Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες παρακλητικοὶ εἰς τὴν Θεοτόκον

Μᾶρκος ὁ Εὐγενικός

Έτεροι παρακλητικοί κανόνες και καταλήξεις ωδών

Ακολουθία ετέρων παρακλητικών κανόνων με ακροστιχίδες, δεήσεις υπέρ της πόλεως και ύμνους αφιερωμένους στο θεομητορικό μυστήριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 6

Ἕτερος κανών, οὗ ἡ ἀκροστιχίς· Τὴν τῶν νόσων λύτειραν αἰνῶ παρθένον, Μάρκος. Ἦχος γʹ. ᾨδὴ πρώτη. Ὁ τὰ ὕδατα πάλαι Τῆς τρυφῆς ὁ χειμάρρους, ζῶν καὶ ἁλλόμενον ὕδωρ, ὁ ἀεννάως προχέων, Ἰησοῦ, ἄρδευσον τὸν ἐμψυγέντα μου νοῦν, ὅπως ἐκβλαστήσειεν ὕμνων ἡδύπνοα ἄνθη, μέλη καταθύμια τῇ εὐκλεεῖ σου μητρί.

Ἡ τοῦ κόσμου κυρία, ἡ τῶν πιστῶν εὐφροσύνη, τῶν βασιλέων τὸ κράτος, τοῦ λαοῦ στήριγμα, τῶν ἱερέων τιμή, μοναστῶν τὸ καύχημα, πάντας ὁμοῦ συναθροίζει, μέλλουσα μεθίστασθαι πρὸς οὐρανὸν ἀπὸ γῆς. Ναὸς οὖσα Κυρίου καὶ ἱερώτατος οἶκος, τὸν ἱερὸν τοῦτον οἶκον ποταμὸν ἄφθονον τῶν ἰαμάτων τελεῖς, πᾶσαν καταρδεύοντα τὴν οἰκουμένην ἐντεῦθεν, ἐπιμεριζόμενον εἰς πλείονας ἀρχὰς νοητῶς.

Τοῦ Κυρίου τὸ στόμα, τῆς ἐκλογῆς τὸ εὐῶδες καὶ πολυτίμητον σκεῦος, ὁ τῆς γῆς ἄγγελος, ἡ οὐρανόφρων ψυχή, Παῦλος ὁ θειότατος τὴν τοῦ Κυρίου μητέρα ἐγκωμίοις πρέπουσιν ἐνθέως προσεφθέγγετο. Ὦ πανύμνητε μῆτερ, ἡ τῶν ἁγίων ἁπάντων τὸν ἁγιώτατον λόγον ὑπὲρ νοῦν τέξασα, τὴν εὐτελῆ προσφορὰν ταύτην δεχομένη μου, τῆς συμφορᾶς τῆς παρούσης λύτρωσαι τὴν πόλιν σου, ἵνα σε ἔτι ὑμνῶ.

ᾨδὴ τρίτη. Ὁ ἐκ μὴ ὄντων. Νοὸς ἐνθέου ἀμέσοις ἐπιβολαῖς πλουσίως δεχόμενοι τὰς ἀκτῖνας τοῦ πνεύματος, οἱ προφῆται πόρρωθεν προεθεώρουν τὸν τόκον σου, παρθένε. Ναὸν καὶ πύλην, λυχνίαν καὶ κιβωτὸν καὶ στάμνον καὶ τράπεζαν καὶ θεόγραφον πλάκα σε καὶ ὄρος κατάσκιον δι’ αἰνιγμάτων ἐκάλουν, Θεοτόκε.

Ὁ κορυφαῖος τῆς ὅλης τῶν μαθητῶν σεπτῆς ὁμηγύρεως οὐκ ὀθόνην ὀπτάνεται κατιοῦσαν ἄνωθεν, τὴν δὲ ψυχὴν τῆς δεσποίνης ἀνιοῦσαν. Σαλευομένους τοὺς δούλους σου, ἀγαθή, πολλοῖς δεινῶν πνεύμασι καὶ ποικίλοις παθήμασιν ἀκλονήτους ἔδρασον ἐν ἀσαλεύτῳ τῆς σῆς ἐλπίδος πέτρᾳ.

ᾨδὴ τετάρτη. Ἔθου πρὸς ἡμᾶς Ὤφθη ὁ Θεὸς ἐν Σινᾷ τὸν νόμον τιθέμενος δείμασι βροντῶν καὶ ἀστραπῶν καὶ φρικαλέοις κτύποις ἀπρόσιτος, διὰ σοῦ δέ, πάναγνε, πᾶσιν ἐφάνη ἄνθρωπος γενόμενος. Νῦν ὁ ἱερὸς ἱεράρχης πρῶτος Ἰάκωβος μέλους προεξάρχει ἱεροῦ, νῦν οἱ λοιποὶ ἀπόστολοι ἕπονται, νῦν πιστῶν ὁ σύλλογος, νῦν αἱ γυναῖκες σύντονον ἐξᾴδουσιν.

Λύμης φθαρτικῆς, ἡ ζωῆς ταμίαν κυήσασα, ῥῦσαι τὸν λαόν σου, ἀγαθή, τὸν εἰς τὴν σὴν θαρροῦντα βοήθειαν, ἵνα μὴ γενώμεθα ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη τῆς γῆς. Ὕμνοις ἱεροῖς καὶ ᾠδαῖς ᾀσμάτων εὐφημοῦμεν σε, ἣν μόλις ἀξίως φλογεραὶ τῶν ἀσωμάτων γλῶσσαι γεραίρουσιν ὡς Θεὸν γεννήσασαν τὸν ἐπὶ πάντων, κόρη πολυύμνητε.

ᾨδὴ πέμπτη. Ὡς εἶδεν Ἠσαΐας Τὸ σκήνωμα τοῦ λόγου, ἡ τῆς σοφίας μήτηρ, ἡ πηγὴ τῆς ζωῆς, μειλιχίοις λόγοις ἀνελαμβάνετο τοὺς θείους ἱερομύστας ἀθυμοῦντας ἐν τῷ ταύτης χωρισμῷ, τὴν ἐκδεξομένην αὐτὴν δόξαν μηνύουσα.

Ἐπήρθη ὑπεράνω τῶν οὐρανίων νόων ἡ σὴ δόξα, σεμνή, καὶ ἡ ἀρετή σου πάντα διέδραμε τὸν κόσμον· τοὺς οὐρανοὺς γὰρ τὸν καλύψαντα Θεὸν τῇ ἀρετῇ τέτοκας, τῷ κόσμῳ ὡς ἄνθρωπον τῷ σχήματι. Ἰδὼν ὁ Ἠσαΐας σεραφικὴν λαβίδα καθαρσίου πυρὸς, τὸν ἐκ σοῦ φανέντα Θεὸν ἐγίνωσκε, τοῦ κόσμου τὰς ἁμαρτίας ἀφανίζοντα θεότητος πυρί, φλέγοντι ἀλύπως καὶ μαλακῶς δροσίζοντι.

Ῥητόρων εὐγλωττία καὶ πιθανότης ἔντεχνος ἀργεῖ τῷ καιρῷ τῆς φρικτῆς ἐκείνης ἀνταποδόσεως· ἐντεῦθεν διὸ ἑτοίμους ἑαυτοὺς ἀπεργασώμεθα, πιστοί, πράξεσιν ἐνθέοις τὸν κριτὴν ἱλεούμενοι. Ἀνάψας θρυαλλίδα τὴν ἑαυτοῦ ὁ ἥλιος ἡμῖν φλογεράν, τὴν ἰκμάδα πᾶσαν ἐναπῃθάλωσεν· ἐντεῦθεν λοιμὸς ἀνάψας δραστηρίους πυρετοὺς διακαεῖς ἐν ἡμῖν ἐγείρει, τοῦ μέλλοντος εἰκόνα πυρός.

ᾨδή ἕκτη. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων Νεανικῶς οἱ θεολόγοι ταῖς νεφέλαις ἐποχούμενοι ὡς ἐμπειρότατοι ἱππεῖς, διεδίφρευον αἰθέριοι, τὸ ἅρμα τοῦ δεσπότου ἀπὸ τῆς γῆς αἰρόμενον ἐπειγόμενοι φθάσαι. Ἄγγελος θεῖος πρωτοστάτης οὐρανόθεν ἀφικόμενος, φοίνικος κλάδον εὐθαλῆ, τοῦ θανάτου νίκης σύμβολον, σοὶ φέρων ἐγχειρίζει, τὴν ποθεινὴν μετάστασιν ἐμφανῶς ἀπαγγέλλων.

Ἴσχυσε πρὶν ἡ ἁμαρτία παραδείσου ἀπολαύσεως καὶ ἀνωδύνου με ζωῆς ἀπορρίψαι ἀτιμότατα, σὺ δέ με ἀνωρθώσω, μῆτερ ἁγνή, κυήσασα τὸν Θεὸν ἀνωδύνως. Νεκροποιοῦ κακίας λύμην ἑαυτοῖς προαποθέμενοι, σωματοφθόρῳ λύμῃ νῦν θείᾳ δίκῃ συνεσχέθημεν· ἡ τέξασα τοῦ ᾍδου τὸν νεκρωτήν, ἐλέησον τοὺς δεινῶς νεκρουμένους.

ᾨδὴ ἑβδόμη. Ὡς πάλαι τοὺς εὐσεβεῖς Ὡς πάλαι τοὺς εὐσεβεῖς τρεῖς παῖδας ἐδρόσισας ἐν τῇ φλογὶ τῇ χαλδαϊκῇ, καὶ τοὺς ἐν καμίνῳ κειμένους πυρετῶν τῇ σῇ δρόσῳ ἴασαι, πανελεῆμον Κύριε, τῆς μητρός σου ταῖς ἁγίαις εὐχαῖς.

Παρίστανται οἱ σεπτοὶ τοῦ λόγου διάκονοι πρὸ ὀφθαλμῶν σου πανευλαβῶς, τῆς εὐλογημένης Θεοῦ λόγου μητρός, καὶ τὸν λόγον ἄνωθεν σὺν ἀσωμάτοις τάξεσι κατιόντα ἐποπτεύουσιν. Ἀκούσωμεν νοητῶς ᾠδὴν παναρμόνιον, ᾆσμα τερπνόν, μέλος λιγυρόν, τῶν ἐπουρανίων δυνάμεων σεπτῶς ὑμνουσῶν τὴν ἄχραντον μεθισταμένην σήμερον πρὸς τὸν κτίστην καὶ υἱὸν αὐτῆς.

Ῥητόρων καὶ σοφιστῶν πολύφθογγα στόματα, γλῶσσαι λαμπραί, λόγοι τεχνικοί, μέθοδοι καὶ κάλλη καὶ χάριτες τερπναὶ τοῖς σοῖς ἐπιβάλλουσαι ἐπαίνοις ἠπορήθησαν, θεομῆτορ ἀειπαρθένε.

ᾨδὴ ὀγδόη. Ἀστέκτῳ πυρὶ ἑνωθέντες Θεὸς θεῶν Κύριος ὤφθη ἐν Σιών, ὡς πάλαι ὁ Δαβὶδ προανεφώνει· τῷ πληρώματι γὰρ τῶν χρόνων μόλις εἰς κατοίκησιν εὗρε σκεῦος, θεῖον σκεῦος ἁγιότητος, σκεῦος ἀφθαρσίας, ὑπέρτιμον ταμεῖον.

Ἐθνῶν ἀλλοφύλων ἐφόδου, μάχης ἐμφυλίου καὶ σεισμοῦ, πυρός, μαχαίρας καὶ λιμοῦ καὶ λοιμώδους νόσου φύλαττε τὴν πόλιν σου, Θεοτόκε, πᾶσαν τὴν ἐλπίδα ἄνωθεν εἰς σὲ κεκτημένην καὶ σοὶ ἀνακειμένην. Νεκρῶν καὶ τῶν ζώντων ὁ ἔχων, λόγε, ἐξουσίαν, ὁ δυνάμενος ὀλέσαι ἐν γεένῃ ψυχὴν καὶ σῶμα, μή με ὥσπερ ἄκαρπον δένδρον τέμῃς, δός μοι προθεσμίαν, εὔσπλαχνε, ταῖς τῆς παναγίας μητρός σου ἱκεσίαις.

Ὁ μέγας τῷ ὄντι παρθένος εὐαγγελιστὴς καὶ θεολόγος Ἰωάννης, τὴν παρθένον καὶ Θεοτόκον ἔχων εἰς τὰ ἴδια ὡς μητέρα, πᾶσαν σπουδὴν ἐπιδείκνυται, τιμῶν τὴν ὁσίαν τοῦ ζωοδόχου σκήνους. Νυμφίος ὁ κάλλει ὡραῖος παρὰ τοὺς υἱοὺς τοὺς τῶν ἀνθρώπων τὴν μητέρα καὶ ἀνύμφευτην μόνην νύμφην καταβὰς ὑπέρλαμπρος προσκαλεῖται· «δεῦρο ἐλθὲ ἡ πλησίον μου, ἡ καλή μου νύμφη, περιστερὰ τελεία.»

ᾨδὴ ἐνάτη. Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδε σε Μὴ τροπὴν ὑπομείνας θεότητος τῆς ἀτρέπτου, ὁ υἱός τοῦ ἀνάρχου πατρὸς ἀρχὴν ἔλαβεν ἐπ’ ἐσχάτων ἡμερῶν ἐξ ἁγίας σαρκός σου ἄνθρωπος γενόμενος καὶ ὑπερτέραν σε τῶν ἀγγελικῶν διακόσμων ἀνέδειξεν.

Ἀναβάτας, ὁπλίτας, ἀλάστορας, ἐπιλέκτους φοβερούς, πεποιθότας ἐν ἵπποις καὶ ἅρμασι καὶ μυρίαις μηχαναῖς, κραταιοῦ Θεοῦ μῆτερ, ἔμπροσθεν τῆς πόλεως ταύτης κατέστρωσας καὶ παρὰ τὸν ᾍδην αὐτοὺς διεσκόρπισας.

Ῥητορεύων ἐν λόγοις καὶ πράγμασιν ὁ θεόφθογγος Λουκᾶς, τοῖς μὲν λόγοις τὸ μέγα μυστήριον ἀνεγράψατο τὸ σόν, τοῖς δὲ χρώμασι ταύτην τὴν θείαν εἰκόνα σου διεμορφώσατο χάριτος ἐκ σοῦ πληρωθεῖσαν, ὑπέραγνε.

Κραταιὸν ἐν πολέμοις ἀνάδειξον ἀριστέα, νικητήν, τοὺς ἐχθροὺς τοῦ σταυροῦ σου συντρίβοντα, τὸν πιστότατον ἡμῶν βασιλέα, οἰκτίρμον, τὴν σὴν προβαλλόμενον ἄμαχον δύναμιν καὶ τὴν προστασίαν τῆς σῆς παναχράντου μητρός.

Ὁ δεσπόζων τοῦ κράτους, ὡς γέγραπται, τῆς θαλάσσης, κραταιέ, καὶ τὸν σάλον αὐτῆς συγκυκώμενον κατευνάζων ὡς Θεός, σὺ τὸν κλύδωνα τοῦτον στῆσον, πολυέλεε, ῥῦσαι τὴν πόλιν σου τοῦ πικροῦ θανάτου τῆς ἀώρου τομῆς.

Συνεχόμενοι πάντοθεν θλίψεσι καὶ ποικίλοις πειρασμοῖς, ἐπὶ σὲ καταφεύγομεν, ἄχραντε, τὴν ἐλπίδα τῶν πιστῶν, τὴν τοῦ γένους προστάτιν, τὸ θεῖον καλλώπισμα· ῥῦσαι δεόμεθα πάσης συμφορᾶς τοὺς σοὺς δούλους, ὑπέραγνε.

Ἕτερος κανών, οὗ ἡ ἀκροστιχίς· Χαίροις χαρᾶς ἔκφανσις, ἀρᾶς ἡ λύσις, Μάρκου. ᾨδὴ πρώτη. Ἦχος δʹ. Ἀνοίξω τὸ στόμα μου Χαρᾶς ἡμῖν πρόξενος ἀδιαδόχου γεγένησαι, χαρὰν τὴν ἀΐδιον Χριστὸν γεννήσασα, ὅθεν, δέσποινα, καὶ ταύτας τὰς ἡμέρας τῆς σῆς μεταστάσεως χαρᾶς πληρούμεθα.

Ἀνοίξασα, δέσποινα, τὰς παναχράντους ὠλένας σου, ἐν αἷς περιέλαβες τὸν πάντα φέροντα θείῳ ῥήματι, ἐκ πάσης ἐπηρείας τὴν πόλιν σου σκέπασον, τὴν σὲ δοξάζουσαν. Ἰδού, ἡ ἀνάκλησις τῆς ταπεινῆς ἡμῶν φύσεως ζωὴν πρὸς οὐράνιον αἴρεται χαίρουσα, νῦν ὁ ἅγιος καὶ θεοδόχος οἶκος ὀρέων ὑπέρτερος τῶν θείων γίνεται.

Ῥημάτων δρεψάμενοι τοῦ ἀρχαγγέλου, τὸ «χαῖρε» σοι προσᾴδομεν, δέσποινα· «χαῖρε, χαρὰ τῶν πιστῶν, χαῖρε, λύτρωσις τῆς λύπης τῆς ἀρχαίας, χαῖρε, ἐπανόρθωσις τοῦ πρωτοπλάστου Ἀδάμ». Ὁ μέγας ἀρχάγγελος ἐξ οὐρανῶν ἀφικόμενος, χαρᾶς εὐαγγέλια πάλιν κομίζει σοι· χαῖρε, δέσποινα, νῦν μᾶλλον, χαῖρε, χαῖρε, χαῖρε, πρὸς ἀΐδιον ζωὴν ἀπαίρουσα.

ᾨδὴ τρίτη. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, Ἰδοῦσα τὴν κάκωσιν, παρθένε, λαοῦ τοῦ πιστοῦ καὶ ἐκλεκτοῦ, ὃν περιεποιήσατο Θεὸς ἰδίῳ αἵματι, στῆθι, ταχὺ δυσώπησον ὑπὲρ ἡμῶν τὸν οἰκτίρμονα. Στειρεύουσα μήτρα παραδόξως καρπὸν εὐκλεῆ κόσμῳ παντὶ εἰς εὐωχίαν ἄϋλον πνευματικῶς προήνεγκε, σὲ τὴν ἁγνὴν καὶ ἄμωμον, τὴν τὸν Θεὸν σωματώσασαν.

Χαρᾶς καὶ εἰρήνης καὶ ἀγάπης καὶ μακροθυμίας ἀκριβοῦς, ἀγαθωσύνης, πίστεως, χρηστότητος, πραότητος καὶ ἐγκρατείας πλήρωσον τοὺς τῷ ναῷ σου προσμένοντας. Ἀὴρ ἡγιάσθη τῇ ἀνόδῳ τῆς ἡγιασμένης σου ψυχῆς, ὡς ἐφωτίσθη ἅπασα ἡ γῆ ἐπὶ τῷ τόκῳ σου· σὺ γὰρ τὰ ἐπουράνια τοῖς ἐπιγείοις διήλλαξας.

ᾨδὴ τετάρτη. Ὁ καθήμενος ἐν δόξῃ Ῥέων θράσει πικροτάτῳ καὶ πολὺς ἐκτεινόμενος, ὁ παμφάγος ᾍδης ἔστη, τετοκυίας σου, πάναγνε, τὸν ζωοδότην δεσπότην· ὁ γὰρ θάνατος τοῖς πιστεύουσιν ἤδη ζωῆς θείας ἄμειψις.

Ἀνυμνοῦμεν σε βοῶντες· «χαῖρε, ὄρος κατάσκιον, χαῖρε, πῖον ὄρος καὶ τετυρωμένον ἐν πνεύματι, χαῖρε, οὐράνιε κλίμαξ, χαῖρε, γέφυρα ἡ μετάγουσα ἐκ τοῦ θανάτου πρὸς θείαν ζωήν». Σέ, τὴν ἔμψυχον παστάδα τοῦ δεσπότου τῆς κτίσεως, τὸν ναὸν τὸν θεῖον, τὸ ἡγιασμένον παλάτιον, τὴν ἀδιόδευτον πύλην, τὴν ὑπέρτιμον κλίνην, δέσποινα, χρεωστικῶς μεγαλύνομεν.

Ἐκ παντοίων με κινδύνων τὴν σὴν πόλιν περίσῳζε, τοῦ Θεοῦ ἡ πόλις, περὶ ἧς ἐν κόσμῳ λελάληται δεδοξασμένα, παρθένε ὑπερένδοξε, ἡ δοξάζουσα τοὺς εὐσεβῶς σε δοξάζοντας.

ᾨδὴ πέμπτη. Ἐξέστη τὰ σύμπαντα Κλινούσῃ τὰ γόνατα, εἰς προσευχήν σοι, ἄχραντε, τὰ ἐπὶ τοῦ ὄρους δένδρα πάντα καθάπερ ἔμψυχα συνεκλίνετο, μένειν οὐ δυνάμενα, τοῦ σοῦ κλινομένου σώματος, ἐν ὀρθίῳ τῷ σχήματι.

Φωτὸς οἰκητήριον χαῖρε, τὸ σκότος λύσασα, χαῖρε, ἡ τὸν ἥλιον τῷ κόσμω προαγαγοῦσα, φωτὸς νεφέλη χρυσῆ, χαῖρε, στύλε πύρινε, δι’ ἧς πρὸς τὴν ἐπουράνιον ὁδηγούμεθα εἴσοδον. Ἁγνίζονται, δέσποινα, τῷ σῷ ναῷ προστρέχοντες, ὁ φιλευσεβής σου λαὸς οὗτος πρὸς τὴν ἡμέραν ἑτοιμαζόμενοι, καθ’ ἣν ἀπὸ γῆς πρὸς οὐρανὸν ἀπῆρας, τὴν χάριν σου δι’ εἰκόνος λιποῦσα ἡμῖν.

Νεφέλαις ὀχούμενος κριτὴς ὁ ἐπουράνιος, ὅτε μετ’ ἀγγέλων δόξης ἔλθῃ κρίσιν δικαίαν ποιῆσαι, δέσποινα, τότε παρρησίᾳ μητρικῇ πρόστηθι τῶν δούλων σου, τῶν πιστῶς ἀνυμνούντων σε.

ᾨδὴ ἕκτη. Ἐβόησε Συνέσεως καὶ σοφίας ὑπάρχουσα ἔμπλεως, συνετήρεις ἐν καρδίᾳ συμβάλλουσα ἅπαντα τὰ τετελεσμένα ἐπὶ σοὶ θαυμασίως, θεόνυμφε. Ἱστάμενοι πρὸ προσώπου τῆς θείας εἰκόνος σου, οἱ πλουτοῦντες τοῦ λαοῦ σου πιστῶς λιτανεύουσι, τὴν σὴν πόλιν ῥῦσαι τῆς παρούσης πληγῆς, ὑπεράμωμε.

Στολίζεται διὰ σοῦ σωτηρίου ἱμάτιον καὶ χιτῶνα εὐφροσύνης ἡ φύσις, θεόνυμφε, ἡ γεγυμνωμένη συμβουλίᾳ δεινοῦ πολεμήτορος. Αἰρόμενοι πανταχόθεν οἱ θεῖοι ἀπόστολοι, ταῖς νεφέλαις θεαρχίῳ βουλήματι φέρονται πρὸς τὴν βασιλίδα καὶ κυρίαν ἁπάσης τῆς κτίσεως.

ᾨδὴ ἑβδόμη. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες Ῥάβδος ἔντιμος, τὸ ἄνθος τὸ ἀμάραντον, χαῖρε, ἀνθήσασα, χαῖρε, ὁ πόκος ἐξ οὗ ἡ δρόσος ἀπέσταξε, φλογμὸν ἡ λύουσα τὸν πολύθεον, χαῖρε, σκηνὴ τῆς χάριτος καὶ νυμφὼν ἀθανασίας.

Ἁμαρτίας τῶν ψυχῶν καὶ ἀρρωστήματα σωμάτων ἴασαι τῶν προστρεχόντων, ἁγνή, τῷ θείῳ τεμένει σου καὶ αἰτουμένων πιστῶς τὰ ἰάματα· σὺ γὰρ πηγὴ τῆς χάριτος καὶ ζωῆς ἀφθόνου ῥεῖθρον. Στειρευούσης ἐκ νηδύος προελήλυθας ἐπαγγελίας καρπός, δῶρον εὐχῆς ἱερᾶς· ὅθεν σου δεόμεθα τὴν ἀκαρπίαν ἡμῶν μεταποίησον εἰς εὐκαρπίαν πράξεων ἀγαθῶν, εὐλογημένη.

Ἡ βασίλισσα τοῦ κόσμου μετατίθεται πρὸς οὐρανὸν ἀπὸ γῆς, οἱ τῶν ἀγγέλων χοροὶ θαυμάζουσι, βλέποντες θαῦμα παράδοξον, φύσιν βρότειον ὑπὲρ αὐτοὺς ἀστράπτουσαν ἁγιότητος ἀκτῖσιν.

ᾨδὴ ὀγδόη. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ Λῦσον τὴν ἀχλὺν τῶν νοσημάτων, ὑγείας τὴν σταθερὰν γαλήνην αἴτησαι πόλει τῇ τιμώσῃ σε, μῆτερ ἀπειρόγαμε· σὺ γὰρ ἡμῖν ἐγέννησας τὸν ἰατρὸν τῶν ψυχῶν καὶ νόσων σαρκικῶν ἐλατῆρα, τὸν τὰς ἀσθενείας ἡμῶν ἀνειληφότα.

Ὑμνοῦντας σε, δέσποινα, προσδέχου τοὺς δούλους σου κατὰ χρέος· «χαῖρε, ἄσπορε χώρα ἡ βλαστήσασα στάχυν ζωοπάροχον, χαῖρε, τοῦ ζῶντος ὕδατος πηγὴ ἀκένωτε, ἡ πύλη, ἣν ὁ λόγος διῆλθε, χαῖρε, ἡ τὰς πύλας συντρίψασα τοῦ ᾍδου».

Σὲ τὴν τῶν ἀγγέλων ὑπερτέραν ἄγγελος μὲν τῇ μητρὶ εὐηγγελίσατο, ἄγγελος δὲ ἔτρεφε τῷ ναῷ προσμένουσαν, ἄγγελος δὲ τὸ μέγιστον θαῦμα ἐμήνυσε Θεὸν ἡμῖν ἐκ σοῦ σαρκοφόρον, ἄγγελος καὶ νῦν σε καλεῖ πρὸς θείαν λῆξιν.

Ἰσχὺν βασιλεῦσιν ἡμῶν δίδου καὶ κέρας τὸ τοῦ χριστοῦ σου, κόρη, ὕψωσον, θραῦσον τὰ φρυάγματα τῶν ἐχθρῶν, ἀνάστειλον τὴν τοῦ θανάτου μάστιγα, ῥῦσαι, δεόμεθα λιμοῦ τε καὶ σεισμοῦ τὴν σὴν πόλιν καὶ πυρός, μαχαίρας καὶ μάχης ἐμφυλίου.

Συνήθεια φαύλη τυραννοῦσα πρὸς πράξεις ἡμᾶς ἀτόπους ἐκβιάζεται· ὅθεν καὶ τῷ σχήματι μόνον προσευχόμενοι, τοὺς λογισμοὺς πλανώμεθα τοῖς φίλοις πάθεσιν· ἐκ τούτων ἡ ὀργὴ τοῦ Κυρίου καθ’ ἡμῶν ἐπῆλθεν ὡς τέκνων ἀπειθείας.

ᾨδὴ ἐνάτη. Ἅπας γηγενὴς Μέγα καὶ φρικτόν, ἁγνή, τὸ μυστήριον τῆς σῆς κυήσεως· τὸν γὰρ προαιώνιον πατρὸς ἀνάρχου λόγον ἐν μήτρᾳ σου σωματικῶς ἐχώρησας, τὸν οὐδαμοῦ χωρητόν, τὸν τὰ πάντα φέροντα τῷ ῥήματι τῆς αὐτοῦ ἀπορρήτου δυνάμεως.

Ἄρα τίς ἡμῶν ἡμέραν τὴν ἔμφοβον ἐκείνην ὑπομενεῖ ἢ τίς ὑποστήσεται ἀπὸ προσώπου Κυρίου κρίνοντος διὰ πυρός, ὡς γέγραπται, τὰ ἔργα πάντων ἡμῶν; ἀλλὰ δεῦτε νῦν μετανοήσωμεν, τῇ μητρὶ τοῦ Κυρίου προσπίπτοντες.

Ῥεύσασαν ἡμῶν τὴν φύσιν, πανάμωμε, καὶ ἐκπεσοῦσαν Θεοῦ πάλιν ἐπανήγαγες τῇ παραδόξῳ κυοφορίᾳ σου τὸν γὰρ Θεὸν κατήγαγες, ὢ θαῦμα θαῦμα φρικτόν, τὴν πτωχείαν ταύτην ἐνδυσάμενον, ἵν’ ἐγὼ πλουτισθῶ τὴν θεότητα.

Κλῖνον σου τὸ οὖς, ἁγνή, καὶ ἐπάκουσον ἡμῶν βοώντων σοι· «χαῖρε, κόσμου δέσποινα, ὁσίων πάντων χαῖρε τὸ καύχημα, τῶν ἀθλητῶν κραταίωμα, ἱεραρχῶν καλλονή, τῶν δικαίων χαῖρε, τὸ στεφάνωμα, χαῖρε, πάντων πιστῶν τὸ διάσωσμα».

Ὁ μετὰ σαρκὸς ἐκ σοῦ προελθὼν ἡμῖν ἄδυτος ἥλιος, μέσην τῶν διπλῶν αὐτοῦ καθόδων ταύτην, ἁγνή, διέθετο τὴν παρουσίαν, ὅτε σου τὴν παναγίαν ψυχὴν μετ’ ἀγγέλλων δόξης ἀνελάβετο σὺν αὐτῷ βασιλεύειν αἰώνια.

Ὕμνους εὐτελεῖς ἐκ στόματος, δέσποινα, δέξαι πτωχεύοντος, ἣν τοσαῦτα στόματα καὶ λόγων χάριτες ἀνευφήμησαν· σὺ γὰρ λαμπρὰ ὑπόθεσις τοῖς ἀπ’ αἰῶνος σοφοῖς καὶ δικαίοις· εἴη σου τὸ ὄνομα εἰς αἰῶνα αἰῶνος ὑμνούμενον.