Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες καὶ ἀκολουθίαι

Μᾶρκος ὁ Εὐγενικός

Ευχαριστήριος κανόνας υπέρ του αυτοκράτορα Ιωάννη Παλαιολόγου

Ευχαριστήριος κανόνας προς τον Χριστό για τη θαυματουργική θεραπεία του αυτοκράτορα Ιωάννη Παλαιολόγου από ασθένεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 13

Κανὼν εὐχαριστήριος εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἰώμενον πᾶσαν νόσον ὑπὲρ τοῦ εὐσεβεστάτου βασιλέως ἡμῶν ἰώμενον πᾶσαν νόσον ὑπὲρ τοῦ εὐσεβεστάτου βασιλέως ἡμῶν Ἰωάννου τοῦ Παλαιολόγου, ἰαθέντος ὑπὲρ ἐλπίδα πᾶσαν τὴν τοῦ σώματος ὄλου καὶ τῶν ποδῶν πάρεσιν, οὗ ἡ ἀκροστιχίς· Παντοδύναμον ἰητῆρα Χριστὸν μεγαλύνω ὁ Μάρκος. ᾨδὴ πρώτη. Ἦχος δʹ. Ἀνοίξω τὸ στόμα μου Παντοίοις χαρίσμασι κατακοσμήσας τὸν ἄνθρωπον, ὃν ἔπλασας πρότερον τῇ παναλκεῖ σου χειρί, χρόνοις ὕστερον ὅλον αὐτὸν φορέσας, ἰάσω, φιλάνθρωπε, τὰς ἀσθενείας αὐτοῦ. ᾈδέτωσαν ἅπαντες οἱ βασιλεῖς τῆς γῆς σήμερον, ἐξομολογούμενοι τὰ σὰ θαυμάσια, ὅτι ἤκουσαν ἐκ νόσου βαρυτάτης ὡς ἔσωσας, Κύριε, τὸν βασιλέα ἡμῶν.

Νεκροὺς ἐξανέστησας τῷ σῷ προστάγματι, δέσποτα, λεπροὺς ἐκαθάρισας, τυφλοὺς ὠμμάτωσας καὶ συνέσφιγξας τὰ μέλη παρειμένους, καὶ νῦν τῇ εἰκόνι σου ταῦτα ποιεῖς ἐμφανῶς. Τοῦ γένους ὁ πρόβολος, τῶν ὀρθοδόξων τὸ καύχημα, Ῥωμαίων ὁ κράτιστος καὶ εὐσεβὴς βασιλεὺς τὸν αἰώνιον καὶ μέγαν βασιλέα Χριστὸν τῆς ἰάσεως ὕμνοις ἀμείβεται.

Θ. Ὁ δούλου δι’ ἔλεον μορφὴν ἐκ σοῦ προσλαβόμενος εὐδόκησε, δέσποινα, τὴν ἑαυτοῦ καὶ τὴν σὴν παρασχεῖν ἡμῖν μορφὴν ἐν ταῖς εἰκόσιν, ἐξ ὧν τὰ ἰάματα πίστει λαμβάνομεν.

ᾨδὴ τρίτη. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε Δόξα σοι, τῷ μόνῳ εὐεργέτη, τῷ μόνῳ σωμάτων καὶ ψυχῶν θεραπευτῇ, φιλάνθρωπε, ὅτι καὶ νῦν τὴν πόλιν σου πᾶσαν ὑφὲν ἀνώρθωσας, τὸν εὐσεβῆ σώσας ἄνακτα. Ὑμνήσωμεν ἅπαντες συμφώνως τὸ ἔλεος, ὅπερ εἰς ἡμᾶς ὁ ἐλεήμων ἔδειξε, τῆς χαλεπῆς παρέσεως τὸν τῶν ἁπάντων σύνδεσμον, τὸν βασιλέα, ῥυσάμενος.

Ναῷ σου τῷ θείῳ προσπεσόντα θερμότητι πίστεως, Χριστέ, τὸν εὐσεβῶς ἰθύνοντα τὸν ἐκλεκτόν σου τοῦτον λαόν, νόσῳ δεινῇ κατάσχετον, ὡς συμπαθὴς ἐθεράπευσας. Αἰρόμενον πρὶν ὑπὸ τεσσάρων παράλυτον ἤγειρας, σωτήρ, καὶ νῦν τὸν βασιλεύοντα, ὑπομονῇ καὶ πίστει σοι, ἐλπίδι καὶ ἀγάπῃ τε προσενεχθέντα, ἀνώρθωσας.

Θ. Μεγάλης καὶ νῦν εὐεργεσίας ἠξίωσας ἅπαντας ἡμᾶς, θαυματουργήσας, εὔσπλαγχνε, ταῖς ἱεραῖς δεήσεσι τῆς μόνης θεομήτορος, τῆς συνεχοῦς ἡμῶν προστάτιδος.

ᾨδὴ τετάρτη. Ὁ καθήμενος ἐν δόξῃ Ὁ τὴν ποίμνην σου φυλάττων, κραταιὲ μόνε Κύριε, τῶν ὠρυομένων κύκλωθεν λεόντων ἀπήμαντον, τῇ τοῦ σταυροῦ σου δυνάμει, διασῴζοιτο ἐπηρείας παντοίας καὶ νόσων ἀνώτερος.

Νέον ἄλλον παρειμένον ἐθεράπευσας, εὔσπλαγχνε, νέᾳ κολυμβήθρᾳ τῶν ἁγιασμάτων σου κείμενον, τὸν εὐσεβῆ βασιλέα, διὸ κράζομεν· «πολυέλεε, δόξα, Χριστέ; τῷ ἐλέει σου.» Ἵνα πάλαι προτυπώσῃ τοῦ σταυροῦ σου τὴν δύναμιν, Μωϋσῆς ἐν ξύλῳ ὕδατα πικρὰ διεγλύκανε, νῦν δὲ ἡ θεία εἰκών σου, παντοδύναμε, ἐκ θαλάσσης τὸ ὕδωρ γλυκὺ ἀναδίδωσιν.

Ἡ ἀκρότης τῶν μαρτύρων, ὁ πολὺς ἐν τοῖς θαύμασι καὶ ταῖς ἀριστείαις, ὁ τροπαιοφόρος Γεώργιος σὲ δυσωπεῖ, ἐλεῆμον, διασῴζεσθαι τὸν πιστὸν βασιλέα ἡμῶν ἐκ παντοίων δεινῶν. Θ. Τὴν ἁγίαν Θεοτόκον εὐφημήσωμεν ἅπαντες εὐχαρίστοις ὕμνοις, ὅτι τὴν αὐτῆς πόλιν σῴζουσα καὶ νῦν ὡς ἔθος προφθάνει, διαρπάσασα ταῖς πρεσβείαις αὐτῆς ἐκ τῆς νόσου τὸν ἄνακτα.

ᾨδὴ πέμπτη. Ἐξέστη τὰ σύμπαντα Ἡμέρα χαρμόσυνος ἐν ταῖς πενθίμοις ἔλαμψεν ἡμῖν καὶ διήγειρε πᾶν γένος, πᾶσαν ἀξίαν καὶ ἡλικίαν πιστῶν ὑμνεῖν τὸν ἐγείραντα Χριστὸν ἐκ νόσου κακώσεως τὸν πιστότατον ἄνακτα.

Ῥεούσης χρηστότητος ἐκ τῶν πηγῶν ἀντλήσωμεν τῶν τοῦ σωτηρίου ὕδωρ ξένον, θαλάσσης μέσης ἀναδιδόμενον, παντοίων χαρίτων χορηγόν, νόσων ἀκεσώδυνον καὶ καμάτων λυτήριον. Ἄγγελος μὲν πρότερον κατὰ καιρὸν κατέβαινεν ἐν τῇ πενταστώῳ κολυμβήθρᾳ, νοσοῦντα μόνον ἕνα ἰώμενος, σὺ δέ, παντοδύναμε, παρὼν ἀεὶ τῇ εἰκόνι σου καὶ τῷ ὕδατι σῴζεις πολλούς.

Χρηστότητος ἄβυσσος ὑπάρχων ἀνεξάντλητος, οὐ παρεῖδες, σῶτερ, τὰς αἰτήσεις τῶν μετὰ πίστεως δεομένων σου, ἀλλ’ ἔσωσας νόσου χαλεπῆς τὸν κοινὸν ὑπέρμαχον καὶ τῆς πίστεως φύλακα. Ῥωσθεὶς ἐκ τῆς χάριτος τῆς σῆς πρεσβείας, ἄχραντε, καὶ τοῦ θαυμαστοῦ τροπαιοφόρου τῶν ὀρθοδόξων πάντων ὁ πρόμαχος ἐκ νόσου παρέσεως δεινῆς, ἀμφοῖν ἀνατίθησι χαριστήριον αἴνεσιν.

ᾨδὴ ἕκτη. Τὴν θείαν ταύτην καὶ πάντιμον Ἰδού σοι πίστει προσέδραμον, ἐλπίδος ἀνθρωπίνης ἠλόγησα καὶ οὐ διήμαρτον τῆς ἐπὶ σὲ πεποιθήσεως, ἀλλά μοι τὴν ὑγείαν, σῶτερ, συντήρησον. Σύ, ὁ ζωὴν χαρισάμενος ποτὲ τῷ Ἐζεκίᾳ δακρύσαντι, καὶ νῦν, φιλάνθρωπε, τὸν εὐσεβῆ ἡμῶν ἄνακτα πολυετῆ φυλάττοις καὶ ὑγιαίνοντα.

Τυφλὸν ποτὲ ἐκ γενέσεως ἰάσω τῷ πηλῷ καὶ τοῖς ὕδασι, νῦν δέ, φιλάνθρωπε, θαλάσσῃ θείᾳ καὶ ὕδατι πολυειδῆ καθαίρεις πιστῶν νοσήματα. Ὁ μέγας μάρτυς Γεώργιος τὸν μέγαν βασιλέα σε πρότερον ὑποδεξάμενος, πλησίον, σῶτερ, σκηνώσαντα, νῦν ἀπαιτεῖ τὴν χάριν· «σῷζε τὸν ἄνακτα».

Θ. Ναὸς Θεοῦ καθαρώτατος καὶ θρόνος ὑψηλὸς τοῦ παντάνακτος φανεῖσα, πάναγνε, πηγὴν θαυμάτων ἀένναον τὸν σὸν ναὸν δεικνύεις καὶ τὴν εἰκόνα σου.

ᾨδὴ ἑβδόμη. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες Μεγαλύνων σου τὴν πόλιν, παντοδύναμε, καθάπερ μέγας πυρσὸς ἄκραν αὐτῆς σκοπιὰν τῇ θείᾳ εἰκόνι σου περιφανῶς κατασχών, πλείστοις θαύμασι φωτίζεις τοὺς προσάγοντας ἐκ τῆς γῆς καὶ τῆς θαλάσσης.

Εὐλογήσω ἐν παντὶ καιρῷ τὸν Κύριον, ὅτι φωνῆς τῆς ἐμῆς εἰσήκουσε συμπαθῶς καὶ πάσης με θλίψεως ὅλον ἐρρύσατο· ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν, σὺν ἐμοὶ τοῦτον ὑμνοῦντες. Γεγραμμένος ἐν εἰκόνι, ἀπερίγραπτε, τῇ ἀοράτῳ μορφῇ, καθάπερ ὢν ἐπὶ γῆς, ποικίλα θαυμάσια τελεῖς ἑκάστοτε καί τὴν θάλασσαν καθαγιάσας φάρμακον τῶν δεινῶν ῥευμάτων δίδως.

Ἀτεκνοῦντα μὲν ἰάσατο τὰ ὕδατα ὁ Ἐλισσαῖος ποτέ, ἅλας αὐτοῖς ἐμβαλών, σὺ δέ, παντοδύναμε, ταύτην τὴν θάλασσαν εἰς γλυκύτητα μεταποιήσας, ἥδυσμα τοῖς νοσοῦσιν ἐπαρτύεις. Θ. Λυτρωθέντες τῆς ἀρχαίας παραβάσεως τῷ θείῳ τόκῳ σου, νῦν ἐκ κινδύνων πολλῶν ἡ πόλις σου, δέσποινα, διασῳζόμεθα, τὴν εἰκόνα σου πλουτοῦντες ὥσπερ ἄμαχον θυρεόν, εὐλογημένη.

ᾨδὴ ὀγδόη. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ Ὕμνους ἐκ στομάτων ὁμοφώνων Χριστῷ τῷ Θεῷ ἡμῶν ἀναβοήσωμεν, ὅτι τὸν ὡς λέοντα κύκλῳ περιάγοντα καταπιεῖν τε ἅπαντας διανοούμενον ἀπέδειξεν εἰς μάτην χανόντα, τὸν ἡμῶν προστάτην ἐγείρας ἐκ τῆς νόσου.

Ναούσης ἐκ πέτρας ἀκροτόμου λαὸς ὁ Ἰσραηλίτης πρὶν ἐθήλασεν, ἡμεῖς δὲ τὴν θάλασσαν ὕδωρ ποτιμώτατον ἀναδιδοῦσαν βλέποντες καὶ ἀρυόμενοι πλουτοῦμεν τῶν παθῶν θεραπείαν, ὑμνοῦντες τὸν τότε καὶ νῦν θαυματουργοῦντα.

Ὡς πάλαι Δαϋὶδ τῷ πραοτάτῳ παρέστης ἐν τοῖς κινδύνοις, σῶτερ, σύμμαχος, οὕτω νῦν κραταίωσον κατ’ ἐχθρῶν, φιλάνθρωπε, τὸν εὐσεβῶς ἰθύνοντα τὸν ἐκλεκτόν σου λαὸν καὶ δώρησαι αὐτῷ τὴν ὑγείαν ἀσινῆ τηρεῖσθαι διὰ μακρῶν τῶν χρόνων.

Ὁ μέγας ἰδοὺ τροπαιοφόρος συνήθως τὸν βασιλέα προσλαβόμενος, φέρων παρατίθησι τῷ πάντων δεσπόζοντι, τῷ ἰατρῷ σωμάτων τε καὶ τῶν ψυχῶν ὡς Θεῷ, καί θᾶττον ὑγιαίνοντα δείξας χαίροντα ἐκπέμπει, κηρύττοντα τὴν χάριν.

Μικρὰν ἐκ μεγάλης τὴν σὴν ποίμνην, παρθένε, δι’ ἁμαρτίας χρηματίσασαν, φύλαττε, δεόμεθα, ἄνωθεν ἁπλώσασα τὰς ἱερὰς ἀγκάλας σου, ἐν αἷς συνέσχες θεόν, καὶ δώρησαι τῷ ταύτης προμάχῳ σταθερὰν ὑγείαν ἐπὶ μακροὺς ἡλίους.

ᾨδὴ ἐνάτη. Ἅπας γηγενὴς Αἴρων ὀφθαλμοὺς ψυχῆς τε καὶ σώματος πρὸς σέ, τὸν εὔσπλαγχνον, αἰτοῦμαι τὴν ἴασιν τελείαν, σώαν, βεβαίαν, ἄλυτον· ἅπαν γὰρ δῶρον τέλειον ἄνωθεν κάτεισιν ἐκ σοῦ μόνου· διὸ τὴν ὑγείαν μοι σταθερὰν διὰ τέλους συντήρησον.

Ῥεύσασαν ἡμῶν τὴν φύσιν, φιλάνθρωπε, καὶ ἐκπεσοῦσαν ἐκ σοῦ πάλιν ἐπανήγαγες τῇ σωτηρίῳ συγκαταβάσει σου· διὸ καὶ νῦν δεόμεθα· τὸν βασιλέα ἡμῶν, συμπτωθέντα τῇ νόσῳ, στερέωσον καὶ τῇ σῇ δυναστείᾳ ἀνύψωσον.

Κλῖνον σου τὸ οὖς, Χριστέ, καὶ ἐπάκουσον τῶν δεομένων σου, θραῦσον τὰ φρυάγματα τῶν πολεμούντων ἡμῖν ἀθέων ἐχθρῶν, τὸν βασιλέα στήριξον ἀνορθωσάμενος ἐπὶ πέτραν τῆς σῆς ἀντιλήψεως, τοὺς πιστοὺς ὁμοῦ πάντας εἰρήνευσον.

Ὁ τῆς ἐπὶ γῆς, Χριστέ, κληρουχίας σου στερεὸς ὑπέρμαχος, ἄναξ ὁ πραότατος, ὁ τῆς σοφίας καὶ τῆς ἀνδρείας βλαστός, τὸν μέγαν ἀρχιποίμενα σοι προβαλόμενος εἰς πρεσβείαν, ταῖς αὐτοῦ δεήσεσι τὴν ὑγείαν πιστῶς ἐκομίσατο.

Θ. Σὲ μετὰ Θεὸν οἱ δοῦλοι σου, δέσποινα, προστάτιν ἔχομεν, σοὶ καταπιστεύομεν τὴν σωτηρίαν τῶν βασιλέων ἡμῶν, τὴν φυλακὴν τῆς πόλεως, τὴν τῶν δεινῶν ἀνοχήν· σὺ γὰρ μόνη πάντας κινδυνεύοντας παραδόξως πολλάκις διέσωσας.