Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ὁμολογία πίστεως

Μᾶρκος ὁ Εὐγενικός

Η αυθεντία των Συνόδων και η άρνηση εκκλησιαστικής κοινωνίας

Επίκληση των αποφάσεων των Οικουμενικών Συνόδων και δήλωση διακοπής κοινωνίας με όσους εισάγουν καινοτομίες στο Σύμβολο της Πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 4 από 5

Τοῦτο τὸ ἱερὸν τῆς πίστεως μάθημά τε καὶ σύμβολον, τὸ παρὰ μὲν τῆς πρώτης καὶ δευτέρας τῶν συνόδων ἐκτεθέν, παρὰ δὲ τῶν λοιπῶν κυρωθὲν καὶ βεβαιωθέν, ὅλῃ ψυχῇ δεχόμενος καὶ φυλάττων, ἀποδέχομαι καὶ ἀσπάζομαι πρὸς ταῖς εἰρημέναις ἑπτὰ συνόδοις καὶ τὴν μετ’ αὐτὰς ἀθροισθεῖσαν ἐπὶ τοῦ εὐσεβοῦς Βασιλείου βασιλέως Ῥωμαίων καὶ τοῦ ἁγιωτάτου πατριάρχου Φωτίου, τὴν καὶ οἰκουμενικὴν ὀγδόην ὀνομασθεῖσαν, ἣ καὶ τῶν τοποτηρητῶν παρόντων Ἰωάννου τοῦ μακαρίου πάπα τῆς πρεσβυτέρας Ῥώμης Παύλου καὶ Εὐγενίου τῶν ἐπισκόπων καὶ Πέτρου πρεσβυτέρου καὶ καρδιναλίου, ἐκύρωσε μὲν καὶ ἀνεκήρυξε τὴν ἑβδόμην οἰκουμενικὴν σύνοδον καὶ ταῖς πρὸ αὐτῆς συντάττεσθαι διωρίσατο, ἀποκατέστησε δὲ τῷ οἰκείῳ θρόνῳ τὸν ἁγιώτατον Φώτιον, κατέκρινε δὲ καὶ ἀνεθεμάτισε, καθάπερ καὶ αἱ πρὸ αὐτῆς οἰκουμενικαὶ σύνοδοι, τοὺς τολμῶντας προσθήκην τινὰ καινοτομεῖν ἢ ὑφαίρεσιν ἢ ὅλως ἐναλλαγὴν ἐπὶ τῷ προρρηθέντι συμβόλῳ. «Εἴ τις γάρ», φησί, «παρὰ τοῦτο τὸ ἱερὸν σύμβολον τολμήσει ἕτερον ἀναγράψασθαι ἢ προσθεῖναι ἢ ὑφελεῖν, καὶ ὅρον ὀνομάσαι ἀποθρασυνθείη, κατάκριτος καὶ πάσης χριστιανικῆς πολιτείας ἀπόβλητος». Τὰ δ’ αὐτὰ καὶ ὁ πάπας Ἰωάννης πρὸς τὸν ἁγιώτατον Φώτιον ἐπιστέλλων φησὶ πλατύτερόν τε καὶ καθαρώτερον περὶ τῆς ἐν τῷ συμβόλῳ ταύτης προσθήκης.

Αὕτη ἡ σύνοδος καὶ κανόνας ἐξέθετο τοὺς ἐν πᾶσι τοῖς κανονικοῖς βιβλίοις εὑρισκομένους.

Κατὰ τοὺς ὅρους τοίνυν αὐτῆς καὶ τῶν πρὸ αὐτῆς συνόδων τὸ ἱερὸν τῆς πίστεως σύμβολον ἀκίνητον δεῖν φυλάττεσθαι κρίνων, ὡς ἐξεδόθη, καὶ οὓς ἀποδέχονται συναποδεχόμενος, καὶ οὓς ἀποβάλλονται συναποβαλλόμενος. οὐδέποτε εἰς κοινωνίαν προσδέξομαι τοὺς τολμήσαντας ἐν τῷ συμβόλῳ τὴν καινοτομίαν προσθεῖναι περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, ἕως ἂν ἐμμένωσι τῇ τοιαύτῃ καινοτομίᾳ· «ὁ γὰρ κοινωνῶν» φησί «τῷ ἀκοινωνήτῳ, καὶ αὐτὸς ἀκοινώνητος ἔστω».