Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κανόνες παρακλητικοὶ εἰς τὴν Θεοτόκον

Μᾶρκος ὁ Εὐγενικός

Όγδοος παρακλητικός κανόνας

Ο όγδοος παρακλητικός κανόνας, με ικετευτικές ωδές για την αποτροπή ασθενειών και την προστασία της πόλεως, καθώς και περιγραφή της μεταστάσεως της Θεοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 6 από 6

Ἕτερος κανὼν ὄγδοος, οὗ ἡ ἀκροστιχίς· Ἔσχατος ὕμνος τῇ πανυμνήτῳ γέρας Μάρκου. ᾨδὴ πρώτη. Ἦχος πλάγιος δʹ. Ἁρματηλάτην Φαραὼ ἐβύθισε Ἐκ τῶν περάτων θεαρχίῳ νεύματι συναθροισθέντες εἰς ἓν οἱ τοῦ Χριστοῦ μύσται, οἱ πνευματορρήτορες, χορείαν θεοκρότητον συστησάμενοι ἅμα τὴν θεομήτορα ᾄδουσι μέλος λιγυρὸν ἐναρμόνιον· «Συναπτικὴ τῶν διεστώτων ἕνωσις, χαῖρε, θεόνυμφε, χαῖρε, ζωῆς μῆτερ, ᾍδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις, χαῖρε, λύσις τῆς λύπης· ποῦ νῦν ἀπαίρεις, ὑπέρτιμε, πόλις τοῦ Θεοῦ ἐπουράνιε;

Χαῖρε, κατάρας παλαιᾶς ἡ λύτρωσις καὶ εὐλογίας πηγή, χαῖρε, κτιστῆς πάσης ἀνωτέρα φύσεως, χαῖρε, Χριστοῦ παλάτιον, χαῖρε, πύρινε θρόνε, χαῖρε, λυχνία πολύφωτε, μὴ λίποις ἡμᾶς ἐποπτεύουσα. Ἅρμα τοῦ λόγου λογικὸν καὶ ἔμψυχον, χαῖρε, πανάμωμε, δαϋιτικόν, χαῖρε, ἅρμα πολυώνυμον, ἅρμα μυριοπλάσιον, χαῖρε, ἡ ἀσυγκρίτως τῶν Χερουβὶμ ὑπερέχουσα καὶ τῶν Σεραφὶμ ὑπερφέρουσα.»

ᾨδὴ τρίτη. Ὁ στερεώσας κατ’ ἀρχάς. Τὴν ἀδιόδευτον βροτοῖς καὶ ἐπουράνιον πύλην, τοῦ Θεοῦ τὴν φωτοφόρον καθέδραν, τὴν λυχνίαν τὴν χρυσῆν, τὸ ὄρος τὸ κατάσκιον, τὴν θεοδόχον κλίνην, τὴν Θεοτόκον ὑμνήσωμεν.

Ὁ εὐκλεὴς νυμφαγωγὸς τῆς θείας οἰκονομίας Γαβριὴλ ὁ ἀρχιστράτηγος πάλιν οὐρανόθεν καταβάς, τὸ «χαῖρε» σοι προσφθέγγεται· «εὐλογημένη, χαῖρε, πρὸς θείαν λῆξιν ἀπαίρουσα». Σέ, τὴν καλὴν περιστερὰν καὶ νύμφην ὄντως τελείαν ὁ νυμφίος τῶν ψυχῶν ὁ ὡραῖος ὑπεδέξατο χερσὶ πρὸς οὐρανὸν ἀπαίρουσαν καὶ πρὸς τὰς αἰωνίους μονὰς ἐσκήνωσε χαίρουσαν.

Ὕμνοις ἐξ ὕμνων οἱ σεπτοὶ τῶν οὐρανίων ταγμάτων ἀρχηγοὶ τὴν τοῦ Κυρίου μητέρα παραπέμπουσι φαιδρῶς, ἕως ἐκεῖ κατέπαυσεν, ὅπου ὁ θεῖος θρόνος καὶ ἡ τριὰς ἡ ὑπέρθεος.

ᾨδὴ τετάρτη. Σύ μου, Χριστέ, Μόνῃ ἐν σοὶ φύσεως νόμοι ἐλύθησαν, μόνη τίκτεις βρέφος θεῖον ἄσπορον τὸν πρὸ αἰώνων ἐκ τοῦ πατρὸς ὑπὲρ νοῦν καὶ λόγον ἐξανατείλαντα, πάναγνε· ἡ ῥάβδος γὰρ ἐτύπου τὴν σεπτήν σου γαστέρα παραδόξως ἐκφύσασα κάρυα.

Νέκταρ ἡμῖν τῆς εὐσπλαγχνίας ἐπήγασας οἷα κρήνη ῥεῖθρον γλυκὺ βλύζουσα καὶ καθαρὰ νάουσα πηγὴ νάμα ζωηφόρον καὶ ὕδωρ πότιμον βρύουσα· διὸ τοὺς φλεγομένους πυρετῶν ἐν καμίνῳ τῇ σῇ δρόσῳ, παρθένε, θεράπευσον.

Οἱ ἀπηνεῖς καὶ αἱμοβόροι καὶ δόλιοι, τῆς δουλίδος Ἄγαρ οἱ ἀπόγονοι στρατὸν ἐλάσαντες παμπληθῆ καὶ προσκαθεσθέντες τῇ πόλει σου ταύτῃ, δέσποινα, ὡς νήπιοι παθόντες τὸ ἀπρόσμαχον ἔγνων τῆς φρουρούσης αὐτὴν σου δυνάμεως.

Σύ, τῶν βροτῶν δόξα καὶ κλέος καὶ καύχημα καὶ ἀγγέλων στέφος καὶ διάδημα· διὸ ἡ γῆ καὶ ὁ οὐρανὸς μίαν ἐκκλησίαν στησάμενοι, παναρμόνιον τὸ «χαῖρε» σοι βοῶμεν, «χαῖρε, δέσποινα κόσμου, χαῖρε, πάντων ἀνθρώπων βοήθεια.»

ᾨδὴ πέμπτη. Ἵνα τί με ἀπώσω Τὴν τὸν λόγον τεκοῦσαν οἱ τοῦ λόγου τρόφιμοι λόγοις γεραίρομεν, τὴν τοῦ κόσμου σκέπην οἱ τοῦ κόσμου κοσμοῦμεν οἰκήτορες, τὴν τῶν εὐσεβούντων προφυλακὴν οἱ εὐσεβοῦντες εὐσεβεῖ λογισμῷ μεγαλύνομεν.

Ἡ τοῦ κόσμου κυρία πρὸς τὴν ὑπερκόσμιον ζωὴν μεθίσταται, ὁ ναὸς ὁ θεῖος πρὸς ναὸν ἐπουράνιον αἴρεται, ἡ χρυσῆ λυχνία, ἡ κιβωτὸς τῆς διαθήκης ἐν ἁγίων ἁγίοις οἰκίζεται. Παρρησίαν μεγάλην πρὸς τὸν ἐκ λαγόνων σου τεχθέντα Κύριον κεκτημένη, κόρη, ὅσα θέλεις ἀνύεις ἑκάστοτε καὶ ἰσχύεις πάντα, παντοδυνάμου Θεοῦ μῆτερ· διὸ θέλησον μόνον καὶ σώσεις ἡμᾶς.

Ἀδιόδευτε πύλη, χαῖρε, ἣν διώδευσε Χριστὸς ὁ Κύριος, παραδείσου πύλας ἡ ἀνοίξασα, χαῖρε, τῷ τόκῳ σου, χαῖρε, δι’ ἧς χαίρει ὁ οὐρανὸς καὶ γῆ χορεύει, ἡ τὰ κάτω τοῖς ἄνω συνάψασα.

ᾨδὴ ἕκτη. Ἄβυσσος ἁμαρτιῶν Νέκρωσιν ἡ τῆς ζωῆς μήτηρ δέχεται καὶ τάφῳ τεθεῖσα μετὰ τριττὴν ἡμέραν εὐκλεῶς ἐξανίσταται, εἰς αἰῶνας τῷ ὑιῷ συμβασιλεύουσα καὶ αἰτοῦσα τὴν τῶν πταισμάτων ἡμῖν ἄφεσιν. Ὕψωσας τὴν ταπεινὴν καὶ τὴν ἄτιμον ἐτίμησας φύσιν, τὸν ὑψηλὸν ἐν δόξῃ καὶ τιμῇ τῆς θεότητος ἐπὶ γῆς ὡς ταπεινὸν ἄνθρωπον δείξασα τοῖς ἀνθρώποις, θεοκυῆτορ ἀειπάρθενε.

Μόνην σε μετὰ Θεὸν προστασίαν ἐν κινδύνοις πλουτοῦμεν καὶ κοινωνὸν φροντίδων καὶ καμάτων ἀνάπαυλαν καὶ μεσίτιν εὐμενῆ πρὸς τὸν δυνάμενον μόνον σώζειν οἱ σοὶ πολῖται, παμμακάριστε. Νέὰν σε προβατικὴν κολυμβήθραν ὁ δεσπότης παρέσχεν, οὐ καταβάσει δούλου τὰ ἰάματα βρύουσαν, ἀλλ’ αὐτοῦ τοῦ παντουργοῦ πνεύματος χάριτι καὶ δυνάμει θαυματουργοῦσαν, θεονύμφευτε.

Ὠδὴ ἑβδόμη. Θεοῦ συγκατάβασιν Ἡ πάντων δεσπόζουσα τῶν ποιημάτων, τοῖς βασιλεῦσιν ἡμῶν τὰ τῆς νίκης παράσχου κατὰ ἀθέων βαρβάρων τρόπαια καὶ τὴν σὴν πόλιν φύλαξον ἀλώβητον ἐπιδρομαῖς ἐθνικαῖς καὶ θεηλάτοις πληγαῖς.

Τὴν μόνην ἀπείρανδρον καὶ μετὰ τόκον παρθένον μείνασαν, τοῦ Θεοῦ τὴν μητέρα, τῶν ἐπιγείων τὸ σεμνολόγημα, τῶν οὐρανίων ἀγγέλων τὸ καύχημα πνευματικαῖς οἱ πιστοὶ δοξολογοῦμεν ᾠδαῖς. Ὡς κρῖνον ἡδύπνοον ἐν ταῖς κοιλάσι τοῦ βίου εὕρατο καὶ ὡς ῥόδον εὐῶδες ἐξ ἀκανθῶν σε Θεὸς ἐξείλετο καὶ ἐρασθείς σου τοῦ κάλλους, ἐσκήνωσεν ἐν τῇ ἁγίᾳ νηδΰι σου, μητρόθεε.

Γηράσασαν, δέσποινα, καὶ σαθρωθεῖσαν πολλοῖς παθήμασι, τῶν ἀνθρώπων τὴν φύσιν ἐπὶ τὸ κρεῖττον αὖθις ἐκαίνισας· δημιουργὸν γὰρ καὶ κτίστην ἐγέννησας καὶ νεουργὸν τὸν αὐτὸν ἀριστοτέχνην Θεόν.

ᾨδὴ ὀγδόη. Ἑπταπλασίως κάμινον Ἐν προσευχαῖς, πανάμωμε, καὶ νηστείαις σχολάζουσα ταύτας τὰς ἡμέρας ἐξεδέχου, χαίρουσα τὴν θείαν ἀνάλυσιν, τὴν ἀπὸ γῆς μετάστασιν, τὴν εἰς οὐρανοὺς πανευκλεῆ ἐκδημίαν· διό σοι καὶ οἱ δοῦλοι συννηστεύομεν πάντες καὶ συνδοξολογοῦμεν τὸν μεγαλύναντά σε.

Ῥῦσαι λιμοῦ καὶ στάσεως καὶ μαχαίρας τὴν πόλιν σου, λύμης ὀλεθρίου καὶ παντὸς νοσήματος, ἐθνῶν ἐπελεύσεως, σεισμοῦ, πυρός, ποντώσεως, αὐχμοῦ καὶ χαλάζης καὶ πληγῆς πάσης ἄλλης, Μαρία Θεοτόκε· ἐπὶ σοὶ γὰρ ἐλπίζει καὶ πρὸς σὲ καταφεύγει καὶ σὲ ἐπικαλεῖται.

Ἁμαρτωλῶν προσφύγιον, ταπεινῶν ἱλαστήριον, καταπονουμένων ταχεινὴ βοήθεια, πιπτόντων ἀνόρθωσις καὶ εὐδρομούντων σύνδρομος, γήρως βακτηρία καὶ τυφλῶν ὁδηγία ὑπάρχεις, Θεοτόκε ὑπερευλογημένη, ὑπερδεδοξασμένη καὶ κεχαριτωμένη.

Σὲ τὴν κοινὴν βοήθειαν βασιλεῖς τε καὶ ἄρχοντες, ἱερεῖς, λαὸς καὶ μοναζόντων τάγματα πιστῶς λιτανεύομεν· εἰρηνικὴν καὶ ἄλυπον δώρησαι ἡμῖν τὴν ἐπὶ γῆς παροικίαν καὶ δόξης ἀϊδίου καὶ ζωῆς τῆς μενούσης καταξίωσον πάντας τῷ μέλλοντι αἰῶνι.

ᾨδὴ ἐνάτη. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς Μηδεὶς ἀπολειφθήτω τῆς ἱερᾶς τῆς δεσποίνης ἡμῶν πανηγύρεως· πάντες ὁμοῦ δράμωμεν θεάσασθαι νοητῶς τὸ ὑπὲρ νοῦν μυστήριον ψυχὴν γυναικείαν εἰς οὐρανοὺς χερσὶ κομιζομένην Θεοῦ παντοδυνάμου, δήμους ἀγγέλων παραπέμποντας.

Ἀγγέλων, ἀρχαγγέλων παρεμβολαί, Χερουβίμ, Σεραφίμ, κυριότητες, θρόνοι, ἀρχαί, δυνάμεις, ἐξουσίαι πανευκλεεῖς σὺν ἀποστόλοις ᾄδουσιν ὕμνον τὸν ἐξόδιον τῇ μητρὶ τοῦ πάντων βασιλέως, λαμπρῶς διερχομένῃ ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν.

Ῥυεῖσαι τῶν ἀφθόνων σου δωρεῶν αἱ πλημμύραι τὴν κτίσιν κατέκλυσαν ὡς ἐκ πηγῆς ἄλλης τετραστόμου τῆς ἐν Ἐδέμ, τοῦ σοῦ τεμένους βρύουσαι καὶ τὴν τετραπέρατον κυκλικῶς ἀρδεύουσαι πλουσίως· διὸ καρπούς σοι φέρει εὐχαριστίας, θεόνυμφευτε.

Κοσμοῦσι βασιλεῖς καὶ δυνάσται γῆς τὴν εἰκόνα τὴν σήν, θεοκόσμητε, καὶ τὸν ναὸν ἐθνῶν μεγιστάνες, λαοί, φυλαὶ πιστῶς δωροφοροῦσι σοι λιθομαργαρόχρυσα ἱερὰ κειμήλια καὶ σκεύη· μεγάλη σου ἡ δόξα ἐν οὐρανῷ καὶ γῇ, θεόνυμφε.

Ὁ θρόνος τοῦ δεσπότου ὁ ὑψηλός, ἡ καθέδρα Χριστοῦ ἡ περίδοξος, ὁ εὐαγὴς θάλαμος, τὸ πάγχρυσον ἱερόν, τὸ θεοδόχον τέμενος ἡ παντοβασίλισσα Μαριὰμ ἐφέστηκεν ἐνδόξως τῷ ἑαυτῆς τεμένει· πάντες αὐτὴν ἀνευφημήσωμεν.

Ὑμνοῦντας σε προσδέχου, μῆτερ Θεοῦ, οὓς ἐνταῦθα συνήγαγες δούλους σου καὶ συμπαθῶς τρέφεις, περιέπεις, ψυχαγωγεῖς, διατηρεῖς ἀπήμονας· ἀλλὰ καὶ μενούσης παρὰ Θεῷ ζωῆς καὶ εὐφροσύνης καὶ δόξης ἀϊδίου πάντας ἀξίωσον ὑμνοῦντας σε.