Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες παρακλητικοὶ εἰς τὴν Θεοτόκον

Μᾶρκος ὁ Εὐγενικός

Πρώτος και δεύτερος παρακλητικός κανόνας

Οι πρώτοι παρακλητικοί κανόνες προς την Θεοτόκο, που περιλαμβάνουν ικεσίες για την προστασία των πιστών, διάσωση από κινδύνους και ύμνους για την Κοίμηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 6

Κανόνες παρακλητικοὶ εἰς τὴν Ὁδηγήτριαν Κανὼν πρῶτος, οὗ ἡ ἀκροστιχίς· Ἀπάρχομαι σοι τῶν ἐμῶν λόγων, κόρη, Μάρκος. ᾨδὴ πρώτη. Ἦχος αʹ. ᾨδὴν ἐπινίκιον ᾄσωμεν πάντες Ἀρχόμενοι σήμερον τοῦ τελευταίου τῶν μηνῶν, ἀρχόμεθα λογικοῖς ἄνθεσι προδιαπλέκειν φαιδρῶς τῇ ἀπαρχῇ τῆς ζωῆς ὕμνον ἐξόδιον.

Παρθένε πανάμωμε, πιστούς σου δούλους, οὓς πολλάκις ἔσωσας ἐκ πολλῶν θλίψεων καὶ ἐθνικῶν προσβολῶν, καὶ νῦν τιμῶντας τὴν σεπτὴν μνήμην σου φύλαττε. ᾈσμάτων τῇ χάριτι τὰς πανιέρους ἡμέρας φαιδρύνωμεν ἱερῶς χαίροντες, ἐν αἷς ἡ μήτηρ Θεοῦ τὴν ἐκδημίαν πρὸς αὐτὸν ποιεῖται χαίρουσα.

Ῥευστοὶ χρηματίσαντες δι’ ἁμαρτίαν πρὸς ζωὴν τὴν ἄρρευστον διὰ σοῦ, δέσποινα, ἀνακεκλήμεθα, διὸ τὴν χάριν σοι πιστῶς ἐπιγραφόμεθα.

ᾨδὴ τρίτη. Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες Χαῖρε, τῆς χαρᾶς ἡ πρόξενος τῷ βροτείῳ γένει, χαῖρε, ἡ τῆς λύπης ἀπαλλαγὴ καὶ λύσις, χαρᾶς ἀδιαδόχου χωρίον εὐρύχωρον, ἡ δι’ ἀγγέλου τῆς χαρᾶς καὶ νῦν λαβοῦσα τὰ μηνύματα.

Ὅπλῳ εὐδοκίας, δέσποινα, τοὺς πιστούς σου δούλους, ἅπαντας συνήθως προσπίπτοντας τεμένει τῷ σῷ, φθορᾶς ἀπάλλαξον καὶ τρέψον τὴν ὀργήν σου ἐπὶ ἀπίστους, αὐτῶν καταβαλοῦσα τὰ φρυάγματα. Μέση Θεοῦ χρηματίσασα καὶ ἀνθρώπων, κόρη, μέσον τὸν παρόντα διαλαβοῦσα μῆνα, τῇ θείᾳ μεταστάσει φαιδρύνεις τὸν σύμπαντα καὶ εἰς πανήγυριν φαιδρὰν ἐπισυνάγεις τοὺς θεόφρονας. ᾌδων ὁ προφήτης πνεύματι τὰ σὰ μεγαλεῖα· «πᾶσα, ἀνεβόα, ἔσωθεν ἡ δόξα τοῦ μόνου βασιλέως τῆς θυγατρὸς ὑπάρχει· διὸ οἱ πλούσιοι λαοῦ τὸ πρόσωπόν σου λιτανεύουσιν».

ᾨδὴ τετάρτη. Ἐν πνεύματι προβλέπων, προφῆτα Ἀββακούμ, Ἰδού, τῇ βασιλίδι λαμπρῶς ἐπιφανεὶς ὁ συνήθης ἄγγελος, τὸ σύμβολον αὐτῇ τῆς τοῦ θανάτου νίκης φέρων ἐγχειρίζει, φοίνικος κλάδον, ὥσπερ πρώην τῷ δεσπότῃ φέροντες ὑπήντων οἱ ὄχλοι πιστῶς.

Συνέλθωμεν προθύμως ἐν φόβῳ καὶ χαρᾷ βασιλεῖς καὶ ἄρχοντες, λαὸς καὶ ἱερεῖς, νέοι, πρεσβῦται, μονασταί τε καὶ μιγάδες, πᾶσα ἀξία, τὴν μητέρα τοῦ Κυρίου μέλλουσαν ἀπαίρειν ἐκ γῆς προσιδεῖν. Ὁ μέγας ἐν προφήταις, πανύμνητε, Μωσῆς τυπικῶς τεθέαται ἐν βάτῳ καὶ πυρὶ τοῦ μυστηρίου τὸ θαῦμα τῆς σῆς λοχείας· καὶ γὰρ ἀφλέκτως πῦρ τὸ ἄϋλον ἐδέξω· δόξα τῷ Θεῷ τῷ φανέντι ἐκ σοῦ.

Ἰάματα ἐκ θείας παλάμης σου, ἁγνή, τοῖς νοσοῦσι δώρησαι· καὶ γὰρ φθοροποιοῦ εἰς τὸν ἀέρα ἀτμίδος ἀναχεθείσης καὶ διὰ τούτου τοῖς ἡμῶν προσομιλούσης σώμασιν ἡ λύμη κατίσχυσεν.

ᾨδὴ πέμπτη. Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον Τὴν πολυώνυμον καὶ περίκλυτον στάμνον καὶ τράπεζαν, ὄρος ἅγιον, βάτον καὶ κλίμακα προοραθεῖσαν πάντες ἀνυμνήσωμεν ἐκ γῆς μεταβαίνουσαν. Ὡς ὑπερέχουσα πάσης κτίσεως ἐν ἁγιότητι, δόξαν ἄρρητον, ἁγνή, πεπλούτηκας, ὅθεν τὸν μῆνα τοῦτον ἀνατίθεμεν εἰς δόξαν σοι, δέσποινα.

Νεοποιεῖς φθαρεῖσαν, ἄχραντε, φύσιν τὴν βρότειον, διὸ πόλιν τὴν τῷ σῷ ὀνόματι ἀνακειμένην λύτρωσαι πρεσβείαις σου φθορᾶς καὶ κακώσεως. Ἐπὶ τοῦ ὄρους προσευχομένης σου, πάναγνε δέσποινα, προσκλινόμενα τὰ δένδρα νέμουσι δουλοπρεπῆ σοι εὐλαβῶς προσκύνησιν· ὦ θαῦμα παράδοξον.

ᾨδὴ ἕκτη. Τὸν προφήτην Ἰωνᾶν Μόνη ἔτεκες Θεόν, μόνη ἔμεινας ἁγνή, μόνον θέλησον αὐτὴ καὶ λυθήτω τὰ δεινὰ καὶ ὄψονται οἱ σοὶ οἰκέται τὴν σὴν βοήθειαν. Ὡς νεφέλη μυστική, μητροπάρθενε ἁγνή, καθοδήγησον ἡμᾶς πρὸς οὐράνιον ζωήν, τὸν καύσωνα τῆς ἁμαρτίας ἐξαφανίζουσα.

Νέον βρέφος ἐπὶ γῆς ὁ παντέλειος Θεὸς προελήλυθεν ἐκ σοῦ, δύο φύσεις ἐν ταὐτῷ θελήματα καὶ ἐνεργείας φέρων, πανάμωμε. Λύεις πταίσματα ψυχῶν, παύεις νόσους τῆς σαρκός, ἀπελαύνεις πᾶν κακὸν τῶν τιμώντων σε, ἁγνή, τὸ δύνασθαι μόνῳ τῷ θέλειν σύνδρομον ἔχουσα.

ᾨδὴ ἑβδόμη. Τῶν ἐν καμίνῳ παίδων σου, σωτήρ Ὁ τοὺς ἁγίους παῖδας ἐκ πυρὸς ῥυσάμενος καὶ ἐκ τῶν λεόντων Δανιὴλ καὶ τοῖς σοῖς δούλοις τὸν φλογμὸν τῶν νοσημάτων ἀναψύξας, εὔσπλαγχνε, ῥῦσαι θανάτου βορᾶς ταῖς τῆς μητρός σου εὐχαῖς.

Γῆ ἡ τὸν στάχυν τὸν ζωοποιὸν βλαστήσασα, πρὸς τὴν ἐπουράνιον ζωὴν διὰ θανάτου ἐκ τῆς γῆς μεθισταμένη, τοῖς ἐν γῇ κατέλιπε· τὴν εὐλογίαν ἡμῖν ἐν τοῖς ἀμφίοις αὐτῆς. Ὤφθη τῷ θείῳ πάλαι Ἰσραὴλ οὐράνιος κλίμαξ ἡδρασμένη ἐν τῇ γῇ, ἐφ’ ἣν οἱ ἄγγελοι Θεοῦ καὶ ὁ δεσπότης ἐπ’ αὐτῆς ἐστήρικτο, τῆς Θεοτόκου τυποῦσα τὴν μετάστασιν.

Ναὸς Θεοῦ ὑπάρχουσα, σεμνή, τοὺς πίστει σου νῦν ἐν τῷ τεμένει ἱερῶς συναγομένους καὶ τὴν σὴν προσδεχομένους ἀρωγὴν περίσῳζε ἐκ πειρασμῶν ψυχικῶν καὶ νοσημάτων δεινῶν.

ᾨδὴ ὀγδόη. Ὅν φρίττουσιν ἄγγελοι καὶ πᾶσαι στρατιαὶ Καλεῖ πρὸς οὐράνιον καὶ ἔνθεον ζωὴν ὁ κτίστης καὶ Κύριος μητέρα τὴν αὐτοῦ καὶ τῷ μυστηρίῳ τέλος πρέπον διδούς, κάτεισιν ἐν δόξῃ ταύτην ἀνακομίσων. Ὁ τόμος προέγραφε τὸ θαῦμα σου, σεμνή, ὁ πόκος ἐμήνυε τὸν ξένον ὑετὸν ἐν σοὶ καταβάντα καὶ τὴν φύσιν ἡμῶν καυσουμένην δρόσῳ ζωῆς ἀναλαβόντα.

Ῥεούσης ἀφέμενοι ζωῆς καὶ χαμερποῦς, μενούσῃ προσέλθωμεν καὶ κρείττονι ζωῇ καὶ συνεπαρθῶμεν τῇ δεσποίνῃ ἡμῶν, γῆθεν ἀνιούσῃ ζωὴν πρὸς τὴν ἀγήρω. Ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολὰς, ἡ κλίμαξ ἡ ἔνθεος, ἡ ῥάβδος Ἀαρών, ἡ ζῶσα νεφέλη ἐν νεφέλαις καλεῖ γῆθεν αἰρομένη τοὺς θείους ἀποστόλους.

ᾨδὴ ἐνάτη. Τὴν ζωοδόχον πηγὴν τὴν ἀένναον Μαρμαρυγαῖς τῆς ἀΰλου θεότητος περιαστράπτων ἐν δόξῃ κατέρχεται, τοῦτο ἤδη δεύτερον, ὁ υἱός σου, δέσποινα, σὺν μυριάσι πολλαῖς ἀΰλων νόων τὴν σὴν ἁγίαν ψυχὴν προσληψόμενος.

Ἁμαρτημάτων δεσμοῖς συνεχόμενοι τῇ τοῦ θανάτου τομῇ παρεδόθημεν καὶ καταφθειρόμεθα ἐκ δικαίας κρίσεως τοῦ σοῦ υἱοῦ καὶ Θεοῦ· ἀλλὰ θαρροῦντες τῇ σῇ, πανάμωμε, σκέπῃ σωθείημεν. Ῥητορευόντων ἀπύλωτα στόματα καὶ φιλοσόφων ἀσόφων σοφίσματα μάταια ἐλήλεγκται, φροῦδα κεχρημάτικε, τῷ μυστηρίῳ τῷ σῷ καταργηθέντα, θεογεννῆτορ πανάμωμε δέσποινα.

Κεκρατημένοι τῷ θείῳ σου ἔρωτι οἱ προσκυνοῦντες τὸ μέγα μυστήριον τοῦ ἀσπόρου τόκου σου, δέσποινα πανύμνητε, λόγοις εὐρύθμων ᾠδῶν, ᾀσμάτων ὕμνοις τὰ ἐξιτήριά σοι προσφθεγγόμεθα. Ὅς ἐν ἐρήμῳ λαὸν μυριάριθμον στύλῳ πυρὸς καὶ νεφέλης ὡδήγησεν, οὗτος πρὸς τὸ τέμενος τοῦτο σου τὸ ἅγιον, μῆτερ ἁγνή, ὁδηγεῖ δυνάμει θείᾳ τοὺς δεομένους τῆς σῆς ἀντιλήψεως.

Σιὼν ἁγία, Θεοῦ πόλις ἔμψυχε, τοὺς σοὺς πολίτας καὶ δούλους σου φύλαττε, τοὺς τῷ σῷ ὀνόματι ὠχυρωμένους ἄνωθεν, ἐκ ποικίλων δεινῶν ἀνασωθέντας καὶ νῦν μάλιστα σοὶ προσανέχοντας.

Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχίς· Τὴν ἐν μάχαις ἄγρυπνον ὑμνῶ προστάτιν, Μάρκος. ᾨδὴ πρώτη. Ἦχος βʹ. Ἐν βυθῷ κατέστρωσε ποτὲ Τῇ τῆς σῆς χρηστότητος ῥοπῇ πεποιθώς, πανύμνητε, καὶ τῇ ἀγρύπνῳ θαρρῶν προστασίᾳ σου, δευτέρας ἀπάρχομαι μελωδίας τῇ ζωηφόρῳ κοιμήσει σου, ἣν προσδεδεγμένη ἵλεως γενοῦ μοι τῷ οἰκέτῃ σου.

Ἡ Θεὸν τεκοῦσα τὸν ἡμῶν, τὰς νόσους βαστάσαντα καὶ ἁμαρτίας εὐσπλάγχνως ἀράμενον, κατὰ νόμους φύσεως νοσηλεύεται πρὸς ζωὴν τὴν ἀκήρατον ἔνθεν ἀπιοῦσα, ἣν εὐσεβοφρόνως μακαρίσωμεν. Νικητὰς ἀνάδειξον ἐχθρῶν ἀσεβούντων, δέσποινα, τοὺς εὐσεβεῖς καὶ πιστοὺς ἡμᾶς δούλους σου, τὴν ἀκαταμάχητον πανοπλίαν ἠμφιεσμένους τῆς πίστεως καὶ τὴν σὴν ἐλπίδα προσανατεινομένους ἐν ἅπασιν.

Ἐν νεφέλαις ὥσπερ ἀετοὶ νῦν διακομίζονται, ὅπου τὸ πτῶμα οἱ θεῖοι ἀπόστολοι τὸ τῆς ἀναστάσεως τοῖς ἀνθρώποις καὶ ἀφθαρσίας παραίτιον, τὴν φρικτὴν ἐσχάτην ἁρπαγὴν τυποῦντες διαέριον. Νοερᾷ ψυχῇ καὶ λογικῇ τιμηθέντες ἄνθρωποι καὶ κατ’ εἰκόνα τοῦ κτίστου γενόμενοι, παρασυνεβλήθημεν τοῖς ἀλόγοις καὶ τῇ φθορᾷ ἠτιμάσθημεν, ὅθεν καὶ ἀτίμως ὡς πρόβατα ἄρδην θανατούμεθα.

ᾨδὴ τρίτη. Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας Μακάριοι οἱ μένοντες ἐν τῷ οἴκῳ τῷ σῷ, εἰς τοὺς αἰῶνας αἰνέσουσί σε· μακάριοι οἱ βλέποντες ἐν εἰκόνι τὴν ἀπαστράπτουσαν αἴγλην τῆς χάριτος, ἧς αὐτὴ μετέδωκας ζῶσα, πάναγνε.

Ἀλλόφυλος ἐχθρῶν μαχητῶν ῥομφαία κυκλόθεν παροικεῖ τὴν σὴν πόλιν, κόρη, διψῶσα ἀνθρωπείων αἱμάτων χύσιν, ἣν ταῖς καρδίαις ταῖς αὐτῶν ἀντίστρεψον καὶ τὰ τόξα σύντριψον καὶ διάλυσον. Χαρᾶς καὶ εὐφροσύνης, οὐ κατηφείας ἡ ἔνδοξος μετάστασις τῆς πανάγνου· μεσίτις γὰρ τῆς φύσεως ἀνελθοῦσα πρὸς τὸν δεσπότην καὶ υἱὸν παρίσταται, πᾶσι τὸν οἰκτίρμονα διαλλάττουσα.

Ἀνάστειλον τὴν θραῦσιν ὀργῆς Κυρίου, θανάτου τοῦ ἀώρου καὶ αἰφνιδίου τοὺς δούλους σου διάσωσον, θεοτόκε· ἴδε συντρέχοντας, θερμῶς προσπίπτοντας ἐπὶ σοὶ καὶ μόνῃ πιστῶς σαλεύοντας.

ᾨδὴ τετάρτη. Ἐλήλυθας «Ἰδέτωσαν οἱ μισοῦντες με καὶ αἰσχυνθήτωσαν», ἡ πόλις σου, δέσποινα, βοᾷ θαρροῦσα τῇ σκέπῃ σου, «καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω ὡς χνοῦς ὑπὸ ἀνέμου σφοδροῦ». Συνέρχονται γυναικῶν φιλοθέων συστήματα, τὸν κόσμον τῆς φύσεως, τὴν ὑπερτέραν τῆς κτίσεως πίστει προσκυνήσουσαι, μεθισταμένην πρὸς ἄϋλον καὶ θείαν ζωήν.

Ἀνάκλησις τοῦ πεσόντος Ἀδὰμ χρηματίσασα, δένδρα προσκλινόμενα καθὼς ἐκεῖνος τὰ ἄλογα ἔσχηκας, προσκύνησιν δουλοπρεπῆ παραδόξως σοὶ προσνέμοντα. Γηράσαντα καὶ πολλοῖς συμπεσόντα παθήμασι κόσμον νεουργήσασα, πρὸς τὴν ἀγήρω καὶ ἄπτωτον ζωὴν μεταβέβηκας, τὴν ἡλικίαν πρὸς γῆρας ἤδη κλίνασα.

Ῥημάτων σου τῶν σεπτῶν μεμνημένοι, πανάμωμε, ἰδοὺ μακαρίζομεν καὶ εὐφημοῦμεν ἀπαύστως σε, ὅτι μεγαλεῖα σοι ὁ δυνατὸς ὡς προέφησας πεποίηκεν.

ᾨδὴ πέμπτη. Ὁ φωτισμὸς Ὑπὸ πολλῆς καὶ ἀπείρου χρηστότητος εἰς τὸ σῶσαι κόσμον ὁ δεσπότης καταφοιτήσας, τὴν παναγίαν καὶ σεπτήν σου γαστέρα κατεσκήνωσεν ὡς εὐρύχωρον ἄλλον οὐρανὸν ἐπὶ γῆς ἀξιόθεον. Περιπεσὼν ἀνοδίαις προσκόπτω ψυχῆς τοὺς πόδας καὶ τῷ ᾍδῃ ἤγγισεν ἡ ζωή μου, προσελογίσθην μετὰ τῶν τεθνεώτων, ἐγενήθην ὡς ἀβοήθητος· δέσποινα, αὐτή μοι βοήθησον δέομαι.

Νύμφη πατρὸς τοῢ ἀνάρχου, ἁγία μῆτερ τοῦ λόγου, πνεύματος ἁγίου θεῖον ταμεῖον, τοὺς λειτουργοῦντας τῷ σεπτῷ σου τεμένει καὶ αἰτοῦντας τὴν σὴν ἀντίληψιν χάριτος Θεοῦ κληρονόμους ἀνάδειξον. Ὁ ὑψηλὸς καὶ περίβλεπτος θρόνος τοῦ βασιλέως, τῶν βασιλευόντων ἡ ζῶσα κλίνη ἡ θεοδόχος, ὁ πανάγιος οἶκος, τὸ ἀβέβηλον ἱλαστήριον νῦν πρὸς οὐρανίους σκηνὰς μετατίθεται.

ᾨδὴ ἕκτη. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος Νεφοδρόμοι, πτηνοὶ διαέριοι πάντοθεν ἀπάραντες θείῳ βουλήματι, πρὸς τὴν κηδείαν ἥκουσι τῆς μητρὸς τοῦ Θεοῦ οἱ ἀπόστολοι. Ὑπερτέρα τῶν ἄνω δυνάμεων καὶ τοῦ νοητοῦ διακόσμου χωρήσασα, μῆτερ Θεοῦ πανάμωμε, παρ’ αὐτῇ τῇ τριάδι γεγένησαι.

Μακαρία γαστήρ ἡ βαστάσασα καὶ μαστοὶ θηλάσαντες τὸν ἐπὶ πάντων Θεὸν τῆς φυλαξάσης πρότερον τὸν αὐτοῦ θεῖον λόγον ἀλώβητον. Νεῶν, ὅπλων, τειχῶν καὶ δυνάμεως, δέσποινα, ἡ πόλις σου πονήρως ἔχουσα, τὴν σὴν καὶ μόνην ἄμαχον κατ’ ἐχθρῶν δυναστείαν προβάλλεται.

Ὡς δεσπόζουσα πάσης τῆς κτίσεως δώρησαι ἡμῖν εὐκραῆ τὴν κατάστασιν τὴν τοῦ ἀέρος, ἄχραντε, τὴν ὀλέθριον λύμην ἐξαίρουσα.

ᾨδὴ ἑβδόμη. Εἰκόνος χρυσῆς «Παρέστη», φησίν, «ἡ βασίλισσα», Δαβίδ, «ἐκ δεξιῶν σου ἐν διαχρύσῳ στολῇ λάμπουσα, πεποικιλμένη τῇ χάριτι», πόρρωθεν προγράφων τὴν δόξαν τῆς σεπτῆς μεταστάσεως τῆς παναμώμου σου μητρός, υἱὲ καὶ λόγε Θεοῦ.

Ῥυσθέντες, ἁγνή, τῆς ἀρχαίας καταδίκης τῷ σῷ τόκῳ καὶ παραδείσου τὴν ἀπόλαυσιν ἀναλαβόντες λαμπρότερον, σέ, τῶν ἀγαθῶν τὴν αἰτίαν, εὐσεβῶς μεγαλύνομεν, εὐχαριστήριον ᾠδὴν ἀνακρουόμενοι. Ὁ παῖδας τοὺς τρεῖς ἐν καμίνῳ ἀσινεῖς διατηρήσας, πυρὶ τῷ θείῳ οὐ κατέφλεξε τὴν θεοδόχον γαστέρα σου βάτος γὰρ αὐτὴν προετύπου, ἀκατάφλεκτος μένουσα, προσομιλοῦσα τῷ πυρὶ ἐπὶ τοῦ ὄρους Σινᾶ.

Στρατὸς δυσμενὴς μυριάριθμος, αἱμάτων ἄνδρες ὅλοι, προσκαθεζόμενοι τῇ πόλει, χρόνον πολὺν ὠρυόμενοι, πάσῃ μηχανῇ κεχρημένοι, κατησχύνθησαν ἄπρακτοι, ἀποκρουσθέντες [σου τῇ] παντοδυνάμῳ χειρί.

ᾨδὴ ὀγδόη. Τὸν ἐν καμίνῳ τοῦ πυρὸς Τὴν παναγίαν κιβωτόν, τὴν ὑπέρτιμον σκηνὴν, τὴν θείαν στάμνον, τὴν λυχνίαν, τὴν πλάκα, τὸν φωτοφόρον ναόν, τὸν θρόνον τοῦ Θεοῦ τὸν ἔνδοξον, τὴν ἁγνὴν παρθένον ὑμνήσωμεν συμφώνως.

Ἀποχωροῦσα ἐκ τῆς γῆς πρὸς οὐράνιον ζωήν, ἄχραντε κόρη, τὰς πλησίον καὶ φίλας γυναῖκας μετακαλῇ καὶ ταύταις κλῆρον πολυτίμητον τὴν σεπτὴν ἐσθῆτα καὶ ζώνην διανέμεις. Τῶν ὁμοφύλων γυναικῶν τὰς ἁγνῶς καὶ ταπεινῶς σοι λατρευούσας ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς καὶ πηγαῖς δακρύων, κόρη, δυσωπήθητι καὶ τὴν τῆς ὀργῆς τοῦ Θεοῦ μάστιγα στῆσον.

Ἱερωτάτη ξυνωρὶς θεολόγων ἐπιστᾶσα τῇ κηδείᾳ τῇ σεπτῇ σου, παρθένε, ἐξ Ἀθηνῶν ἱεραῖς φωναῖς σε, κόρη, προσεφθέγγοντο καὶ τὸ κατὰ σὲ μέγα θαῦμα ἐπευφήμουν. Νυμφὼν ὁλόφωτε Θεοῦ, τῶν ἀγγέλων χαρμονὴ καὶ τῶν ἀνθρώπων κραταιὰ προστασία, τῶν ἀσκητῶν ἡ τρυφή, τὸ κλέος τῶν μαρτύρων, ἄχραντε, σῷζε τοὺς σοὺς δούλους ἐκ πειρασμῶν παντοίων.

ᾨδὴ ἐνάτη. Ἀνάρχου γεννήτορος Μακάριος ἄνθρωπος, οὗ ἔστιν ἡ ἀντίληψις· παρὰ σοῦ ἀναβάσεις ἀεὶ διέθετο θείας ἐν καρδίᾳ, ἃς εἶδεν ὁ Ἰακὼβ ἐν κλίμακι ξένῃ, τὸ μέγα μυστήριον σου, παρθένε, προμυούμενος. Ἀρύσασθε, ἄνθρωποι, πλουσίως τὰ ἰάματα τῶν ψυχῶν καὶ σωμάτων ἀεὶ προρρέοντα θείας ἐξ εἰκόνος, ἐξ ὕδατος ζωηροῦ ὅλου τοῦ τεμένους, ἐν ᾧ ᾑρετίσατο κατοικεῖν ἡ θεοδόχος σκηνή.

Ῥαθύμως βιώσαντες καὶ συμφυεῖ φαυλότητι κατὰ σάρκα καὶ κόσμον πολιτευσάμενοι, μέλλομεν πικρῶς ἀποθνήσκειν ψήφῳ Θεοῦ κἀκεῖ ὑπομένειν τὴν κόλασιν ἄφατον, ἧς, ἁγνή, ἡμᾶς ἐξάρπασον. Καρδίᾳ καὶ στόματι καὶ λόγοις καὶ νοήμασι, διανοίᾳ, αἰσθήσει, πᾶσι κινήμασι μόνην Θεοτόκον κυρίως καὶ ἀψευδῶς, ἁγνή, σε καλοῦμεν, τὴν κλῆσιν κατάλληλον τῷ σῷ τόκῳ προσαρμόζοντες.

Ὁ μόνος φιλάνθρωπος, ὁ μόνος ἀμνησίκακος, ὁ Θεὸς τοῦ ἐλέους καὶ τῆς χρηστότητος, ἄνες τὴν δικαίαν ὀργήν σου, ῥῦσαι ἡμᾶς λοιμοῦ βαρυτάτου, προρρίζους ἐκτρίβοντος, τῆς ἁγίας σου μητρὸς ταῖς εὐχαῖς. Συσσείσασα πνεύματι βιαίῳ καταδίωξον τοὺς ἐχθροὺς τῆς σῆς ποίμνης μακράν, ὑπέραγνε, τρέμοντας αἰσχύνῃ καὶ λύπῃ περιπαθεῖς, ὅτι πονηρίαν πικρῶς ἐμελέτησαν κατὰ τῆς κληρονομίας σου.