασία τῶν θλιβομένων, θεοχαρίτωτε, καὶ καταξίωσον τῆς ζωῆς, πανύμνητε, τῆς ἀγήρω με.

ᾨδὴ τετάρτη. Ἐλήλυθας Θεράπευσον, Ἰησοῦ μου, ψυχῆς μου τὰ τραύματα Ἰησοῦ μου, δέομαι, καὶ τῆς χειρός με ἐξάρπασον, Ἰησοῦ μου εὔσπλαγχνε, τοῦ ψυχοφθόρου Βελίαρ καὶ διάσωσον. Οὐχ ἥμαρτεν, Ἰησοῦ μου, οὐδεὶς ὥσπερ ἥμαρτον ἐγὼ ὁ ταλαίπωρος, ἀλλὰ προσπίπτω δεόμενος, Ἰησοῦ μου, σῶσον με καὶ τὴν ζωήν, Ἰησοῦ, μοι κληροδότησον.

Ἀγκίστρῳ με ἡδονῆς δελεάσας ὁ δόλιος, Ἰησοῦ, αἰχμάλωτον καταλαβών, νῦν καθέλκει με· τούτου με ἀφάρπασον ὡς ἀγαθός, Ἰησοῦ μου παντοδύναμε. Θ. Ὑπέρκεισαι Χερουβίμ, Σεραφίμ, ὑπερύμνητε, ὡς μόνη κυήσασα τὸν Ἰησοῦν μου καὶ Κύριον· ὅνπερ καθικέτευε τοῦ λυτρωθῆναι κινδύνων τοὺς ὑμνοῦντας σε.

ᾨδὴ πέμπτη. Ὁ φωτισμὸς Σὺ φωτισμός, Ἰησοῦ μου, σωτῆρ μου, σὺ σωτηρία τῆς ἀπεγνωσμένης ψυχῆς μου, σῶτερ, σὺ Ἰησοῦ μου, τῆς κολάσεως ῥῦσαι καὶ γεέννης ἐμὲ κραυγάζοντα· σῶσον, Ἰησοῦ μου Χριστέ, με τὸν ἄθλιον.

Ὁλοσχερῶς, Ἰησοῦ μου, πρὸς πάθη τῆς ἀτιμίας καταβεβλημένος, ἤδη κραυγάζω, σὺ Ἰησοῦ μου, βοηθείας μοι χεῖρα καταπέμψας, ἔκσπασον κράζοντα· σῶσον, Ἰησοῦ μου Χριστέ, με τὸν ἄσωτον. Ὁ νεκρωθεὶς ἐν σταυρῷ, Ἰησοῦ μου, τὴν νεκρωθεῖσαν ζώωσον ψυχήν μου, ὦ Ἰησοῦ μου, καὶ τὸ ἀρχαῖον, Ἰησοῦ, ταύτην κάλλος ὡς οἰκτίρμων, Χριστέ, ἀμφίασον πράττουσαν τὰ σά, Ἰησοῦ, δικαιώματα.

Θ. Τὸν Ἰησοῦν ἡ γεννήσασα κόρη, θεογεννῆτορ, τοῦτον ἐκδυσώπει σωθῆναι πάντας τοὺς ὀρθοδόξους, μοναστὰς καὶ μιγάδας καὶ γεέννης ῥυσθῆναι κράζοντας· «πλήν σου προστασίαν βεβαίαν οὐκ ἔγνωμεν.»

ᾨδὴ ἕκτη. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος Ἰησοῦ μου, Χριστὲ πολυέλεε, ἐξομολογούμενον δέξαι με, δέσποτα, ὦ Ἰησοῦ, καὶ σῶσον με καὶ φθορᾶς, Ἰησοῦ, με ἐξάρπασον. Ἰησοῦ μου, οὐ γέγονεν ἕτερος ἄσωτος οὐδεὶς ὡς ἐγὼ ὁ ταλαίπωρος, ὦ Ἰησοῦ φιλάνθρωπε· ἀλλὰ σύ, Ἰησοῦ, με διάσωσον.

Ἰησοῦ μου, καὶ πόρνην καὶ ἄσωτον καὶ τὸν Μανασσῆν καὶ τελώνην νενίκηκα, ὦ Ἰησοῦ μου, πάθεσι καὶ ληστήν, Ἰησοῦ, Νινευΐτας τε. Θ. Ἰησοῦν τὸν Χριστόν μου κυήσασα, ἄχραντε παρθένε, ἡ μόνη ἀμόλυντος, μεμολυσμένον ὄντα με πρεσβειῶν σου ὑσσώπῳ νῦν κάθαρον.

Κάθισμα. Ἦχος αʹ. Τὸν τάφον σου, σωτήρ, Σωτήρ μου Ἰησοῦ, ὁ τὸν ἄσωτον σώσας, σωτήρ μου Ἰησοῦ, ὁ δεξάμενος πόρνην, κἀμὲ νῦν ἐλέησον, Ἰησοῦ πολυέλεε, σῶσον, οἴκτειρον, ὦ Ἰησοῦ εὐεργέτα, ὥσπερ, εὔσπλαγχνε, τὸν Μανασσῆν, Ἰησοῦ μου, ὁ μόνος φιλάνθρωπος.

ᾨδὴ ἑβδόμη. Εἰκόνος χρυσῆς Χριστὲ Ἰησοῦ, οὐδεὶς ἥμαρτεν ἐν γῇ ἐκ τοῦ αἰῶνος, ὦ Ἰησοῦ μου, ὥσπερ ἥμαρτον ἐγὼ ὁ τάλας καὶ ἄθλιος· ὅθεν, Ἰησοῦ μου, βοῶ σοι· μελῳδοῦντα με οἴκτειρον· εὐλογητὸς εἶ Ἰησοῦ, ὁ τῶν πατέρων Θεός.

Χριστὲ Ἰησοῦ, ἐκ τοῦ φόβου σου βοῶ, καθήλωσόν με, ὦ Ἰησοῦ μου, καὶ κυβέρνησον νῦν πρὸς λιμένα με εὔδιον, ὅπως, Ἰησοῦ μου οἰκτίρμον, μελῳδῶ σοι σωζόμενος· εὐλογητὸς εἶ Ἰησοῦ, ὁ τῶν πατέρων Θεός. Χριστὲ Ἰησοῦ, μυριάκις ὑπεσχέθην σοι ὁ τάλας, ὦ Ἰησοῦ μου, τὴν μετάνοιαν, ἀλλ’ ἐψευσάμην ὁ ἄθλιος, ὅθεν, Ἰησοῦ μου, βοῶ σοι· μελῳδοῦντα με οἴκτειρον· εὐλογητὸς εἶ Ἰησοῦ, ὁ τῶν πατέρων Θεός.

Θ. Χριστὸν Ἰησοῦν ἡ γεννήσασα φρικτῶς καὶ ὑπὲρ φύσιν, αὐτὸν δυσώπει, παναμώμητε, τὰ παρὰ φύσιν μου πταίσματα πάντα συγχωρῆσαι μοι, κόρη, ἵνα κράζω σωζόμενος· εὐλογημένη, Ἰησοῦν Θεὸν ἡ τέξασα.

ᾨδὴ ὀγδόη. Τὸν ἐν καμίνῳ τοῦ πυρὸς Σέ, Ἰησοῦ μου, δυσωπῶ· ὡς τὴν πόρνην, Ἰησοῦ μου, ἐλυτρώσω τῶν πολλῶν ἐγκλημάτων, οὕτω κἀμέ, Ἰησοῦ, Χριστέ μου, λύτρωσαι καὶ κάθαρον τὴν ῥερυπωμένην ψυχήν μου, Ἰησοῦ μου.

Καθυποκύψας, Ἰησοῦ, ταῖς ἀλόγαις ἡδοναῖς ἄλογος ὤφθην καὶ τοῖς κτήνεσιν ὄντως, ὦ Ἰησοῦ μου, οἰκτρῶς ὁ τάλας, σῶτερ, ἀφωμοίωμαι· ὅθεν, Ἰησοῦ, με τῆς ἀλογίας ῥῦσαι. Ἐκτυφλωθεὶς ταῖς ἡδοναῖς, Ἰησοῦ μου, τὴν ψυχὴν ἐσκοτισμένος, Ἰησοῦ μου, βαδίζω· ἀλλ’ ὡς θεός, Ἰησοῦ, προφθάσας, Ἰησοῦ, με φώτισον, Ἰησοῦ σωτήρ μου, ὡς μόνος φωτοδότης.

Θ. Τὸν Ἰησοῦν μου καὶ Θεόν ἡ βαστάσασα Χριστὸν ἀνερμηνεύτως, θεοτόκε Μαρία, τοῦτον δυσώπει ἀεὶ κινδύνων σῴζεσθαι τὴν πόλιν σου καὶ τοὺς ὑμνητάς σου, ἀπείρανδρε παρθένε.

ᾨδὴ ἐνάτη. Τὸν ἐκ Θεοῦ Θεὸν λόγον Τὸν Μανασσῆν, Ἰησοῦ μου, τὸν τελώνην, τὴν πόρνην, τὸν ἄσωτον, οἰκτίρμον Ἰησοῦ, καὶ τὸν ληστὴν ὑπερβέβηκα, Ἰησοῦ μου, ἐν ἔργοις αἰσχίστοις καὶ ἀτόποις, Ἰησοῦ ἀλλὰ σύ, Ἰησοῦ μου, προφθάσας, με διάσωσον.

Τοὺς ἐξ Ἀδάμ, Ἰησοῦ μου, ἁμαρτήσαντας πάντας πρὸ νόμου καὶ ἐν νόμῳ, Ἰησοῦ, καὶ μετὰ νόμον ὁ ἄθλιος, Ἰησοῦ μου, καὶ χάριν νενίκηκα τρῖς πάθεσιν οἰκτρῶς· ἀλλὰ σύ, Ἰησοῦ μου, τοῖς κρίμασι σου σῶσον με. Μὴ χωρισθῶ, Ἰησοῦ μου, τῆς ἀφράστου σου δόξης, μὴ τύχω τῆς μερίδος, Ἰησοῦ, τῆς εὐωνύμου, γλυκύτατε Ἰησοῦ, ἀλλὰ σύ με τοῖς δεξιοῖς προβάτοις σου, Χριστέ, Ἰησοῦ μου, συντάξας ἀνάπαυσον, μακρόθυμε.

Θ. Τὸν Ἰησοῦν, Θεοτόκε, ὃν ἐβάστασας μόνη, ἀπείρανδρε παρθένε Μαριάμ, τοῦτον, ἁγνή, ἐξιλέωσαι ὡς υἱόν σου καὶ κτίστην ῥυσθῆναι τοὺς προστρέχοντας εἰς σὲ πειρασμῶν καὶ κινδύνων καὶ τοῦ πυρὸς τοῦ μέλλοντος.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις Ὦ Ἰησοῦ σωτήρ μου, ὦ Ἰησοῦ μου κραταιέ, ὡς συμπαθής, Ἰησοῦ μου, συμπάθησόν μοι, Ἰησοῦ, ἵνα φαιδρῶς, Ἰησοῦ μου, σοῦ μεγαλύνω τὴν δόξαν.

Στιχηρά. Ἦχος αʹ. Τῶν οὐρανίων ταγμάτων τὸ ἀγαλλίαμα Σέ. Ἰησοῦ καὶ Θεέ μου πανυπεράγαθε, σὲ, Ἰησοῦ σωτήρ μου, δυσωπῶ, Ἰησοῦ μου, ἐξάρπασόν με πάσης, λόγε, φρικτῆς, Ἰησοῦ μου, κολάσεως καὶ ἀθανάτου με δόξης, ὦ Ἰησοῦ, καταξίωσον, φιλάνθρωπε.

Ὅμοιον. Τὸν Ἰησοῦν καὶ Θεόν μου τὸν ἀκατάληπτον ἐκδυσωπῶ σε, λόγε, Ἰησοῦ μου σωτήρ μου, μερίδος δεξιᾶς με σῆς. Ἰησοῦ, καταξίωσον, δέσποτα, καὶ τῆς κολάσεως ῥῦσαι, ὦ Ἰησοῦ. καὶ πυρὸς τοῦ αἰωνίζοντος.

Ὅμοιον. Ταῖς τῶν ἁγίων ἁπάντων πρεσβείαις, δέσποτα, ὦ Ἰησοῦ, σωτήρ μου, καὶ τῆς σὲ κυησάσης κυβέρνησόν μου, λόγε, ὦ Ἰησοῦ, τὴν ζωὴν καὶ κατεύθυνον πρὸς τὰς ὁδοὺς τὰς φέρουσας, ὦ Ἰησοῦ, πρὸς ζωὴν τὴν αἰωνίζουσαν.

Ἕτερα. Ἦχος βʹ. Οἶκος τοῦ Εὐφραθᾶ Πάρασχε, Ἰησοῦ, ἱλασμόν μοι πταισμάτων, ἀμέτρων, Ἰησοῦ μου, σωτήρ μου Ἰησοῦ μου, οὐδὲν γάρ σοι ἀδύνατον. Δώρησαι, Ἰησοῦ, σὴν ὑπὲρ νοῦν εἰρήνην, παθῶν, ὦ Ἰησοῦ μου, σωτήρ μου Ἰησοῦ μου, σβέσας ὁρμὰς ἀτόπους μοι.

Πλῆσον μου, Ἰησοῦ, ἀφράστου σῆς ἀγάπης, καρδίαν, Ἰησοῦ μου, σωτήρ μου Ἰησοῦ μου, τοῦ ἀχρείου οἰκέτου σου. Ἄνοιξον, Ἰησοῦ, τὰς κόρας τῆς ψυχῆς μου, καὶ δεῖξον, Ἰησοῦ μου, σωτήρ μου Ἰησοῦ μου, τὸ φῶς σου τὸ ἀΐδιον.

Ἄνοιξον, Ἰησοῦ, τὰς πύλας παραδείσου, καὶ δέξαι μέσον τούτου, σωτήρ μου Ἰησοῦ μου, ἐμὲ τὸν ἀδιόρθωτον.

Θεοτοκίον. Σὺ δὲ χριστιανῶν βεβαία προστασία, τῶν ἀσκητῶν ἡ δόξα, ἀμόλυντε παρθένε, σῷζε τοὺς σὲ γεραίροντας.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ Ἰησοῦ, γλυκύτατε Ἰησοῦ, Ἰησοῦ, τὸ θεῖον καὶ σεβάσμιον, Ἰησοῦ, ὄνομα καὶ πρᾶγμα, Χριστέ μου Ἰησοῦ μου, σωτήρ μου Ἰησοῦ μου, σῶσον με δέομαι. Ἰησοῦ, γλυκύτατε Ἰησοῦ, Ἰησοῦ, τοῦ κόσμου τὸ σωτήριον, Ἰησοῦ, καὶ τῶν μοναζόντων ἡ σκέπη, Ἰησοῦ μου, σωτήρ μου Ἰησοῦ μου, δός μοι κατάνυξιν.

Ἰησοῦ, γλυκύτατε Ἰησοῦ, Ἰησοῦ, νοός μου τὸ καθάρσιον, Ἰησοῦ, ψυχῆς μου τερπνότης, χαρὰ καὶ εὐφροσύνη, Χριστέ μου Ἰησοῦ μου, ὑμνῶ, δοξάζω σε. Ἰησοῦ, γλυκύτατε Ἰησοῦ, Ἰησοῦ, πνοή μου, Ἰησοῦ μου ὁ γλυκασμός τῆς ἐμῆς, Θεέ μου, καρδίας, Ἰησοῦ μου, ἔρως μου, Ἰησοῦ μου, τὸ φῶς μου, σῶσον με.

Ἰησοῦ, γλυκύτατε Ἰησοῦ, Ἰησοῦ, ζωή μου, Ἰησοῦ μου, ἔρως ἐμός, διάθεσις πᾶσα ψυχῆς καὶ σώματός μου, γαλήνη μου, τὸ φῶς μου, Ἰησοῦ, σῶσον με. Ἰησοῦ, γλυκύτατε Ἰησοῦ, Ἰησοῦ, νυμφίε τῶν ψυχῶν ἡμῶν, Ἰησοῦ, καρδίας μου νῆψις, Χριστέ μου Ἰησοῦ μου, Θεέ μου Ἰησοῦ μου, φώτισον, σῶσον με.

Ἰησοῦ, γλυκύτατε Ἰησοῦ, τῆς ψυχῆς μου ἔρως, τῆς καρδίας μου γλυκασμός, Ἰησοῦ σωτήρ μου, τὸ παρηγόρημά μου, Θεέ μου λυτρωτά μου, οἴκτειρον, σῶσον με. Ἰησοῦ μου, κάλλος τὸ νοητόν, ὦ γλυκύτατέ μου καὶ πανάγαθε Ἰησοῦ, δέξαι μου τὸν ὕμνον, ὅνπερ ἐξ ἀναξίων τετόλμηκα χειλέων ἰδοὺ προσάξαι σοι.