Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἐγκύκλιος ἐπιστολὴ πρὸς τοὺς ἀνατολικοὺς καὶ ὅρος τῆς ἐν Φλωρεντίᾳ συνόδου

Μᾶρκος ὁ Εὐγενικός

Δογματική αναίρεση και χαρακτηρισμός των Λατίνων ως αιρετικών

Απόρριψη των λατινικών επιχειρημάτων για την εκπόρευση του Αγίου Πνεύματος και τεκμηρίωση της αντιμετώπισης των Λατίνων ως αιρετικών που χρήζουν αναμυρώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 5

Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος; «Οὐδέποτε, φησίν, ἡ τῶν Γραικῶν Ἐκκλησία τὸ ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι ἔλεγεν, ἀλλ’ ἁπλῶς ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι· τοῦτο δὲ τὸν Υἱὸν οὐκ ἐκβάλλει τῆς ἐκπορεύσεως· ὥστε κατὰ τοῦτο καὶ πρότερον ἦμεν καὶ νῦν ἐσμεν ἡνωμένοι». — Φεῦ τῆς ἀνοίας· φεῦ τῆς τυφλώσεως! Εἰ δὲ ἀεὶ ἡ τῶν Γραικῶν Ἐκκλησία τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι ἔλεγεν, ἐξ αὐτοῦ τοῦ Χριστοῦ καὶ τῶν ἱερῶν ἀποστόλων καὶ τῶν ἐν ταῖς συνόδοις πατέρων παραλαβοῦσα, τὸ ἐκ τοῦ Υἱοῦ δὲ οὐδέποτε ἔλεγεν (οὐδὲ γὰρ παρέλαβε τοῦτο παρ’ οὐδενός), τί γε ἄλλο ἢ τὸ ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι ἔλεγεν; Εἰ γὰρ οὐκ ἐκ τοῦ Υἱοῦ, δῆλον ὡς ἐκ μόνου τοῦ Πατρός. Ὅρα δὲ καὶ ἐπὶ τῆς γεννήσεως.

Τὸν ἐκ τοῦ Πατρός, φησί, γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Μήτις ἐνταῦθα τὸ ἐκ μόνου προστίθησιν; Ἀλλ’ οὐδὲν ἧττον καὶ νοοῦμεν τοῦτο καὶ λέγομεν ἡνίκα δεήσει· παρ’ οὐδενὸς γὰρ ἄλλου γεννᾶσθαι τὸν Υἱὸν μεμαθήκαμεν. Διὰ τοῦτο καὶ ὁ Δαμασκηνὸς Ἰωάννης ἐκ προσώπου τῆς Ἐκκλησίας ἁπάσης καὶ τῶν χριστιανῶν ἁπάντων «Ἐκ τοῦ Υἱοῦ» φησί «τὸ Πνεῦμα οὐ λέγομεν». Εἰ δὲ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγομεν, δῆλον ὡς ἐκ τοῦ Πατρὸς μόνου λέγομεν· διὸ καὶ μικρὸν ἀνωτέρω «τὸν Υἱὸν» φησίν «οὐ λέγομεν αἴτιον», καὶ ἐν τῷ ἐφεξῆς κεφαλαίῳ· «Μόνος αἴτιος ὁ Πατήρ».

Τί ἔτι; «Οὐδέποτε, φησί, τοὺς Λατίνους ὡς αἱρετικοὺς εἴχομεν, ἀλλὰ μόνον σχισματικούς». —Τοῦτο μὲν οὖν παρ’ αὐτῶν ἐκείνων εἰλήφασι· σχισματικοὺς γὰρ ἡμᾶς ἐκεῖνοι καλοῦσιν, οὐδὲν ἡμῖν ἐγκαλεῖν ἔχοντες περὶ τὴν ἡμετέραν δόξαν, ἀλλ’ ὅτι τῆς ὑποταγῆς αὐτῶν ἀπεσχίσθημεν, ἣν ὠφείλομεν, ὡς ἐκεῖνοι νομίζουσιν. Εἰ δὲ καὶ ἡμᾶς τοῦτο δίκαιον ἐκείνοις ἀντιχαρίζεσθαι καὶ οὐδὲν αὐτοῖς ἐγκαλοῦμεν περὶ τὴν δόξαν, σκεπτέον. Τὴν μὲν οὖν αἰτίαν τοῦ σχίσματος ἐκεῖνοι δεδώκασι, τὴν προσθήκην ἐξενεγκόντες ἀναφανδόν, ἣν ὑπ’ ὀδόντα πρότερον ἔλεγον· ἡμεῖς δὲ αὐτῶν ἐσχίσθημεν πρότεροι, μᾶλλον δὲ ἐσχίσαμεν αὐτοὺς καὶ ἀπεκόψαμεν τοῦ κοινοῦ τῆς Ἐκκλησίας σώματος. Διὰ τί, εἶπέ μοι; Πότερον ὡς ὀρθὴν ἔχοντας δόξαν, ἢ ὀρθῶς τὴν προσθήκην ἐξενεγκόντας; Καὶ τίς ἂν τοῦτο εἴποι, μὴ σφόδρα τὸν ἐγκέφαλον διασεσεισμένος; Ἀλλ’ ὡς ἄτοπα καὶ δυσσεβῆ φρονοῦντας καὶ παραλόγως τὴν προσθήκην ποιήσαντας. Οὐκοῦν ὡς αἱρετικοὺς αὐτοὺς ἀπεστράφημεν, καὶ διὰ τοῦτο αὐτῶν ἐχωρίσθημεν.

Διὰ τί γὰρ ἄλλο; Φασὶ γὰρ οἱ φιλευσεβεῖς νόμοι· «Αἱρετικός ἐστι καὶ τοῖς κατὰ τῶν αἱρετικῶν νόμοις ὑπόκειται ὁ καὶ μικρὸν γοῦν τι παρεκκλίνων τῆς ὀρθῆς πίστεως». Εἰ μὲν οὖν οὐδέν τι παρεκκλίνουσιν οἱ Λατῖνοι τῆς ὀρθῆς πίστεως, μάτην αὐτοὺς ὡς ἔοικεν ἀπεκόψαμεν· εἰ δὲ παρεκκλίνουσιν ὅλως, καὶ ταῦτα περὶ τὴν θεολογίαν τοῦ ἁγίου Πνεύματος, εἰς ὃ βλασφημῆσαι κινδύνων ὁ χαλεπώτατος, αἱρετικοί εἰσιν ἄρα, καὶ ὡς αἱρετικοὺς αὐτοὺς ἀπεκόψαμεν. Διὰ τί δὲ καὶ χρίομεν τῷ μύρῳ τοὺς ἐξ αὐτῶν ἡμῖν προσιόντας; Οὐκ εὔδηλον ὡς αἱρετικοὺς ὄντας; Λέγει γὰρ ὁ τῆς δευτέρας οἰκουμενικῆς συνόδου κανὼν ἕβδομος· «Τοὺς προστιθεμένους τῇ ὀρθοδοξίᾳ καὶ τῇ μερίδι τῶν σῳζομένων ἀπὸ αἱρετικῶν δεχόμεθα κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν καὶ συνήθειαν· Ἀρειανοὺς μὲν καὶ Μακεδονιανοὺς καὶ Σαββατιανοὺς καὶ Ναυατιανοὺς τοὺς λέγοντας ἑαυτοὺς Καθαροὺς καὶ Ἀριστεροὺς καὶ Τεσσαρεσκαιδεκατίτας ἤγουν Τετραδίτας καὶ Ἀπολιναριστὰς δεχόμεθα διδόντας λιβέλλους καὶ ἀναθεματίζοντας πᾶσαν αἵρεσιν μὴ φρονοῦσαν ὡς φρονεῖ ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, σφραγιζομένους ἤτοι χριομένους πρῶτον τῷ ἁγίῳ μύρῳ τό τε μέτωπον καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰς ῥίνας καὶ τὸ στόμα καὶ τὰ ὦτα, καὶ σφραγίζοντες αὐτοὺς λέγομεν· Σφραγὶς δωρεᾶς Πνεύματος ἁγίου». Ὁρᾷς τίσι συντάττομεν τοὺς ἐκ Λατίνων ἡμῖν προσιόντας;

Εἰ οὖν οὗτοι πάντες αἱρετικοί, δῆλον ὅτι κἀκεῖνοι.