Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες παρακλητικοὶ εἰς τὴν Θεοτόκον

Μᾶρκος ὁ Εὐγενικός

Έτερος παρακλητικός κανόνας

Παρακλητικός κανόνας που ενσωματώνει ιαμβική ακροστιχίδα του συγγραφέα, με παλαιοδιαθηκικές προτυπώσεις και παρακλήσεις για αποτροπή της θείας οργής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 4 από 6

Ἕτερος κανών, οὗ ἡ ἀκροστιχίς· Τὴν τοῦ γένους σώτειραν εὐρύθμως ᾄδω, Μάρκος. ᾨδὴ πρώτη. Ἦχος πλάγιος βʹ. Κύματι θαλάσσης Τὰ τῆς οἰκουμένης συντρέχουσιν ἄκρα πρὸς μίαν σύμπνοιαν καὶ διὰ σοῦ τὸν Θεὸν ἐπεγνωκότα, παρθένε, ὁμοφώνως μακαρίζουσι καὶ πιστῶς ὑμνοῦσι σε, καθάπερ προεφήτευσας.

Ἡ ἐκλελεγμένη Θεῷ πρὸ αἰώνων ἐκ πάσης φύσεως, ἐν γυναιξὶν ἀληθῶς εὐλογημένη παρθένος εὐλογεῖ τὸν κόσμον ἅπαντα, πρὸς τὴν ὑπερκόσμιον κατάστασιν ἀπαίρουσα. Νέα κολυμβήθρα πεντάστωος ἄλλη τὸ θεῖον τέμενος τοῦτο σου, δέσποινα, προβατικῆς ὑπερφέρον· οὐ γὰρ ἕνα που καὶ δεύτερον ἀλλ’ ἀπείρους ῥύεται παντοίων νοσημάτων δεινῶν.

Τόμον σε προεῖδεν ὁ θεῖος προφήτης δακτύλῳ, ἄχραντε, ἐγγεγραμμένον Θεοῦ τὸν γὰρ ἀόρατον λόγον ἐν γαστρί σου σωματώσασα, ὁρατὸν προήνεγκας ὡς ἄνθρωπον τῷ σχήματι. Ὄρει τῷ Σιναίῳ ἐτύπου σε βάτος ἀφλέκτως, δέσποινα, σπαργανουμένη πυρί· τὴν γὰρ πρηστήριον φύσιν τῆς θεότητος ἐβαστάσασας μείνασα ἀλώβητος· ὢ θαῦμα ἀνερμήνευτον.

ᾨδὴ τρίτη. Σὲ τὸν ἐπὶ ὑδάτων Ὕλης ὑπεραρθῆναι καὶ σχέσεως βιωτικῆς ἁπάσης εὐδόκησον, παρθένε, τοὺς τῷ ναῷ σου προσμένοντας, ἵνα θυσίαν ἄϋλον τὴν τῆς αἰνέσεως σοὶ προσφέρομεν ἀΰλῳ νοΐ. Γένοιντο οἱ μισοῦντες τὴν πόλιν σου Σιὼν τὴν νέαν ταύτην ὡς χόρτος ἐκ δωμάτων ὁ πρὸ καιροῦ ξηραινόμενος, αὐτὴ δὲ ἀνηβήσειε, καρποὺς ἐκφέρουσα γεωργῷ τῷ τῶν ψυχῶν εὐθαλεῖς. «Ἔκχεον τὴν ῥομφαίαν τὴν τρώσασαν πλευρὰν τὴν τοῦ υἱοῦ σου· καὶ σύγκλεισον ἀθρόον ἐξ ἐναντίας, πανύμνητε, τῶν καταδιωκόντων με», κράζει ἡ πόλις σου, ἣν πολλάκις διεφύλαξας.

Νείμασα τὰς ἐσθῆτας, πανάμωμε, γυναιξὶ ταῖς γνωρίμοις, ἐν αἷς τὸ θεοτρόφον ἐρρύη γάλα καὶ πάντιμον, σκέπην ἡμῖν ἀνέπαφον καὶ τῇ τῶν πόλεων βασιλίδι ταύτῃ δέδωκας.

ᾨδὴ τετάρτη. Τὴν ἐν σταυρῷ σου θείαν κένωσιν Ὁ ἐκλεκτὸς καὶ περιούσιος λαός, ὃν ὁ Χριστὸς ἐν αἵματι τιμίω τῆς πλάνης ἐξηγόρασε, σοὶ μετὰ Θεὸν τὰς ἐλπίδας, παρθένε, προσανατίθησιν. Ὑπὸ ἀπείρου ἀγαθότητος εἰς τὰ ἴδια ἦλθεν ὡς ξένος ὁ δεσπότης, ὅν, ἄχραντε, ἐξένισας, ἀξιοπρεπὲς σεαυτὴν ἑτοιμάσασα καταγώγιον. «Στενά μοι πάντοθεν», ἐβόησεν ὁ Δαβὶδ ἁμαρτών, «εἰς χεῖρας τοῦ Κυρίου πλὴν ἐμπεσεῖν με βέλτιον»· ὅθεν καὶ ἡμεῖς ἀσυγχώρητα πταίοντες ἀποθνήσκομεν.

Συγκινηθεὶς πικρῶς ἀνέκλαυσεν ὁ προφήτης, ἰδὼν τὸν ἄγγελον Κυρίου φρικτῇ ῥομφαίᾳ τέμνοντα· κλαύσωμεν καὶ νῦν, ἀδελφοί, καὶ ἡ θραῦσις ἴσως κοπάσειεν.

ᾨδὴ πέμπτη. Θεοφανείας σου, Χριστέ, Ὡς ἐπὶ πόκον ὑετὸς καὶ ὡς σταγὼν ἐπὶ γῆν καταβᾶσα ἡ σοφία τοῦ Θεοῦ ἐσκήνωσεν ἐν τῇ παναχράντῳ νηδύϊ σου καὶ τὸν οἶκον τὸν ἑαυτῆς ἐπῳκοδόμησεν ὥσπερ ἑπτὰ στύλοις ταῖς χάρισι τοῦ σεπτοῦ καὶ θείου πνεύματος.

Τὴν παναγίαν κιβωτόν, τὴν ἱερὰν καὶ θεόβλαστον ῥάβδον, τὴν χρυσῆν λυχνίαν τὴν ὁλόφωτον, τὴν τοῦ μάννα στάμνον τὴν πάγχρυσον, τὸν περίδοξον τοῦ Θεοῦ ναὸν τὸν ἔμψυχον, τὴν εὐλογημένην ἐν πάσαις ταῖς γυναιξὶ κόρην ὑμνήσωμεν. «Εὐλογημένη ὄντως σὺ καὶ ὁ καρπὸς τῆς κοιλίας σου», ἔφη ἐν γαστρὶ φερόμενος ὁ Πρόδρομος, τῇ μητρώᾳ γλώττῃ χρησάμενος «καὶ πόθεν μοι τοῦτο ἡ μήτηρ τοῦ Κυρίου μου, ἵνα ἔλθῃ πρός με;» προφήτης καὶ πρὸ γενέσεως δεικνύμενος.

Ἱερωτάταις σε φωναῖς τῶν προφητῶν ὁ πανίερος δῆμος ὄρος ἀλατόμητον ἐκάλεσεν, ὄρος πῖον, ὄρος κατάσκιον, θείαν κλίμακα, μυστικὴν λαβίδα, τράπεζαν, θεοδόχον κλίνην, παλάτιον ὑψηλὸν καὶ πόλιν ἔμψυχον. Ῥαθυμοτόκους λογισμοὺς καὶ ἐπιγείους φροντίδας ἁπάσας ἐκ τῆς διανοίας ἀπορρίψαντες, ἐκτενῶς Κυρίῳ προσπέσωμεν καὶ ἐνώπιον τοῦ Θεοῦ πικρῶς δακρύσωμεν· ἡ γὰρ Θεοτόκος μεσίτις ὑπὲρ ἡμῶν ἕστηκεν ἄπαυστος.

ᾨδὴ ἕκτη. Συνεσχέθη Ἀπελύθης ἀλλ’ οὐκ ἐχωρίσθης κόσμου καὶ ἀνθρώπων, ἁγνή· εἰ γὰρ καὶ λέλυταί σου ἡ ἀκήρατος ψυχὴ τοῦ σκήνους, ἀλλὰ δυνάμει κραταιᾷ τὰ πέρατα περιέπεις καὶ τῇ σῇ εἰκόνι, ἣν ἐχαρίτωσας, θαύματα ἐκτελεῖς ἄπειρα καὶ νόσους θεραπεύεις ψυχῶν.

Νεκρουμένους ἀλλ’ οὐ κατὰ φύσιν οἴκτειρον, δέσποινα, ἡμᾶς· εἰ γὰρ καὶ ἀσιδήρως ἀποθνήσκομεν, ἀλλ’ ἡ δικαία τοῦ Θεοῦ ῥάβδος προφανής, συντρίβουσα σκεύη ἄχρηστα κατηρτισμένα εἰς τὴν ἀπώλειαν· στῆθι ὑπὲρ ἡμῶν, ἵλασαι τὸν φύσει ἐλεήμονα.

Εὐλογοῦντες ἀλλ’ οὐκ ἐπαλγοῦντες προεορτάζομεν, ἁγνή· εἰ γὰρ καὶ τῇ νηστείᾳ δαμαζόμενον ἀλγεῖ τὸ σῶμα, ἀλλὰ τὸ πνεῦμα γέγηθε, τὴν νέκρωσιν τοῦ Κυρίου περιφέρον, ἵνα καὶ ἡ ζωὴ αὐτοῦ ἐν ἡμῖν ἐκφανῇ διὰ σοῦ τῆς ζώσης ἀκηράτου πηγῆς.

Ὑμνῳδοῦντας ἀλλ’ οὐ κωμῳδοῦντας ἡμᾶς προσίεται Θεός· εἰ γὰρ καὶ ὑπὲρ λόγου λόγον δώσομεν ἀργοῦ τῷ λόγῳ, πολλῷ γε μᾶλλον οὕτω γελοιάζοντες καὶ τὰ αἴσχιστα σαπρολογοῦντες, οὐκ ἐκφευξόμεθα τῆς γεέννης τὸ πῦρ· ἀλλὰ νῦν θερμῶς μετανοήσωμεν.

ᾨδὴ ἑβδόμη. Ἄφραστον θαῦμα Ῥῦσαι γεέννης πυρὸς τοὺς δούλους σου, δέσποινα, καὶ τὴν φλόγα ταύτην τοῦ λοιμοῦ, τραφεῖσαν πολλοῖς ἡμῶν ἁμαρτήμασι, τῇ θείᾳ δρόσῳ τῆς σῆς πρεσβείας σβέσον· σοὶ γὰρ μόνη προσφεύγομεν ἐν πίστει.

Ὕπαρ, οὐκ ὄναρ ἐπιφανεὶς θεῖος ἄγγελος, ἀειζώου φοίνικος βλαστόν, δέσποινα ἁγνή, εὐθαλῆ σοι δίδωσι, τὴν ἐσομένην σοι δόξαν προμηνύων καὶ ζωὴν τὴν ἀθάνατον προλέγων. Θεὸν τεκοῦσα τὸν τοῦ παντὸς κυριεύοντα, φερωνύμως ἔσχηκας, ἁγνή, κυρείαν σαφῆ κατὰ πάσης κτίσεως καὶ ὅσα θέλεις ἀνύεις ὑπὲρ φύσιν, κυριώνυμε ἄχραντε Μαρία.

Μεταβαλοῦσα τῶν θλιβερῶν τὴν κατήφειαν εἰς αἰθρίαν θείας ἡδονῆς προσώπῳ φαιδρῷ καὶ καρδίᾳ, δώρησαι διατελέσαι τὴν θείαν ἑορτήν σου τοὺς σοὺς δούλους, ὑπέραγνε Μαρία.

ᾨδὴ ὀγδόη. Ἔκστηθι φρίττων, οὐρανέ Ὢ θείας χάριτος, δι’ ἧς ἡ μόνη πάναγνος τὴν εἰκόνα ἑαυτῆς ταμεῖον θαυμάτων ἀνέδειξε καὶ ἰαμάτων πηγήν, ἐξ οἴκου Κυρίου προϊοῦσαν καὶ ποτίζουσαν θείως οὐ χειμάρρουν τῶν σχοίνων, ἀλλὰ καρποφόρους ψυχὰς εἰς τοὺς αἰῶνας.

Σέ, τὴν ἀθάνατον πηγὴν τοῦ ζῶντος ὕδατος ἐνεργοῦσαν θαυμαστῶς ἐν θείῳ ὕδατι, δοξάζομεν, ἐν ᾧ τυφλοί, θεϊκῇ δυνάμει πιστῶς ὁδηγηθέντες, φῶς εἶδον παραδόξως, τὴν φωτίζουσαν χάριν τοὺς ἐσκοτισμένους ὑμνοῦντες σου, παρθένε.

Ἄρασα χεῖρας ἱεράς, ἐν αἷς ἐβάστασας τὸν ἀχώρητον Θεόν, πρεσβείαν πρὸς αὐτὸν ἀπέργασαι ὑπὲρ λαοῦ τοῦ πολλοῖς κακοῖς τὴν αὐτοῦ μακροθυμίαν εἰς θυμὸν ἐκβαλόντος καὶ δεινῶς τεμνομένου τῇ ἀπαραιτήτῳ ῥομφαίᾳ τοῦ θανάτου.

Δεῖξον καὶ νῦν τοῖς σοῖς ἐχθροῖς, ὅτι ᾑρέτισας τὴν σὴν πόλιν, ἀγαθή, καὶ ταύτην κατοικεῖν εὐδόκησας, ἣν ἐξαρχῆς ὁ πολὺς καὶ πρῶτος πιστοῖς ἐν βασιλεῦσι Κωνσταντῖνος ἐγείρας, ἐπανέθετο ταύτην τῇ σῇ προστασίᾳ θαρρῶν εἰς τοὺς αἰῶνας.

Ὦ παμβασίλεια Θεοῦ μῆτερ ὑπέραγνε, τὴν σὴν θείαν ἀρωγὴν ἐξ ὕψους οὐρανίου ἔνδυσον τὸν βασιλέα ἡμῶν, στερρότητι ζῶσον ἀληθείας καὶ πίστεως ἀσπίδι καὶ τοῦ πνεύματος ξίφει καὶ δικαιοσύνης τῇ πανοπλίᾳ φράξον.

ᾨΔΗ Θʹ. Μὴ ἐποδύρου μου, μῆτερ, —«Μὴ ἀντιβόλει με, μήτερ, ὑπὲρ ὧν ἑκουσίως ἐγὼ παθεῖν ἐξέδωκα ψυχὴν τὴν ἐμαυτοῦ τὴν γὰρ χάριν ταύτην κακῶς φρονήσαντες ἀθετοῦσι, τοὺς νόμους πατοῦντες τοὺς ἐμούς· τῆς δικαίας οὖν κρίσεως πειραθήσονται.» —«Ἀλλὰ τῆς σῆς εὐσεβείας καὶ τῶν θείων ἐλπίδων οὐδὲν αὐτοὺς ἐξέωσεν, υἱέ μου καὶ Θεέ· τοὺς ἐχθροὺς γὰρ ὁρῶντες ἐξυβρίσαντας καὶ δεινῶς βλασφημοῦντας, αὐτοὶ τῷ σῷ σταυρῷ καὶ τοῖς θείοις σου πάθεσιν ἐναβρύνονται.» —«Ῥήμασι μόνοις τὴν πίστιν καταγγέλλουσι, μῆτερ, τοῖς ἔργοις δὲ ἀρνοῦνται, ὃ πιστεύουσι σαφῶς· ἀδικία γὰρ τούτοις τὸ μελέτημα καὶ ἀσέλγεια ἅπασα καὶ μέθη καὶ κραυγὴ καὶ οὐκέτι ἀνήσω τὰς ἀνομίας αὐτῶν.» —«Κατὰ τὸν μέγαν σου πλοῦτον τοῦ ἐλέους, οἰκτίρμον, κρῖνον αὐτοῖς δεχόμενος ἐκ σπλάγχνων μητρικῶν ἱκεσίαν ταύτην, τὸ θεῖον αἷμα σου καὶ τὰ τίμια πάθη προβάλλουσι πιστῶς καὶ θαρροῦσιν ἐντεῦθεν συγγνώμης τεύξεσθαι.» —«Οὐδὲν μητρὸς δεομένης βιαιότερον ὄντως· τὴν γοῦν ἐπὶ τοῖς φθάσασι συγγνώμην διὰ σέ, χαριζόμενος τούτοις, ἂν προσέλθωσι πρὸς ἐμὲ κοπιῶντες ὡς εἶπον ἀψευδῶς, ἀναπαύσω, δοξάσω καὶ μεγαλύνω αὐτούς.» Σὲ τὴν δεσπόζουσαν πάντων ὁρατῶν ποιημάτων καὶ ἀοράτων, αἴροντες φωνὰς οἰκετικάς, εὐφημοῦμεν ἀξίως, χαριστήριον μελῳδοῦντες σοι ᾆσμα· μεσίτις γὰρ ἡμῶν τῷ υἱῷ σου καὶ πρέσβις ὑπάρχεις ἄπαυστος.