Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κεφάλαια συλλογιστικὰ κατὰ Λατίνων περὶ τῆς ἐκ τοῦ πατρὸς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Μᾶρκος ὁ Εὐγενικός

Ερμηνευτική των Γραφών και των Πατέρων: Τάξη των προσώπων και ονοματολογία του Αγίου Πνεύματος

Ορθόδοξη εξήγηση χωρίων και όρων, όπως το «Πνεύμα του Υιού» και το εμφύσημα του Κυρίου. Διευκρίνιση της σημασίας των προθέσεων «εκ» και «διά», καθώς και της έννοιας της εικόνος, σύμφωνα με την πατερική παράδοση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 6

ϛʹ. Οἱ Λατῖνοι τὸ τρίτον εἶναι μετὰ τὸν Πατέρα καὶ τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον ὡς ὁμολογούμενον ἔχοντες, ἐκ τῆς τάξεως ταύτης οἴονται δείκνυσθαι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. Εἰ γὰρ μὴ τάξιν εἶχε, φασί, καὶ πρὸς τὸν Υἱὸν κατὰ τὴν πρὸς αὐτὸν σχέσιν, οὐκ ἂν ἐλέγετο τρίτον, οὐδὲ ἑξῆς μετ’ αὐτόν. —Ἀλλ’ ὦ γενναῖοι, φαίην ἂν πρὸς αὐτούς, εἰ μετὰ τὸν Πατέρα δεύτερος ὁ Υἱὸς (τοῦτο γὰρ ἡ σχέσις ἀπαιτεῖ), καὶ οὐκ ἂν ἄλλο τι μεταξὺ παρεμπέσοι, τί ἂν ἄλλο εἴη τὸ Πνεῦμα τὸ ἅγιον ἢ τρίτον; Πρῶτον μὲν γὰρ οὐκ ἂν εἴη δήπουθεν· δεύτερος δὲ ὁ Υἱὸς ἐξ ἀνάγκης· τρίτον ἄρα τὸ Πνεῦμα τὸ ἅγιον; εἴπερ ἐστὶ συμπληρωτικὸν τῆς μακαρίας Τριάδος ἐκείνης. Διὰ τοῦτο δὲ καὶ ἡ τάξις, οἶμαι, τοῖς θεολόγοις παρείληπται, ἵνα μὴ Υἱὸς νομισθῇ μετὰ τὸν Πατέρα ταττόμενον· ἄλλως γὰρ καὶ ἀναιροῦσι τὴν τάξιν. «Οὐκ ἔχει γάρ, φασί, τάξιν ἡ ἁγία Τριάς, οὐχ ὡς ἄτακτος, ἀλλ’ ὡς ὑπὲρ τάξιν». Καὶ αὖθις· «Τὰ αὐτὰ καὶ προαριθμοῦνται καὶ συναριθμοῦνται καὶ ὑπαριθμοῦνται». Τί οὖν ὑμῖν ἡ τάξις συντελεῖ πρὸς τὴν ὑμετέραν ὑπόθεσιν, εἰ μὴ πᾶν τὸ ἐχόμενόν τινος κατὰ τάξιν, καὶ ἐξ αὐτοῦ τὸ εἶναι ἔχειν ἀνάγκη; Φέρε δὴ καὶ τὸν μέγαν ὑμῖν προθῶμεν Βασίλειον, ἵν’ εἰδῶμεν οἷα περὶ τοῦ προκειμένου φθέγγεται. «

Ἐπειδὴ» φησί «τὸ Πνεῦμα τὸ ἅγιον, ἀφ’ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται, τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι καὶ ἐκ τοῦ Πατρὸς ὑφεστάναι». Ἀκούεις τοῦ οὐρανοφάντορος, οἷα λέγει; Τοῦ Υἱοῦ, φησίν, ἤρτηται, τουτέστιν ἔχεται, οὐχ ὅτι ἐξ αὐτοῦ ἐκπορεύεται, ἀλλ’ ὅτι σὺν αὐτῷ ἀδιαστάτως ἐκ τοῦ Πατρὸς τὸ εἶναι ἔχον καταλαμβάνεται, «τῆς τοῦ Μονογενοῦς μεσιτείας», ὅ φησιν ὁ ἀδελφὸς αὐτοῦ Γρηγόριος ὁ τῆς Νύσσης, «καὶ ἑαυτῷ τὸ μονογενὲς φυλαττούσης καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως μὴ ἀπαλλοτριούσης».

Καὶ πάλιν· «Γνωριστικὸν σημεῖον ἔχει», φησί, «τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι καὶ ἐκ τοῦ Πατρὸς ὑφεστάναι». Τούτων τί ἂν γένοιτο λευκότερον ἢ σαφέστερον ἢ πρὸς τὴν ἡμετέραν δόξαν ὁμοφωνότερον;

ζʹ. Πολύ τι δοκεῖ συμβάλλεσθαι τοῖς Λατίνοις πρὸς τὴν οἰκείαν ὑπόθεσιν τὸ λέγεσθαι τοῦ Υἱοῦ Πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον· ἐγὼ δὲ προσθήσω τούτῳ καὶ ὅτι ἴδιον τοῦ Υἱοῦ καὶ οὐκ ἀλλότριον τοῦ Υἱοῦ καὶ ὅσα τούτοις ὅμοια. Ἆρ’ οὖν διὰ ταῦτα καὶ ἐξ αὐτοῦ ἐκπορεύεται; Ἀλλ’ οὐκ ἐάσει τοῦτο πρῶτον μὲν Θεοδώρητος, βλάσφημόν τε καὶ δυσσεβῆ τὴν τοιαύτην δόξαν ἡγούμενος· ἔπειτα καὶ αὐτὸς ὁ θειότατος Κύριλλος ἐν οἷς φησι· «Κατ’ οὐδένα τρόπον σαλεύεσθαι ἀνεχόμεθα τὴν ὁρισθεῖσαν παρὰ τῶν Πατέρων πίστιν ἤτοι τὸ τῆς πίστεως σύμβολον, οὔτε μὴν ἐπιτρέπομεν ἑαυτοῖς ἢ ἑτέροις λέξιν γοῦν μίαν ἀμεῖψαι τῶν ἐγκειμένων ἐκεῖσε· οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἐκπορεύεται μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον». Ἀκούεις κατὰ τίνα λόγον τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγεται καὶ ἴδιον αὐτοῦ καὶ οὐκ ἀλλότριον;

Κατὰ τὸν τῆς οὐσίας, φησί, λόγον, ὡς ὁμοούσιον αὐτῷ δηλονότι. Λέγει δὲ καὶ ὁ μέγας Βασίλειος ἐν τῷ ιηῳ τῶν πρὸς Ἀμφιλόχιον· «Πνεῦμα Χριστοῦ λέγεται ὡς ᾠκειωμένον κατὰ φύσιν αὐτῷ». Τίνα τοίνυν ἐξηγητὴν ἔτι βελτίονα τῶν ἀποστολικῶν τε καὶ τῶν ἰδίων ῥημάτων δεξόμεθα παρὰ τοὺς θείους τουτουσὶ διδασκάλους;

ηʹ. Τὸ δι’ ἐμφυσήματος παρὰ τοῦ Κυρίου δεδόσθαι τὸ Πνεῦμα τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν σύμβολον οἱ Λατίνοι ποιοῦνται τοῦ καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. Ὅτι μὲν οὖν οὐχ ἡ οὐσία τοῦ Πνεύματος ἦν ἡ δεδομένη τότε δι’ ἐμφυσήματος, δῆλον μὲν ἐξ ὧν οὐδέπω τότε τὸ Πνεῦμα τὸ ἅγιον παραγέγονεν. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, φησίν, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς. Μαρτυρεῖ δὲ καὶ ὁ θεῖος Χρυσόστομος ἐν τοῖς εἰς τὸ κατὰ Ἰωάννην Ἐξηγητικοῖς οὕτω λέγων· «Τινὲς μέν φασιν, ὅτι οὐ τὸ Πνεῦμα ἔδωκεν, ἀλλ’ ἐπιτηδείους αὐτοὺς πρὸς ὑποδοχὴν διὰ τοῦ ἐμφυσήματος κατεσκεύασεν.

Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τότε εἰληφέναι αὐτοὺς λέγων ἐξουσίαν τινὰ πνευματικὴν καὶ χάριν, ὥστε ἀφιέναι ἁμαρτήματα· διὸ καὶ ἐπήγαγεν· Ὧν ἂν ἀφῆτε, ἀφέωνται, δεικνὺς ποῖον εἶδος ἐνεργείας δίδωσι· καὶ γὰρ ἄφατος ἡ τοῦ Πνεύματος χάρις καὶ πολυειδὴς ἡ δωρεά.

Καὶ θαυμαστὸν οὐδέν, ὅπου γε καὶ παρὰ Μωσέως ὁ Θεὸς τοῦ Πνεύματος ἀφελὼν ἑτέροις μετέδωκεν· ἐν δὲ τῷ δεσπότη Χριστῷ πᾶσα ἡ τοῦ Πνεύματος χάρις ἐπαναπέπαυτο. Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς ἐκείνῳ τὸ Πνεῦμα· διὸ καὶ ἐξ αὐτῆς μετεδίδου καὶ δι’ αὐτῆς τὰς θεοσημείας εἰργάζετο· Ἐν γὰρ Πνεύματι Θεοῦ, φησίν, ἐκβάλλω ἐγὼ τὰ δαιμόνια».

θʹ. Πάλιν τὸ εἰκόνα λέγεσθαι τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἰς συνηγορίαν ἕλκουσι τοῦ οἰκείου δόγματος. Λέγομεν δὲ καὶ πρὸς τοῦτο, ὡς οὐ πάντως ἀνάγκη τὴν εἰκόνα τὸ εἰκονιζόμενον αἴτιον ἔχειν, οὔτε ἐπὶ τῆς τέχνης, οὔτε ἐπὶ τῆς φύσεως. Καὶ γὰρ ὁ Υἱὸς εἰκὼν τοῦ Πατρὸς λέγεται, οὐ τοσοῦτον ὡς πρὸς αὐτὸν κατ’ αἰτίαν ἀναφερόμενος, ὅσον ὡς ἐν ἑαυτῷ τὸν Πατέρα προδεικνὺς καὶ εἰκονίζων, ὥς πού φησι πρὸς τὸν Φίλιππον· Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα.

Εἰκὼν τοίνυν καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὡς αἰτίου αὐτοῦ ὄντος, ἀλλ’ ὅτι μὴ οἷόν τε γνῶναι τὸν Υἱὸν ἑτέρωθεν, εἰ μὴ διὰ τοῦ ἁγίου Πνεύματος· Οὐδεὶς γάρ, φησί, δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ αὖθις· Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Ὅπερ ὁ θεῖος Χρυσόστομος ἐξηγούμενος, «Τουτέστι», φησί, «συνῳδὰ τοῖς ἐμοῖς ἐρεῖ· ἐπεὶ γὰρ ἐμά ἐστι τὰ τοῦ Πατρός, ἐκεῖνος δὲ ἐκ τῶν τοῦ Πατρὸς ἐρεῖ, ἐκ τῶν ἐμῶν ἐρεῖ». Καθάπερ γὰρ ὁ Υἱὸς ἐλθὼν εἰς τὸ πληρῶσαι τὸν παλαιὸν νόμον, τουτέστι τελειῶσαι καὶ προσθεῖναι τὰ παραλελειμμένα διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν, αὐτῷ τούτῳ τὸν Πατέρα ἐδόξασε τὸν τὸν νόμον ἐκεῖνον θέμενον (Ἐγὼ γάρ σε, φησίν, ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω), οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὸ τοῦ Υἱοῦ ἔργον ἐτελείωσεν αὖθις· Πολλὰ γάρ, φησίν, ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Ἐκ τοῦ ἐμοῦ, φησίν, ἔργου τὰς ἀφορμὰς λήψεται καὶ ἀναγγελεῖ ὑμῖν, τὰ λειπόμενα δηλονότι· ὃ ἔργον ταὐτόν ἐστι τῷ τοῦ Πατρός· Πάντα γὰρ ὅσα ἔχει ὁ Πατήρ, ἐμά ἐστι.

Διὰ τοῦτ’ ἄρα καὶ εἰκὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τὸ ἀναγγέλλειν τὰ τοῦ Υἱοῦ καὶ τὸν Υἱὸν δοξάζειν, ἐκ τοῦ ἔργου αὐτοῦ λαμβάνον καὶ τελειοῦν αὐτὸ δὴ τὸ ἔργον, ὥσπερ ἐκεῖνος τὸ τοῦ Πατρός.

ιʹ. Ἔτι τὸ διὰ τοῦ Υἱοῦ προϊέναι ἢ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον εἰς ταὐτὸν ἄγουσι τῷ ἐκ τοῦ Υἱοῦ, τὴν διά λέγοντες ἰσοδυναμεῖν τῇ ἐκ παρὰ τῇ Γραφῇ. Ἔνθα μὲν οὖν ἰσοδυναμεῖ, περὶ δημιουργίας ὁ λόγος, ὅτε καὶ χωρὶς τοῦ Πατρὸς ἐπὶ τοῦ Υἱοῦ τίθεται. Πάντα γάρ, φησί, δι’ αὐτοῦ ἐγένετο. Ἡ δὲ τοῦ Πνεύματος πρόοδος οὐδέποτ’ ἄνευ τοῦ Πατρὸς τίθεται, ἀλλ’ ἐκ Πατρός φασι δι’ Υἱοῦ. Δῆλον οὖν ὡς ἕτερόν τι τὸ δι’ Υἱοῦ καὶ οὐ τὸ ἐξ Υἱοῦ σημαίνει.

Καίτοι γε οὐδ’ ἐπὶ τῆς ἐκπορεύσεως, ἀλλ’ ἐπὶ τῆς μεταδόσεως τοῦτο λέγεται. Λέγει γὰρ ὁ Δαμασκηνὸς Ἰωάννης· «Πνεῦμα Υἱοῦ λέγομεν, ἐκ τοῦ Υἱοῦ δὲ οὐ λέγομεν· δι’ Υἱοῦ δὲ φανεροῦσθαι καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν».

Αὕτη ἡ διαστολὴ προδήλως ἕτερόν τι τὸ δι’ Υἱοῦ παρ’ ὃ βούλονται Λατῖνοι καθαρῶς ἀποφαίνεται. Εἰ δέ ποτε καὶ ἐπὶ τῆς οὐσιώδους εἴρηται τοῦτο προόδου τοῦ Πνεύματος, πάλιν αὐτοὺς τοὺς θεολόγους ἐξηγητὰς ἑαυτῶν καλέσωμεν. Λέγει γὰρ ἐν τοῖς πρὸς Εὐνόμιον ὁ θεῖος Γρηγόριος ὁ τῆς Νύσσης· «Τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Υἱοῦ συνημμένως καταλαμβάνεται, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν μετὰ τὸν Υἱόν, ὥς ποτε τὸν Μονογενῆ δίχα τοῦ Πνεύματος νοηθῆναι, ἀλλ’ ἐκ μὲν τοῦ Θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν αἰτίαν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ μονογενές ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν». Ἐν τούτοις σαφῶς τὸ μὴ ὑστερίζειν κατὰ τὴν ὕπαρξιν τὸ διὰ τοῦ Υἱοῦ δηλοῦν βούλεται, ταὐτὸν δὲ εἰπεῖν μετὰ τοῦ Υἱοῦ, ὅπερ ἐν ἄλλοις διαρρήδην φησί· «Δι’ αὐτοῦ δὲ καὶ μετ’ αὐτοῦ, πρίν τι κενὸν καὶ ἀνυπόστατον παρεμπεσεῖν νόημα, τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται». Καὶ ὁ Χρυσορρήμων δὲ ἐξηγούμενος τὸ ἀποστολικὸν ἐκεῖνο ῥητόν· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, τὸ διὰ τῆς Ἐκκλησίας ἀντὶ τοῦ μετὰ τῆς Ἐκκλησίας ἐξέλαβεν· οὐ γὰρ δὴ ἡ Ἐκκλησία τοὺς ἀγγέλους ἐδίδαξεν.

Οὕτως οὖν κἀνταῦθα τὸ διὰ τοῦ Υἱοῦ ληπτέον· ἔχει γὰρ οὕτως· Ἐπεὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς οὐσιωδῶς ἐκπορεύεσθαι λέγεται, ἵνα μὴ Υἱὸς ἕτερος νομισθῇ (καὶ γὰρ ὁ Πατὴρ πρὸς τὸν Υἱὸν ἀποδίδοται), διὰ τοῦτο τὸ δι’ Υἱοῦ παρείληπται, τῆς τοῦ Υἱοῦ μεσιτείας, ὅ φησιν αὖθις ὁ ἱερὸς Γρηγόριος ἐν ἑτέροις, «καὶ ἑαυτῷ τὸ μονογενὲς φυλαττούσης καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως μὴ ἀπειργούσης».

Διὰ τοῦτο καὶ προσεχῶς μὲν ἐκ τοῦ πρώτου τὸν Υἱόν φησιν ἐν ἑτέροις, ὡς Υἱὸν ἐκ τοῦ Πατρὸς δηλονότι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐκ εἶπεν οὐ προσεχῶς (οὕτω γὰρ ὑστερίζον ἔσται κατὰ τὴν ὕπαρξιν), ἀλλὰ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου· τοῦτο δὲ τὴν κοινωνίαν καὶ ἀλληλουχίαν, ὡς εἴρηται, παριστᾷ, καὶ τὸ ὁμοτίμως καὶ ὁμοφυῶς ἐκ τοῦ Πατρὸς προϊέναι. Οὕτω γὰρ εἰ καὶ ὁ Πατὴρ ἐλέγετο προβολεύς, τὸ μὲν Πνεῦμα προσεχῶς ἂν ἦν ἐκ τοῦ προβολέως, ὁ δὲ Υἱὸς διὰ τοῦ προσεχῶς ἐκ τοῦ προβολέως, τουτέστι τοῦ Πνεύματος, ἐπείπερ ὁμοτίμως ἄμφω καὶ συνημμένως ἐκ τοῦ Πατρὸς προΐασιν. Οὐκ ἄρα πλέον οὐδὲν ἔσται Λατίνοις ἐκ τῆς διὰ πρὸς τὴν δόξαν τὴν ἑαυτῶν. Ὅτι δὲ καὶ τοὐναντίον ἐστὶν ἅπαν ἤπερ ἐκεῖνοι βούλονται, παρίτω πάλιν ἡμῖν μαρτυρήσων ὁ τῆς ἀληθείας μάρτυς καὶ ὁμολογητὴς ὁ θειότατος Μάξιμος. Λέγει γὰρ οὗτος ἐν τῇ πρὸς Μαρῖνον Κύπρου πρεσβύτερον ἐπιστολῇ τοιάδε· «Τῶν τοῦ νῦν ἁγιωτάτου πάπα συνοδικῶν οὐκ ἐν τοσούτοις, ὅσοις γεγράφατε, κεφαλαίοις οἱ τῆς βασιλίδος πόλεως ἐπελάβοντο, δυσὶ δὲ μόνοις, ὧν τὸ μὲν ὑπάρχει περὶ θεολογίας, ὅτιπερ εἶπε καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον, τὸ δὲ περὶ τῆς οἰκονομίας, ὅτιπερ εἶπε τὸν Κύριον μὴ δίχα τῆς προπατορικῆς ἁμαρτίας εἶναι ὡς ἄνθρωπον.

Καὶ τοῦ μὲν πρώτου ῥήσεις παρήγαγον Ῥωμαίων πατέρων καὶ Κυρίλλου Ἀλεξανδρείας ἐκ τῆς πονηθείσης αὐτῷ πραγματείας εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν, ἐξ ὧν οὐκ αἰτίαν τὸν Υἱὸν ποιοῦντας τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως σφᾶς αὐτοὺς ἀπέδειξαν (μίαν γὰρ ἴσασιν Υἱοῦ καὶ Πνεύματος τὸν Πατέρα αἰτίαν, τοῦ μὲν κατὰ γέννησιν, τοῦ δὲ κατ’ ἐκπόρευσιν), ἀλλ’ ἵνα τὸ δι’ αὐτοῦ προϊέναι δηλώσωσι, καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον. παραστήσωσιν». Ἐνταῦθα τὴν ἐναντίαν ὥσπερ ἐπίτηδες οἱ Λατῖνοι τῷ μεγίστῳ Μαξίμῳ βαδίζουσιν. Ὁ μὲν γὰρ μετὰ τῶν τότε Ῥωμαίων καὶ αὐτοῦ τοῦ πάπα τὴν ἐκ πρὸς τὴν διά μεταφέρει. καὶ ταύτην τὸ συναφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον παριστᾶν βούλεται· οἱ δὲ μικρὸν ἡγούμενοι τὸ μὴ πείθεσθαι τοῖς Πατράσιν, ἂν μὴ καὶ τἀναντία φρονῶσι, τὸ δι’ Υἱοῦ ταὐτὸν ἡγοῦνται τῷ ἐξ Υἱοῦ καὶ τὴν αἰτίαν τοῦ Πνεύματος τῷ Υἱῷ διδόασιν, ἧς ἐκεῖνοι καθάπαξ αὐτὸν ἀφείλοντο. Τί ἂν γένοιτο ταύτης τῆς μάχης ἀναισχυντότερον;

ιαʹ. Τῶν προσόντων τῇ θείᾳ φύσει τὰ μὲν ἑνικῶς μόνον ἀεὶ λέγεται, κἂν τοῖς τρισὶ προσώποις ἐνθεωρῆται, καθάπερ τὸ Θεὸς καὶ δημιουργὸς καὶ βασιλεὺς καὶ ἀγαθὸς καὶ εἴ τι τοιοῦτον· εἷς γὰρ Θεὸς λέγομεν καὶ εἷς δημιουργὸς καὶ εἷς βασιλεὺς καὶ εἷς ἀγαθός, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· τὰ δὲ πληθυντικῶς ἀεί, κἂν τοῖς δυσὶ μόνοις, ὡς τὸ αἰτιατὸν ἐπὶ Υἱοῦ καὶ Πνεύματος· δύο γὰρ τὰ αἰτιατὰ καὶ οὐχ ἒν λέγομεν. — Τούτων οὕτως ἐχόντων, ἐπειδήπερ Λατῖνοι καὶ τὸ τῆς θεότητος αἴτιον δυσὶ προσώποις, τῷ Πατρί τε καὶ τῷ Υἱῷ, νέμουσιν, ἐρώμεθα τούτους, ὁποίᾳ τῶν εἰρημένων μερίδι τοῦτο συντάττουσιν. Εἰ μὲν οὖν τῇ δευτέρᾳ φήσουσιν, αὐτόθεν δῆλον τὸ ἄτοπον· δύο γὰρ ἔσται τὰ αἴτια, καθάπερ καὶ τὰ αἰτιατὰ δύο, καὶ οὕτως ἡ δυαρχία πάροδον ἕξει καὶ τὸ πολυΰμνητον τῆς μοναρχίας ἐκποδὼν γενήσεται. Εἰ δὲ τῇ προτέρᾳ, πρῶτον μὲν πῶς; ἐκεῖνα γὰρ κοινά τε καὶ φυσικὰ καὶ τοῖς τρισὶ προσώποις ὁμοίως ὑπάρχοντα. Ἔπειτα καὶ οὕτω πάλιν εἰς τὸ αὐτὸ περιενεχθήσονται· τὸ γὰρ ἓν αἴτιον ᾗ γεννήτωρ καὶ προβολεύς, ὅπερ ἐστὶν ὁ Πατὴρ μόνος, οὐκ ἔστι ταὐτὸν ἀριθμῷ τῷ ἑνὶ αἰτίῳ ᾗ προβολεὺς μόνον, ὅπερ ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱός, ὡς αὐτοὶ λέγουσιν.

Δύο ἄρα καὶ οὕτω τὰ αἴτια καὶ ἀρχαὶ δύο, καὶ ἡ δυαρχία πανταχόθεν αὐτοὺς περιΐσταται. ιβʹ. Τὸ τῆς θεότητος αἴτιον, ὡς ἂν αὐτοὶ φαῖεν Λατῖνοι, διαφόρως τῷ Πατρὶ καὶ τῷ Υἱῷ πρόσεστι, καὶ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τῷ Πατρὶ μέν, ᾗ γεννήτωρ καὶ προβολεύς, τῷ Υἱῷ δέ, ᾗ προβολεὺς μόνον. Ἡ δὲ διαφορὰ κατὰ τοὺς Πατέρας ἀριθμὸν ἑαυτῇ συνεισάγει. Δύο ἄρα τὰ τῆς θεότητος αἴτια, καὶ ἡ μοναρχία κἀντεῦθεν τοῖς Λατίνοις ἐλήλαται.