Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Ἐπιστολαί
Επιστολή προς τον καθηγούμενο της Μονής Βατοπεδίου
Επικοινωνία με τον ηγούμενο της αγιορείτικης μονής, εκφράζοντας την επιθυμία επίσκεψης και απευθύνοντας νουθεσίες για αυστηρή τήρηση της πατροπαράδοτης πίστεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολή προς τον καθηγούμενο της Μονής Βατοπεδίου
Επικοινωνία με τον ηγούμενο της αγιορείτικης μονής, εκφράζοντας την επιθυμία επίσκεψης και απευθύνοντας νουθεσίες για αυστηρή τήρηση της πατροπαράδοτης πίστεως.
ΚΥΡ ΜΑΡΚΟΥ ΕΦΕΣΟΥ ΤΟΥ ΚΥΡ ΜΑΡΚΟΥ ΕΦΕΣΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ ☩ Ὁσιώτατε ἐν ἱερομονάχοις καὶ καθηγούμενε τῆς ἐν τῷ Ἁγίῳ Ὄρει σεβασμίας καὶ ἱερᾶς μονῆς τοῦ Βατοπεδίου, δέομαι τοῦ Θεοῦ ὑγιαίνειν τὴν μεγάλην ἁγιωσύνην σου καὶ σωματικῶς εἰς καταρτισμὸν μὲν καὶ στήριγμα καὶ ὠφέλειαν τῶν ὑπὸ σοὶ ποιμαινομένων ψυχῶν, εὐφροσύνην δὲ καὶ χαρὰν ἡμετέραν. Ζῶμεν καὶ ἡμεῖς ἄχρι τοῦ νῦν ἐλέει Θεοῦ διὰ τῶν σῶν ἁγίων εὐχῶν.
Ἐγὼ τὴν πρὸς ὑμᾶς ὁδὸν ἐρχόμενος, ὡς εἰς αὐτὸν τὸν οὐρανὸν ἀνερχόμενος διεκείμην, ἀνθρώποις τὴν ἀγγελικὴν ἐν σώματι διαγωγὴν ζηλοῦσιν ἐντεύξεσθαι προσδοκῶν, ἀνθρώποις τὴν ὑπερκόσμιον ἐν τῷ κόσμῳ φιλοσοφίαν ἐπιδεικνυμένοις, ἀνθρώποις τὰς ὑψώσεις τοῦ Θεοῦ διηνεκῶς ἐν τοῖς στόμασι φέρουσι καὶ τὰς διστόμους ῥομφαίας τῆς θεωρίας καὶ πράξεως ἐν. ταῖς πρακτικαῖς χερσὶ κατὰ τῶν παθῶν· ἐπιφερομένοις. Ἀλλ’ ὁ πεσὼν ἐξ οὐρανοῦ Ἑωσφόρος καὶ ἡμῖν ἀεὶ φθονῶν τῆς ἐκεῖσε πορείας ἐνέκοψεν ἡμᾶς· καὶ θαυμαστὸν οὐδέν, εἰ ἡμᾶς ἐνέκοψε τοὺς ἀχρείους καὶ μηδὲν ἀγαθὸν ἔχοντας, ὅπου γε τὸν μακάριον Παῦλον, τὸν τῆς οἰκουμένης ἥλιον, τοῦτο πεποίηκε. Πολλάκις γάρ φησι προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. Εἰ οὖν ἐκεῖνον ἐνέκοψε, στερκτέον ἂν εἴη καὶ ἡμῖν τὸ τῷ Θεῷ συγχωρούμενον· πλὴν ἀλλ’ ἔτι ταῖς ἐλπίσιν ὑμᾶς φανταζόμεθα, καὶ θαρροῦμεν ταῖς ὑμετέραις εὐχαῖς ἴσως ὄψεσθαι τὰ ποθεινὰ ὑμῶν καὶ τίμια πρόσωπα, τάχα δὲ καὶ μεθ’ ὑμῶν οἰκήσειν τὸν ἅπαντα χρόνον, ἂν ᾖ τῷ Θεῷ τοῦτο δοκοῦν. Εἰ δ’ ἄλλο τι συμβαίη. παρὰ τὴν ἡμετέραν γνώμην, εὐχαριστεῖν ἄξιον καὶ ὑπὲρ τούτου Θεῷ· καὶ γὰρ οὔπω μέχρις αἵματος ἀντικατέστημεν πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι.
Πολλὴν δὲ παράκλησιν εὕρομεν παρὰ τῶν ἐνταῦθα εὑρεθέντων ἀδελφῶν ὑμῶν, τοῦ τε τιμιωτάτου ἐκκλησιάρχου καὶ τοῦ μεγάλου οἰκονόμου καὶ τῶν λοιπῶν, οὓς ὡς ἐμψύχους εἰκόνας εἴδομεν τῆς ὑμετέρας ἀγάπης καὶ εὐλαβείας· ἐξένισαν γὰρ πολλάκις ἡμᾶς καὶ ἀνέπαυσαν καὶ παρεμυθήσαντο. Δοίη αὐτοῖς ὁ Κύριος τοὺς ἀξίους μισθοὺς τοῦ κόπου καὶ τῆς ἀγάπης αὐτῶν.
Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντοτε καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἵνα τὴν ἀληθινὴν καὶ πατροπαράδοτον πίστιν ἡμῶν ὡς καλὴν παρακαταθήκην ἀσφαλῶς φυλάττητε, μηδὲν προστιθέντες, μηδὲν ἀφαιροῦντες· οὐδὲ γὰρ ἐλλιπῆ τὴν πίστιν εἴχομεν ἄχρι τοῦ νῦν, οὐδὲ συνόδου καὶ ὅρου πρὸς τὸ μαθεῖν τι καινότερον ἐδεόμεθα οἱ τῶν οἰκουμενικῶν συνόδων καὶ τῶν ἐν ταύταις καὶ μεταξὺ τούτων διαλαμψάντων πατέρων υἱοί τε καὶ μαθηταί. Τοῦτό ἐστι τὸ καύχημα ἡμῶν, ἡ πίστις ἡμῶν, ἡ καλὴ κληρονομία τῶν πατέρων ἡμῶν. Μετὰ ταύτης Θεῷ παραστῆναι ἐλπίζομεν καὶ τῶν ἡμαρτημένων λαβεῖν τὴν ἄφεσιν· ταύτης δὲ ἄνευ οὐκ οἶδα ποία δικαιοσύνη τῆς αἰωνίου κολάσεως ἡμᾶς λυτρώσεται. Ταύτης ὁ πειρώμενος ἐκβάλλειν ἡμᾶς καὶ καινοτέραν ἐπεισάγειν ἑτέραν, κἂν ἄγγελος ἐξ οὐρανοῦ ὑπάρχῃ, ἀνάθεμα ἔστω· πάσης ἐκβαλλέσθω μνήμης καὶ θείας καὶ ἀνθρωπίνης.
Οὐδεὶς κυριεύει τῆς ἡμῶν πίστεως, οὐ βασιλεύς, οὐκ ἀρχιερεύς, οὐ ψευδὴς σύνοδος, οὐκ ἄλλος οὐδείς, ὅτι μὴ Θεὸς μόνον, ὁ ταύτην ἡμῖν παραδοὺς δι’ ἑαυτοῦ καὶ τῶν αὐτοῦ μαθητῶν. Παρακαλῶ ὑμᾶς, φησὶν ὁ θεῖς Ἀπόστολος, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχήν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ’ αὐτῶν· οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Ὁ μέντοι στερρὸς θεμέλιος τῆς πίστεως ἕστηκεν ἔχων τὴν κρηπῖδα ταύτην.
Φεύγετε οὖν, ἀδελφοί, τοὺς τῆς λατινικῆς καινοτομίας εἰσηγητὰς καὶ βεβαιωτάς, καὶ τῇ ἀγάπῃ πρὸς ἀλλήλους συνδεδεμένοι ἓν σῶμα καὶ ἓν πνεῦμα, σύμψυχοι, τὸ ἓν φρονοῦντες, συνάγεσθε πρὸς τὴν μίαν ἡμῶν κεφαλήν, τὸν Χριστόν· οὐδὲ γὰρ δίκαιον αὖθις δι’ ὑπονοίας ψυχρὰς ἐρίζειν πρὸς τοὺς ἀδελφοὺς ἀμέτρως καὶ ζῆλον ἐπιδείκνυσθαι τὸν μὴ κατ’ ἐπίγνωσιν, ἵνα μὴ φανῶμεν προφάσει τῆς πίστεως τὸ ταραχῶδες ἡμῶν καὶ μάχιμον ἐκπληροῦντες· οὐδένα γὰρ ἡ ὀρθὴ πίστις ὠφελήσει χωρὶς τῆς πρὸς τοὺς ἀδελφοὺς ἀγάπης. Ἀλλὰ καὶ ταύτην κἀκείνην ἔχετε καὶ διηνεκῶς ἕξετε, πατέρες καὶ ἀδελφοὶ σεβάσμιοι, κἂν ἐγὼ διὰ τὸ τῆς ἀγάπης χρέος ὀλίγα ὑμᾶς ὑπέμνησα, καὶ μετὰ τούτων παραστήσεσθε τῷ Δεσπότῃ, λάμποντες ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ὑμῶν. Εὔχεσθε καὶ ὑπὲρ ἐμοῦ κατὰ τὸ θέλημα τοῦ Θεοῦ τὸ λοιπὸν τῆς ζωῆς μου διενεγκεῖν, ἵνα δυνηθῶ, τὴν καλὴν ὁμολογίαν φυλάξας ἀκίνητον μέχρι τέλους, ἐν τῇ τῶν εὐαρεστησάντων Θεῷ μερίδι χώραν τινὰ τὴν ἐσχάτην εὑρεῖν.
Τοῖς ἁγίοις μου πατράσι καὶ ἀδελφοῖς πᾶσι καθ’ ἕνα ποιῶ μετάνοιαν· πρὸ πάντων δὲ ἐξαιρέτως τῷ ὁσιωτάτῳ προηγουμένῳ καὶ πνευματικῷ πατρὶ κυρῷ Γενναδίῳ, ὃν καὶ ἰδίως ἀξιῶ τῆς ἐμῆς ἀσθενείας ἐν ταῖς ἁγίαις αὐτοῦ πρὸς Θεὸν δεήσεσιν ὑπερεύχεσθαι. Αἱ ἅγιαι ὑμῶν εὐχαὶ εἴησαν μετ’ ἐμοῦ. ☩ Ὁ Ἐφέσου Μάρκος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.