Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Διάλογος περὶ τῆς προσθήκης εἰς τὸ σύμβολον ὑπὸ τῶν Λατίνων γενομένης

Μᾶρκος ὁ Εὐγενικός

Ο έλεγχος της καινοτομίας και η Σύνοδος επί Φωτίου

Κριτική της προσθήκης στο Σύμβολο ως πρακτικής που προκαλεί σκάνδαλο και ταυτίζεται με ενέργειες αιρετικών, με αναφορά στη Σύνοδο επί πατριάρχου Φωτίου και την επιστολή του πάπα Ιωάννη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 3 από 4

Καὶ αὖθις· «Εἴ τις πᾶσαν παράδοσιν ἐκκλησιαστικὴν ἔγγραφον ἢ ἄγραφον ἀθετεῖ, ἤτω ἀνάθεμα». Ἆρ’ οὖν οὐκ ἀθετεῖτε τὴν ἔγγραφον τῶν Πατέρων παράδοσιν τῇ παρεγγράπτῳ καινοτομίᾳ; Πῶς δὲ οὐκ ἐρυθριᾶτε, τὸ μὲν λοιπὸν ἅπαν σύμβολον ὡς οἱ Πατέρες ἐκεῖνοι συνέθηκαν λέγοντες, μίαν δὲ μόνην λέξιν ἀφ’ ἑαυτῶν παρεμβάλλοντες;

Τῶν γὰρ αἱρετικῶν ἔργον τοῦτο, τὸ προστιθέναι καὶ ἀφαιρεῖν λέξεις, διὰ τούτου κρατῦναι θελόντων τὴν ἑαυτῶν αἵρεσιν. Ἆρ’ ἂν ἐποιήσατε εἰς τὸ Εὐαγγέλιον τοῦτο; εἰς δὲ τὸν Ἀπόστολον; εἴς τινα δὲ ὅλως τῶν διδασκάλων ὑμῶν; Ἆρ’ οὐκ ἂν ἀπῃτήσατε δίκην, εἴ τις ἐφωράθη τοῦτο τετολμηκώς;

Εἰ δὲ καὶ μὴ προσῆσαν οἱ τοσοῦτοι διορισμοὶ καὶ αἱ φρικώδεις ἀραὶ καὶ τὰ μυρία κωλύματα, ἆρ’ οὐκ αἰσχρὸν ἂν ἦν ἀλλοτρίοις συγγράμμασι διαδοθεῖσιν ἤδη καὶ κεκρατηκόσι κατὰ πᾶσαν τὴν οἰκουμένην παρεμβάλλειν οἰκείας λέξεις, καὶ τοσοῦτον ἐγείρειν ταῖς Ἐκκλησίαις σκάνδαλον; Ἄτεγκτοι καὶ θηριώδεις ὑμεῖς, «ἦ ῥὰ σιδήρεος ὕμμιν ἐνὶ στήθεσι θυμός», οἳ τοὺς ἀδελφοὺς σκανδαλιζομένους περιορᾶτε καὶ διϊσταμένους ὑμῶν, ἵνα μόνον τὸ οἰκεῖον θέλημα καὶ τὴν καινοτομίαν μὴ λύσητε. Τί ἔτι; Μετὰ τὴν ἑβδόμην σύνοδον ἑτέρα συναθροίζεται πάλιν ἐπὶ Βασιλείου βασιλέως Ῥωμαίων, συγκροτοῦντος αὐτὴν τοῦ ἁγιωτάτου Φωτίου τοῦ πατριάρχου. Αὕτη ἡ σύνοδος οἰκουμενική τε ὠνομάσθη ὀγδόη καὶ τοποτηρητὰς εἶχεν Ἰωάννου τοῦ μακαρίου πάπα τῆς πρεσβυτέρας Ῥώμης Παῦλον καὶ Εὐγένιον ἐπισκόπους καὶ Πέτρον πρεσβύτερον καὶ καρδηνάλιον. Αὕτη καὶ τὴν ἑβδόμην ἐπεκύρωσε σύνοδον καὶ τὸν μακάριον Φώτιον ἐβεβαίωσε τῷ οἰκείῳ θρόνῳ καὶ τοὺς τολμῶντας ἔκτοτε τὴν προσθήκην ταύτην ἐν τῷ συμβόλῳ λέγειν τῷ ἀναθέματι παραδέδωκεν. «Εἴ τις γάρ» φησί «παρὰ τοῦτο τὸ ἱερὸν σύμβολον τολμήσει ἕτερον ἀναγράψασθαι ἢ προσθεῖναι ἢ ὑφελεῖν καὶ ὅρον ὀνομάσαι ἀποθρασυνθείη, κατάκριτος καὶ πάσης χριστιανικῆς πολιτείας ἀπόβλητος».

Τὰ δ’ αὐτὰ καὶ ὁ πάπας Ἰωάννης πρὸς τὸν ἁγιώτατον Φώτιον ἐπιστέλλων φησὶ πλατύτερόν τε καὶ καθαρώτερον περὶ τῆς ἐν τῷ συμβόλῳ ταύτης προσθήκης. Αὕτη ἡ σύνοδος καὶ κανόνας ἐξέθετο τοὺς ἐν πᾶσι τοῖς κανονικοῖς βιβλίοις εὑρισκομένους.