Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Κεφάλαια συλλογιστικὰ κατὰ Λατίνων περὶ τῆς ἐκ τοῦ πατρὸς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Μᾶρκος ὁ Εὐγενικός

Η απλότητα της θείας ενέργειας και η απόρριψη του έμμεσου αιτίου

Διατύπωση επιχειρημάτων υπέρ της μιας ενέργειας και της άμεσης προελεύσεως εκ του Πατρός. Καταδίκη της εισαγωγής βαθμίδων στην Αγία Τριάδα μέσω των θεολογικών εννοιών του άμεσου και έμμεσου αιτίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 5 από 6

κθʹ. Ἡ μία τῷ ἀριθμῷ καὶ ἁπλῆ ἐνέργεια καὶ πρὸς ἓν ἐνέργημα τείνουσα, καὶ πρὸς ἓν ἀριθμῷ τὸ ἐνεργοῦν ἀναφέρεται. Ἔστω τὸ ἐνεργοῦν, ἐφ’ οὗ α, τὸ πρὸς ὃ ἡ ἐνέργεια, ἐφ’ οὗ γ, μεταξὺ δὲ αὐτῶν β Υἱός α Πατήρ β Υἱός γ Πνεῦμα ἅγιον ἐνέργεια μία τῷ ἀριθμῷ, ἡ αγ. Λέγω ὅτι καὶ τὸ ἐνεργοῦν α ἕν ἐστιν ἀριθμῷ. Μὴ γάρ, ἀλλ’ ἔστω δύο τὰ αβ· τὸ δὴ β, ἤτοι μέρος ἐστὶν αὐτοῦ τοῦ α, ἢ χωρὶς αὐτοῦ κείμενον. Εἰ μὲν οὖν μέρος ἐστὶν αὐτοῦ, οὐκ ἄλλο παρ’ αὐτό ἐστιν, ἀλλ’ ἓν μετ’ αὐτοῦ, καὶ οὕτω πάλιν ἔσται τὸ ὅλον ἓν ἀριθμῷ. Εἰ δὲ χωρὶς αὐτοῦ κεῖται, κείσθω κάτωθεν πρῶτον. Ἡ δὴ ἀπὸ τοῦ α πρὸς τὸ γ ἐνέργεια, ἤτοι ὁμαλὴ καὶ συνεχής ἐστιν, ἢ ἀνώμαλος.

Εἰ μὲν οὖν ὁμαλὴ καὶ συνεχής ἐστι, μία τῷ ἀριθμῷ οὖσα, δῆλον ὅτι οὐδὲν αὐτῇ συμβαλεῖται τὸ β μεταξὺ κείμενον, ἀλλ’ ἤτοι οὐκ ἐνεργήσει, ἢ οὐ πρὸς τὸ γ, καθάπερ τὸ α. Εἰ δ’ ἀνώμαλός ἐστι, δῆλον ὅτι ἐπίτασίν τινα δέξεται κατὰ τὸ β καὶ σφοδροτέρα ἑαυτῆς ἔσται, καθάπερ τις ποταμὸς προσλαμβάνων ἕτερον ῥεῦμα. Τοῦτο δ’ οὐκ ἔστι μιᾶς ἐνεργείας καὶ συνεχοῦς ἴδιον· διακοπὴ γάρ τις μεταξὺ γενήσεται καὶ συμβολὴ τῆς ἀπὸ τοῦ β ἐνεργείας, καὶ οὕτω διπλῆ ἡ ἐνέργεια ἔσται, καὶ οὐχ ἁπλῆ οὐδὲ μία. Τὰ δ’ αὐτά, καὶ εἰ ἄνω τοῦ α τὸ β κεῖται, συμβήσεται. Ἀλλὰ δὴ κείσθω ἐκ πλαγίου τοῦ α. Δῆλον δὴ ἐνταῦθα πολλῷ μᾶλλον, ὅτι δύο εἰσὶν αἱ ἐνέργειαι, μία μὲν ἡ ἀπὸ τοῦ α πρὸς τὸ γ, ἑτέρα δὲ ἡ ἀπὸ τοῦ β πρὸς τὸ αὐτὸ γ. Ἀδύνατον ἄρα μίαν τῷ ἀριθμῷ ἐνέργειαν πρὸς δύο τὰ ἐνεργοῦντα τὴν ἀναφορὰν ἔχειν, καθάπερ ἀδύνατον μιᾶς γραμμῆς ἐκ θατέρου μέρους δύο τὰ πέρατα εἶναι. Μία ἄρα τῷ ἀριθμῷ ἐνέργεια πρὸς ἓν ἀριθμῷ τὸ ἐνεργοῦν ἀναφέρεται.

Ἔστω τὸ ἐνεργοῦν α ὁ Πατήρ τε καὶ προβολεύς· τὸ πρὸς ὃ ἡ ἐνέργεια γ, ἡ τοῦ ἁγίου Πνεύματος ὕπαρξις· μεταξὺ δὲ αὐτῶν ἡ προβλητικὴ μία καὶ ἁπλῆ καὶ ἀΐδιος ἐνέργεια· τὸ β δὲ ὁ Υἱός. Πρὸς μόνον ἄρα τὸν Πατέρα καὶ οὐ πρὸς τὸν Υἱὸν ἀναφέρεται ἡ προβλητικὴ τοῦ Πνεύματος μία προσωπικὴ ἐνέργεια. Τοῦτο καὶ Ἀριστοτέλης ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως ῥητῶς ἀποφαίνεται· λέγει γάρ· «Μία ἀριθμῷ ἐνέργεια ἑνὸς ἀριθμῷ». Καὶ ἔτι ἐν τῷ ἐννάτῳ τοῦ αὐτοῦ βιβλίου· «Μία κίνησις ἡ ὑφ’ ἑνός τε τοῦ κινοῦντος καὶ ἑνὸς τοῦ κινουμένου· εἰ γάρ τι ἄλλο καὶ ἄλλο κινήσει, οὐ συνεχὴς ἡ ὅλη κίνησις».

λʹ. Τὸ ἐκ Πατρὸς εἶναι κοινὸν Υἱῷ καὶ Πνεύματι Γρηγόριος ὁ Θεολόγος ἀπέδωκεν. Εἰ δὲ ὁ μὲν Υἱὸς ἀμέσως ἐκ τοῦ Πατρὸς καὶ μηδένα ἕτερον αἴτιον ἔχων, τὸ Πνεῦμα δὲ οὐκ ἀμέσως, ἀλλὰ συναίτιον ἑαυτοῦ τὸν Υἱὸν ἔχον, οὐκ ἔτι κοινὸν αὐτοῖς ἔσται τὸ ἐκ Πατρός, οὗ μὴ ἐπίσης μετέχουσιν. Ἢ τοίνυν τὸν Θεολόγον ἀνάγκη ψεύδεσθαι, ἢ εἰ μὴ τοῦτο, πάντῃ τε καὶ πάντως Λατῖνοι ψεύδονται τῷ Υἱῷ τὴν αἰτίαν διδόντες τοῦ Πνεύματος.

λαʹ. Τρόπον ὑπάρξεως καὶ ἰδιότητα τοῦ ἁγίου Πνεύματος οἱ θεολόγοι φασὶν οὐ τὸ ἐκπορεύεσθαι ἁπλῶς, ἀλλὰ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Εἰ δὴ τοῦτο τρόπος αὐτῷ ὑπάρξεως καὶ ἰδιότης ἐστί, τὸ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, ἢ μάτην αὐτῷ πρόσεστιν, ἢ προστίθησί τι τῇ ὑπάρξει, καὶ διπλῆν ποιεῖ τὴν αὐτοῦ ἰδιότητα, καὶ ἔστιν (εἰ τὸ ἴδιον ἀντιστρέφειν ἀνάγκη πρὸς τὸ οὗ ἐστιν ἴδιον, καὶ οὔτε πλεονάζειν οὔτε ἐλλείπειν) καὶ αὐτὸ διπλοῦν. Ἐκ τοῦ Πατρὸς ἄρα μόνου τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται.

λβʹ. Ὅταν μίαν ἀρχὴν τῶν κτισμάτων λέγωμεν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, δῆλον ὅτι τὴν θείαν φύσιν πρὸς τὰς λοιπὰς συγκρίνοντες τοῦτο λέγομεν, ἥτις ἐστὶ μία, πολλῶν ἐκείνων καὶ διαφόρων οὐσῶν. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ ὅταν μίαν ἀρχὴν θεότητος λέγωμεν, ἓν πρόσωπον δηλονότι πρὸς τὰ λοιπὰ συγκρίνοντες τοῦτο φαμέν. Καὶ ὥσπερ οὐδὲν τῶν κτισμάτων εἰς τὴν μίαν ἀρχὴν κατὰ τὴν δημιουργίαν παραλαμβάνεται, οὕτως οὐδέτερον τοῖν δυοῖν προσώποιν εἰς τὴν μίαν ἀρχὴν κατὰ τὴν θεότητα παραληπτέον ἐστί. Τὸ γὰρ ἓν τῶν πλειόνων ἀρχὴν εἶναι μᾶλλον εἰκὸς ἢ τὰ πλείονα τοῦ ἑνός. Μόνος ἄρα ὁ Πατὴρ ἀρχὴ μία τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὥσπερ καὶ μόνη ἡ Τριὰς ἀρχὴ μία πάσης τῆς κτίσεως. Τοῦτο δὲ καὶ ὁ θεῖος Διονύσιος διαρρήδην φησί· «Μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ». α Πατήρ γέννησις ἐκπόρευσις β Υἱός γ Πνεῦμα ἅγιον λγʹ. Ἡ παρὰ τοῦ αὐτοῦ ἐνεργοῦντος ἐν τῷ αὐτῷ χρόνῳ διάφορος ἐνέργεια διάφορον ἀποτελεῖ τὸ ἐνέργημα. Ἔστω τὸ αὐτὸ ἐνεργοῦν, ἐφ’ οὗ α· ἐνέργειαι δὲ αὐτοῦ ἐν τῷ αὐτῷ χρόνῳ μία μὲν ἡ πρὸς τὸ β, ἑτέρα δὲ διάφορος πρὸς αὐτήν, ἡ πρὸς τὸ γ. Λέγω, ὅτι καὶ τὸ γ διαφέρον ἔσται τοῦ β.

Εἰ γὰρ τὸ αὐτὸ ἔσται, ἐφαρμόσει πάντως αὐτῷ, καὶ ἡ πρὸς αὐτὸ δὲ ἐνέργεια ἐφαρμόσει τῇ πρὸς τὸ β ἐνεργείᾳ. Μία ἄρα καὶ ἡ αὐτὴ ἔσται. Ἀλλ’ ὑπέκειντο εἶναι δύο καὶ πρὸς ἀλλήλας διάφοροι· καὶ τὸ γ ἄρα διαφέρον ἔσται τοῦ β. Ἔστω τὸ μὲν α ὁ Πατὴρ ὁ ἀϊδίως καὶ φυσικῶς ἐνεργῶν, τὸ β δὲ ὁ Υἱός, τὸ δὲ γ τὸ Πνεῦμα τὸ ἅγιον, ἐνέργειαι δὲ διάφοροι πρὸς ἀλλήλας, ἡ πρὸς τὸ β μέν, ἡ τοῦ Υἱοῦ γέννησις, ἡ δὲ πρὸς τὸ γ, ἡ τοῦ θείου Πνεύματος ἐκπόρευσις. Διαφέρον ἄρα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεὶ καὶ αἱ πρὸς τὴν ὕπαρξιν ἑκατέρου ἐνέργειαι διαφέρουσαι· καὶ οὐκ ἂν ἡμῖν ἔτι δέοι διακρίσεως ἑτέρας τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, αὐτῶν τῶν διαφόρων ἐνεργειῶν καὶ προόδων διακρίνειν αὐτὰ δυναμένων.

λδʹ. Ἐρωτῶσιν ἡμᾶς οἱ τὰ Λατίνων φρονοῦντες, εἰ μετὰ τῆς ἑαυτοῦ δυνάμεως καὶ σοφίας ὁ Πατὴρ προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον, ἢ ἀσόφως καὶ ἀδυνάτως, ἵν’ εἰ τὸ δεύτερον φεύγοντες τὸ πρῶτον ἀποκρινούμεθα. πρὸς τὴν ἑαυτῶν ἡμᾶς ἀπαγάγωσι δόξαν, ὅτι εἰ σοφία καὶ δύναμις τοῦ Πατρός ἐστιν ὁ Υἱός, μετὰ τοῦ Υἱοῦ ἄρα προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον ὁ Πατήρ, καὶ οὐ μόνος αὐτός.

Ὅτι μὲν οὖν μετὰ τοῦ Υἱοῦ προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον ὁ Πατήρ, εἴτ’ οὖν μετὰ τοῦ λόγου καὶ τῆς σοφίας καὶ τῆς δυνάμεως, οὐδ’ ἡμεῖς ἀρνησόμεθα· συμπρόεισι γὰρ τῷ Λόγῳ κατὰ τοὺς θείους Πατέρας τὸ Πνεῦμα τὸ ἅγιον καὶ συμπαρομαρτεῖ καὶ συναναφαίνει αὐτόν, καὶ οὔτε Λόγος ἐστὶν ἄνευ Πνεύματος, οὔτε τὸ Πνεῦμα πρόεισιν ἄνευ τοῦ Λόγου. Πλὴν οὐχ οὕτως, ὥστε καὶ τὸν Υἱὸν αἴτιον τῆς τοῦ Πνεύματος ὑπάρξεως εἶναι, καθάπερ οὐδὲ τὸ Πνεῦμα τοῦ Υἱοῦ αἴτιον· τὰ γὰρ ὁμοῦ καὶ κατὰ ταὐτὸν ἔκ τινος προϊόντα, καὶ ἀλλήλων αἴτια εἶναι ἀδύνατον. Οὐ τοίνυν εἰ μετὰ τοῦ Υἱοῦ πρόεισι, καὶ ἐκ τοῦ Υἱοῦ προϊέναι ἀνάγκη τὸ Πνεῦμα τὸ ἅγιον· εἰ δὲ μή, τῶν κτισμάτων οὐδὲν διοίσει τῶν διὰ λόγου Θεοῦ καὶ δυνάμεως καὶ σοφίας γεγενημένων· Πάντα γάρ, φησί, δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν. Ὃ ἄρα μὴ γέγονεν, οὐδὲ δι’ αὐτοῦ τὸ εἶναι ἔχειν ἀνάγκη.

Ἔπειτα οὐχ οὕτω σοφία καὶ δύναμις τοῦ Πατρός ἐστιν ὁ Υἱός, ὡς Υἱὸς ἢ Λόγος· Υἱὸς μὲν γὰρ καὶ Λόγος οὕτως ἐστὶ τοῦ Πατρός, ὡς μὴ ὄντος αὐτοῦ Υἱοῦ μηδὲ Λόγου (πρὸς τὸν πατέρα γὰρ ὁ υἱὸς ἀναφέρεται καὶ πρὸς τὸν λέγοντα ὁ λόγος)· σοφία δὲ καὶ δύναμις οὕτως ἐστὶ τοῦ Πατρός, ὡς καὶ αὐτοῦ σοφίας καὶ δυνάμεως ὄντος καὶ οὐ σοφοῦ καὶ δυνατοῦ μόνον· σοφία γάρ ἐστιν ἐκ σοφίας καὶ δύναμις ἐκ δυνάμεως ὥσπερ Θεὸς ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτός· λέγεται δὲ τοῦ Πατρὸς σοφία καὶ δύναμις, ὡς ὅλην αὐτοῦ τὴν σοφίαν καὶ τὴν δύναμιν ἔχων, ὡς ἂν εἰκὼν ἀρχετύπου. Ἀλλὰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐδὲν ἧττον σοφία καὶ δύναμις· καὶ τούτῳ γε οὐδεὶς ἀντερεῖ τῶν τὰς Γραφὰς εἰδότων, καὶ ὅτι κοινὰ καὶ οὐσιώδη τῶν θείων εἰσὶ προσώπων ταυτὶ τὰ ὀνόματα, καὶ ὁ θεῖος δὲ Αὐγουστῖνος ἐν τῷ περὶ Τριάδος βιβλίῳ τούτοις συμμαρτυρεῖ. Εἰ τοίνυν σοφία καὶ δύναμις ἐκ σοφίας καὶ δυνάμεως τοῦ Πατρὸς ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, περιττόν ἐστι καὶ μάταιον ἐρωτᾶν, εἰ μετὰ τῆς ἑαυτοῦ σοφίας καὶ δυνάμεως ὁ Πατὴρ προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον, εἰ μή τις αὐτὸ κτίσμα βούλοιτο κατασκευάζειν, καθάπερ εἴρηται· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει.

Ἀλλ’ οὔτε διὰ μέσης σοφίας καὶ δυνάμεως ὁ Πατὴρ ἦλθεν ἐπὶ τὴν τοῦ Πνεύματος ἐκπόρευσιν, ὥσπερ οὐδ’ ἐπὶ τὴν τοῦ Υἱοῦ γέννησιν, οὔτε διὰ μέσης θεότητος ὅλως· τῶν γὰρ κτισμάτων ἴδιον τὸ τοιοῦτον οἱ θεολόγοι φασίν. Ἀμέσως· ἄρα καὶ ἐξ αὐτῆς τῆς οὐσίας τοῦ Πατρὸς ἐπίσης ἄμφω προΐασιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μετ’ ἀλλήλων μέν, οὐκ ἐξ ἀλλήλων δὲ οὐδ’ ὅλως ἐκ θατέρου θάτερον.

λεʹ. Εἴ τι ἐπὶ πλειόνων ἑνικῶς ἐν τοῖς θείοις προσώποις λέγεται, ἢ οὐσία πάντως ἢ οὐσιῶδές ἐστιν. Ὥσπερ γὰρ ἕν ἐστι πάντῃ, καθ’ ὃ τῶν λοιπῶν ἕκαστον τῶν προσώπων χωρίζεται, οὕτω καὶ ἕν ἐστι πάντῃ, καθ’ ὃ τὰ τρία ἑνίζονται.

Τοῦτο δʹ ἐστὶν ἡ μία τῷ ἀριθμῷ οὐσία ἤ τι τῶν οὐσιωδῶς αὐτῇ προσόντων, οἷον ἡ μία θέλησις ἢ ἡ μία δύναμις ἢ ἡ μία ἐνέργεια. Λέγομεν γὰρ Θεὸν ἐκ Θεοῦ τὸν Υἱόν, καὶ ἄμφω Θεὸν ἕνα, φῶς ἐκ φωτός, καὶ ἄμφω ἓν φῶς, σοφίαν ἐκ σοφίας, καὶ ἄμφω μίαν σοφίαν, δύναμιν ἐκ δυνάμεως, καὶ ἄμφω μίαν δύναμιν. Κατ’ οὐδὲν ἄρα δύνανται ἓν εἶναι τὰ θεῖα πρόσωπα, εἰ μὴ καθ’ ὅ ἐστιν ἐν αὐτοῖς ἕν· τοῦτο δ’ ἐστὶν οὐσιῶδες. Εἰ τοίνυν καὶ τὸ προβάλλειν ἕν ἐστιν ἐν Πατρὶ καὶ Υἱῷ, ἢ κοινωνήσει τούτου καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐσιώδους γε ὄντος, καὶ ἔσται καὶ αὐτὸ προβάλλον ἕτερον δήπου πρόσωπον, ἢ οὐσιώδους τινὸς ἀλλότριον ὄν, οὐκ ἄδηλον ὅτι καὶ τῆς οὐσίας ἀλλότριον ἔσται. Τούτοιν ὁπότερον ἂν βούλοιντο τοῖν βαράθροιν ἑλέσθωσαν οἱ Λατῖνοι· καὶ ἄμφω δὲ ἐκτρεπόμενοι, τὴν ἑαυτῶν δόξαν ἀπολιπέτωσαν πρότερον, ἥτις ἐξ ἀνάγκης ἐπὶ ταῦτα ἀπάγει.

λϛʹ. Εἰ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἐκ δὲ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα μόνον κατὰ τοὺς Λατίνους, οὐκ ἄρα τῶν αὐτῶν αἴτια ἡ οὐσία τοῦ Πατρὸς καὶ ἡ οὐσία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· τὰ δὲ μὴ τῶν αὐτῶν αἴτια, οὐδὲ τὰ αὐτὰ πάντως· ἄλλο ἄρα ἡ οὐσία τοῦ Πατρὸς καὶ ἄλλο ἡ οὐσία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἐξ ἀνάγκης δὲ καὶ ἡ τοῦ Πνεύματος ἄλλο· πολλαὶ ἄρα οὐσίαι ἐν τῇ θείᾳ Τριάδι.

Τοῦτο δὲ βλάσφημον καὶ παράλογον. λζʹ. Εἰ ὁ μὲν Πατὴρ αἴτιος Υἱοῦ καὶ Πνεύματος, ὁ δὲ Υἱὸς τοῦ Πνεύματος μόνον, τὰ δὲ μὴ τῶν αὐτῶν αἴτια οὐδὲ τὰ αὐτὰ πάντως, οὐκ ἄρα ἓν καὶ τὸ αὐτὸ αἴτιον ἐπὶ τῆς θείας Τριάδος, ἀλλὰ δύο τὰ αἴτια, καὶ μάτην οἱ Λατῖνοι τὰς δύο ἀρχὰς φεύγουσιν.

ληʹ. Ἡ τοῦ Υἱοῦ προσηγορία δύο ταῦτα σημαίνει, τήν τε πρὸς τὸν Πατέρα σχέσιν, καθ’ ἣν τὸ εἶναι παρ’ αὐτοῦ ἔχει, καὶ τὸ πρὸς αὐτὸν ὁμοούσιον· πᾶς γὰρ υἱὸς τῷ πατρὶ ὁμοούσιος. Ὡσαύτως δὲ καὶ ἡ τῆς γεννήσεως· τήν τε γὰρ αἰτίαν ὅθεν ἔχει τοῦ εἶναι, καὶ τὴν ὁμοουσιότητα παρίστησιν ἱκανῶς. Οὐχ οὕτω δὲ καὶ ἡ τοῦ ἁγίου Πνεύματος, οὔτε μὴν ἡ τῆς ἐκπορεύσεως· ἀλλ’ ὅταν μὲν ἀκούσωμεν Πνεῦμα Πατρός, δῶρόν τι τοῦ Πατρὸς ἐνοήσαμεν εἰς ἡμᾶς φθάνον καὶ ἡμᾶς ἁγιάζον καὶ ἐν ἡμῖν ἐνεργοῦν. Λέγει γὰρ ὁ Κύριος· Τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Ὅθεν καὶ Υἱοῦ Πνεῦμα τὸ αὐτὸ λέγεται· κοινὸν γάρ ἐστι δῶρον ἀμφοῖν, ὡς καὶ ὁ μακάριός φησιν Αὐγουστῖνος. Ὅταν δὲ ἀκούσωμεν Πνεῦμα ἐκ Πατρὸς ἐκπορευόμενον, ἐνταῦθα τὴν μὲν αἰτίαν ὅθεν ἔχει τοῦ εἶναι, καὶ τὴν ὑπόστασιν αὐτὴν ἐξελάβομεν, οὐ μέντοι καὶ τὸ ὁμοούσιον· οὔτε γὰρ ἡ τοῦ Πνεύματος φωνή, οὔτε μὴν ἡ τῆς ἐκπορεύσεως τοῦτο δύναται.

Διὰ τοῦτο οἱ θεολόγοι, ὅταν μὲν τὴν αἰτίαν ἁπλῶς ὅθεν ἔχει τοῦ εἶναι, παραστῆσαι βούλωνται, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευόμενον λέγουσιν, ἐξ αὐτοῦ τοῦ Κυρίου τοῦτο παρειληφότες, οὐχ ἡμιτελῶς θεολογοῦντες οὐδὲ τὸ ἐγγύτερον αἴτιον παραλιμπάνοντες (ἄπαγε τῆς ἀτοπίας!)· ὅταν δὲ ὁμοῦ καὶ τὴν ὁμοουσιότητα δηλοῦν ἐθέλωσι, τότε καὶ τὸ δι’ Υἱοῦ προστιθέασι καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ ἐκπορευόμενον λέγουσιν, ὡσανεὶ λέγοντες· Οὐκ ἄνευ τοῦ Υἱοῦ, οὐχ ἑτεροφυῶς παρὰ τὸν Υἱόν, ἀλλ’ ἅμα τῇ γεννήσει νοείσθω καὶ ἡ ἐκπόρευσις, ὥσπερ ὅταν λέγωμεν.

Διὰ τοσούτου χρόνου τόδε γέγονεν, οἱονεὶ συμπροϊόντος τοῦ χρόνου. Ὅθεν καὶ ὁ θεῖός φησι Μάξιμος δι’ Υἱοῦ γεννηθέντος ἀφράστως ἐκπορευόμενον, οὐκ ἂν προσθεὶς τὸ γεννηθέντος, εἰ μὴ τοῦτο νοεῖν ἠβούλετο. Ὅτι δὲ καὶ οἱ λοιποὶ τοῦτο νοοῦσι, μάρτυς ὁ αὐτὸς ἐν τῇ πρὸς Μαρῖνον ἐπιστολῇ τοὺς τότε Ῥωμαίους λέγων «οὐκ αἰτίαν τοῦ Πνεύματος τὸν Υἱὸν ποιεῖν, ἀλλ’ ἵνα τὸ δι’ αὐτοῦ προϊέναι δηλώσωσι, καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον παραστήσωσιν». Ἡ δὲ νῦν καταγέλαστος τῶν Λατίνων θεολογία τὸ ἐγγύτερον αἴτιον ἐκ τοῦ δι’ Υἱοῦ νοοῦσα καὶ τὸν Πατέρα πορρώτερον αἴτιον καὶ οὐ προσεχὲς τιθεῖσα τῆς τοῦ ἁγίου Πνεύματος ὑποστάσεως, ὥσπερ δὴ τὸν Ἐνὼς διὰ τοῦ Σὴθ ἐκ τοῦ Ἀδὰμ λέγομεν, τῆς μὲν τοῦ σεπτοῦ Γρηγορίου τοῦ Νύσσης φωνῆς οὐκ ἀκούει, λεγούσης. ὅτι «ἡ τοῦ Υἱοῦ μεσιτεία καὶ αὐτῷ τὸ μονογενὲς φυλάττει καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως οὐκ ἀπείργει»· βαθμοὺς δὲ καὶ ὑποβάσεις ἐπὶ τῆς ἁγίας Τριάδος εἰσάγει καὶ τὸν μὲν Πατέρα τίθησιν ἀνώτατόν τε καὶ πρῶτον αἴτιον, τὸν δὲ Υἱὸν κατώτερον καὶ δεύτερον αἴτιον ὥσπερ τι διατείχισμα μέσον τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, τὸ δὲ ἅγιον Πνεῦμα κατώτατον καὶ αἰτιατὸν μόνον, καὶ οὕτως εἰς τὸ τῆς τριθεΐας βάραθρον καταπίπτει καὶ τὰ θεῖα πρόσωπα περιγράφει καὶ τὸ Πνεῦμα ὥσπερ υἱωνὸν ἀπεργάζεται.

λθʹ. Ἐνέτυχόν τινι τῶν Λατινικῶν διδασκάλων ὑπὲρ αὐτῶν γράφοντι, ὅτι οὐ χρὴ λέγειν ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον (οὕτω γὰρ δύο τὰ αἴτια καὶ διαφέροντα ἔσται, τὸ μὲν ἐγγύτερον, τὸ δὲ πορρώτερον), ἀλλ’ ἐκ Πατρὸς καὶ Υἱοῦ, καθάπερ οὖν καὶ ἐν τῷ συμβόλῳ προστέθειται, ἵνα ὡς ἓν αἴτιον ὁ Πατὴρ καὶ ὁ Υἱὸς νοῆται τοῦ ἁγίου Πνεύματος. Εἰ οὖν οὕτως ἔχει, καθάπερ ἐκεῖνός φησι, πρῶτον μὲν αὐτοῖς διέπεσεν ἡ σπουδαζομένη δῆθεν συμφωνία πρὸς τοὺς παρ’ ἡμῖν διδασκάλους, καὶ οὐκέτι λοιπὸν ἐκ τοῦ δι’ Υἱοῦ τὸ προσεχὲς αἴτιον νοητέον, οὔτε τὴν διά ληπτέον ἀντὶ τῆς ἐκ. ὥς τινες τῶν ἐξ Υἱοῦ ἐκπεσόντων ἐλήρησαν. Ἔπειτα καὶ οὕτως, εἰ διακεκριμένα πρόσωπα τὸ Πνεῦμα προβάλλει τὸ ἅγιον, καὶ τὸ μὲν παρ’ ἑαυτοῦ τοῦτ’ ἔχει, τὸ δ’ ἐκ τοῦ ἑτέρου λαβόν, δύο πάντως αἴτια κἀντεῦθεν ἔσται, καὶ τὴν διά παρ’ ἑαυτῶν ἀπολέσαντες, τὰς δύο ἀρχὰς οὐδ’ οὕτως ἐξέφυγον, ἀλλὰ καὶ τὸ τοῦ δόγματος αὐτῶν ἀσύμφωνον καὶ πρὸς ἑαυτὸ μαχόμενον καὶ πανταχόθεν ἀσύστατον ἔδειξαν.

μʹ. Ἤρετό μέ τις τῶν ἐξ ἡμῶν ἐκπεσόντων καὶ τῶν Λατίνων ὑπερμαχούντων, εἰ μὴ πᾶν τὸ ἔκ τινος διά τινος φυσικῶς προϊόν, αἴτιον ἔχει τὸ δι’ οὗ πρόεισιν; Ἐγὼ δὲ αὐτὸν ἀντηρόμην, εἰ μὴ πᾶν τὸ ἔκ τινος διά τινος φυσικῶς προϊόν, δύο ἔχει τὰ αἴτια τῆς ἑαυτοῦ ὑπάρξεως, τό τε ἐξ οὗ καὶ τὸ δι’ οὗ πρόεισι; Καὶ γὰρ ὁ ἄνθρωπος ἐξ ἀνδρὸς διὰ γυναικὸς γεννώμενος, ὥς φησιν ὁ Ἀπόστολος, δύο ἔχει τὰ αἴτια, τὸν πατέρα δηλονότι καὶ τὴν μητέρα· καὶ ὁ Ἰακὼβ ἐκ τοῦ Ἁβραὰμ διὰ τοῦ Ἰσαὰκ γεννηθείς, δύο ἔχει τὰ αἴτια, τὸ μὲν ἔγγιον, τὸ δὲ πορρώτερον, τὸν πατέρα δηλαδὴ καὶ τὸν πάππον. Εἰ οὖν τοῖς ἐξ ἡμῶν παραδείγμασι τὴν ἑαυτῶν κρατύνειν πειρῶνται θεολογίαν, ὁμολογείτωσαν καὶ τὰ δύο αἴτια καὶ τὰς δύο ἀρχάς, καὶ μὴ τὰ ἐξ ἀνάγκης ἑπόμενα τοῖς οἰκείοις λόγοις ἀρνείσθωσαν.

μαʹ. Καὶ πῶς, φησίν, ἡ κτίσις ἐκ Πατρὸς δι’ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι τὸ εἶναι λαβοῦσα, οὐ τρία ἔχει τὰ αἴτια, ἀλλ’ ἓν αἴτιον καὶ ἕνα δημιουργόν; — Ἡ κτίσις, ὦ θαυμάσιε, πρὸς αὐτὸν ἔφην, οὔτε ἐκ τῆς οὐσίας εἴρηται τοῦ Πατρὸς ἢ τοῦ Υἱοῦ, οὔτε μὴν ἐκ τῆς ὑποστάσεως, ἀλλ’ ἐκ τῆς κοινῆς θελήσεως καὶ δυνάμεως, ἥτις ἐστὶ μία καὶ ἡ αὐτὴ τῶν τριῶν· ὅθεν καὶ τὸν ἕνα Θεὸν αἴτιον ἔχει καὶ δημιουργόν. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς ὑποστάσεως εἴρηται τοῦ Πατρός· εἰ δὲ τὸ αὐτὸ καὶ ἐκ τῆς ὑποστάσεώς ἐστι τοῦ Υἱοῦ καθ’ ὑμᾶς, δύο ὑποστάσεις αἰτίας ἔχον, δύο αἰτίας καὶ δύο ἀρχὰς ἕξει πάντως, εἰ μὴ μεθύομεν. Μὴ οὖν ἀνοικείοις παραδείγμασι χρῆσθε πάλιν· ἡ γὰρ κτίσις οὐ φυσικῶς, ἀλλὰ δημιουργικῶς ἐκ Θεοῦ.

μβʹ. Εἰ τὸν Υἱὸν προσεχὲς αἴτιον τοῦ ἁγίου Πνεύματος λέγουσι, τὸν Πατέρα δὲ οὐ προσεχές, ταῦτα δὲ ἀντικείμενα, τὰ δ’ ἀντικείμενα συνελθεῖν ἀδύνατον, οὐκ ἄρα ἓν αἴτιον ὁ Πατὴρ ἔσται καὶ ὁ Υἱός, ἀντικείμενα αἴτια ὄντα· δύο ἄρα· καὶ ποῦ τὰς δύο ἀρχὰς οἱ σχέτλιοι φεύξονται πανταχόθεν αὐτοῖς ἑπομένας;

μγʹ. Οἱ Λατῖνοι προσεχὲς καὶ οὐ προσεχὲς αἴτιον ἐπὶ Πατρὸς καὶ Υἱοῦ λέγοντες καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον φυσικῇ τινι τάξει καὶ ἀναγκαίᾳ, δῆλον ὅτι διϊστῶσι τοῦ Πατρὸς τὸ ἅγιον Πνεῦμα καὶ βαθμοὺς καὶ ὑποβάσεις εἰσάγουσιν ἐπὶ τῆς ἁγίας Τριάδος, καὶ τὸν μὲν Πατέρα μείζονα τοῦ Υἱοῦ λέγουσι, τὸν δὲ Υἱόν, τοῦ ἁγίου Πνεύματος.

Ἀλλ’ ἀκουέτωσαν τῆς πέμπτης συνόδου τῶν οἰκουμενικῶν, ὅτι ταῦτα τοῦ Ὠριγένους εἰσὶ δόγματα· λέγει γὰρ ὁ ἀοίδιμος βασιλεὺς Ἰουστινιανὸς ἐν τῷ κατ’ αὐτοῦ λόγῳ περὶ αὐτοῦ τάδε· «Ὅστις πρὸ πάντων εἰς αὐτὴν τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα βλασφημήσας, ἐτόλμησεν εἰπεῖν, τὸν μὲν Πατέρα μείζονα εἶναι τοῦ Υἱοῦ, τὸν δὲ Υἱόν, τοῦ ἁγίου Πνεύματος». Ὅθεν καὶ πολύθεον αὐτὸν ἐν τῷ αὐτῷ λόγῳ φησί. Καὶ εἰκότως· λέγει γὰρ καὶ ὁ θεολόγος Γρηγόριος· «Ἡμῖν εἷς Θεός, ὅτι μία θεότης καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει». Εἰ τοίνυν οἱ πρὸς ἓν τὰ ἐξ αὐτοῦ ἀναφέροντες εἰς ἕνα Θεὸν πιστεύουσιν, οἱ μὴ πρὸς ἓν τὰ δύο, ἀλλὰ τὸ ἓν ἀναφέροντες πρὸς τὰ δύο, δῆλον ὅτι οὐκ εἰς ἕνα Θεόν, ἀλλ’ εἰς πολλοὺς πιστεύουσι· καὶ τί ἔτι τοῖς Ἕλλησι μέμφονται;