Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἐπιστολαί

Μᾶρκος ὁ Εὐγενικός

Επιστολές προς τον ιερομόναχο Θεοφάνη

Αλληλογραφία με τον ιερομόναχο Θεοφάνη στον Εύριπο, όπου περιγράφονται οι διωγμοί της Εκκλησίας και παρέχονται οδηγίες για τη διακοπή της κοινωνίας με τους ενωτικούς κληρικούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 5 από 5

ΤΩ ὉΣΙΩΤΑΤΩ ἘΝ ἹΕΡΟΜΟΝΑΧΟΙΣ ΚΑΙ ΠΝΕΥΜΑΤΙΚΟΙΣ, ΚΑΙ ἘΜΟΙ ἘΝ ΧΡΙΣΤΩ ΠΟΘΕΙΝΟΤΑΤΩ ΚΑΙ ΣΕΒΑΣΜΙΩΤΑΤΩ ΔΕΣΠΟΤΗ ΚΑΙ ἈΔΕΛΦΩ ΚΥΡ ΘΕΟΦΑΝΕΙ ΕΙΣ ΤΟΝ ΕΥΡΙΠΟΝ. ☩ Ὁσιώτατε ἐν ἱερομονάχοις καὶ πνευματικοῖς καὶ ἐμοὶ ἐν Χριστῷ ποθεινότατε καὶ αἰδεσιμώτατε δέσποτα καὶ ἀδελφέ, δέομαι τοῦ Θεοῦ ὑγιαίνειν τὴν ἁγιωσύνην σου καὶ σωματικῶς· ἧς ἁγίαις εὐχαῖς ἐλέει Θεοῦ καὶ αὐτὸς ὑγιαίνω μετρίως τῷ σώματι.

Γίνωσκε ὅτι μετὰ τὸ ἀπελθεῖν ἡμᾶς εἰς τὴν Κωνσταντινούπολιν, ἀναβάντος εἰς τὸ πατριαρχεῖον ἑνὸς τῶν ὑπογραψάντων λατινοφρόνων καὶ ἐνοχλοῦντος ἡμᾶς, ἀπῆλθον εἰς τὴν ἐκκλησίαν μου ἐξ ἀνάγκης. Ἐκεῖ δὲ πάλιν μηδεμίαν εὑρὼν ἀνάπαυσιν καὶ χαλεπῶς νοσήσας καὶ ζημιούμενος παρὰ τῶν ἀσεβῶν καὶ πειραζόμενος, διότι μὴ εἶχον ὁρισμὸν αὐθεντικόν, ἐξῆλθον κἀκεῖθεν ἐπὶ σκοπῷ τοῦ ἀπελθεῖν εἰς τὸ Ἅγιον Ὄρος. Διαπεράσας οὖν εἰς τὴν Καλλίπολιν καὶ διερχόμενος διὰ τῆς Λήμνου, ἐκρατήθην ἐνταῦθα καὶ περιωρίσθην παρὰ τοῦ βασιλέως. Ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ καὶ ἡ τῆς ἀληθείας δύναμις οὐ δέδεται, τρέχει δὲ μᾶλλον καὶ εὐοδοῦται, καὶ οἱ πλείονες τῶν ἀδελφῶν τῇ ἐμῇ ἐξορίᾳ θαρροῦντες βάλλουσι τοῖς ἐλέγχοις τοὺς ἀλιτηρίους καὶ παραβάτας τῆς ὀρθῆς πίστεως καὶ τῶν πατρικῶν θεσμῶν καὶ ἐλαύνουσι πανταχόθεν αὐτοὺς ὡς καθάρματα, μήτε συλλειτουργεῖν αὐτοῖς ἀνεχόμενοι, μήτε μνημονεύειν ὅλως αὐτῶν ὡς χριστιανῶν.

Μανθάνω δὲ ὅτι ἐχειροτονήθη παρὰ τῶν λατινοφρόνων μητροπολίτης Ἀθηνῶν κοπελύδριόν τι τοῦ Μονεμβασίας, ὅπερ αὐτόθι διάγον συλλειτουργεῖ τοῖς Λατίνοις ἀδιακρίτως καὶ χειροτονεῖ παρανόμως ὅσους ἂν εὕρῃ καὶ οἵους. Ἀξιῶ οὖν τὴν ἁγιωσύνην σου, ἵνα τὸν ὑπὲρ τοῦ Θεοῦ ζῆλον ἀναλαβὼν ὡς ἄνθρωπος τοῦ Θεοῦ καὶ τῆς ἀληθείας φίλος καὶ τοῦ ἁγίου Ἰσιδώρου γνήσιος μαθητής, παραινέσῃς τοῖς τοῦ Θεοῦ ἱερεῦσιν ἐκφεύγειν ἅπασι τρόποις τὴν κοινωνίαν αὐτοῦ, καὶ μήτε συλλειτουργεῖν αὐτῷ, μήτε μνημονεύειν ὅλως αὐτοῦ, μήτε ἀρχιερέα τοῦτον, ἀλλὰ λύκον καὶ μισθωτὸν ἡγεῖσθαι, μήτε λειτουργεῖν ὅλως ἐν ταῖς λατινικαῖς ἐκκλησίαις, ἵνα μὴ ἔλθῃ καὶ ἐφ’ ὑμᾶς ἡ ἐπελθοῦσα ὀργὴ τοῦ Θεοῦ τῇ Κωνσταντινουπόλει διὰ τὰς ἐκεῖ γινομένας παρανομίας.

Γίνωσκε δὲ ὅτι ἡ ψευδοένωσις ὅσον οὔπω τῇ τοῦ Θεοῦ χάριτι καὶ δυνάμει διαλυθήσεται, καὶ τὸ δόγμα τῶν Λατίνων ἀντὶ τοῦ βεβαιωθῆναι διὰ τῆς ψευδοῦς συνόδου, ὅπερ ἀεὶ ἐσπούδαζον, ἔτι μᾶλλον ἀνετράπη καὶ διηλέγχθη καὶ ὡς βλάσφημον καὶ δυσσεβὲς πανταχοῦ στηλιτεύεται, καὶ οἱ τοῦτο κυρώσαντες οὐδὲ διᾶραι στόμα τολμῶσιν ὑπὲρ αὐτοῦ. Ὁ γοῦν καλόγηρος τοῦ ὑμετέρου μισθωτοῦ καὶ οὐχὶ ποιμένος, ὁ ἄνους Μονεμβασίας, λαβὼν παρὰ τοῦ βασιλέως τὸ τοῦ Προδρόμου ἡγουμενεῖον, οὔτε μνημονεύεται παρὰ τῶν καλογήρων αὐτοῦ, οὔτε θυμιᾶται ὅλως ὡς χριστιανός, ἀλλ’ ἔχουσιν αὐτὸν εἰς τὰ πράγματα μόνον ὥσπερ τινὰ κούνσουλον· καὶ ὁ βασιλεὺς ταῦτα μανθάνων οὐδένα λόγον ποιεῖται, ἀλλὰ καὶ μετανοεῖν ὁμολογεῖ φανερῶς ἐπὶ τῷ γεγονότι καὶ ἐπὶ τοὺς καταθεμένους καὶ ὑπογράψαντας μετατίθησι τὴν αἰτίαν. Φεύγετε οὖν καὶ ὑμεῖς, ἀδελφοί, τὴν πρὸς τοὺς ἀκοινωνήτους κοινωνίαν καὶ τὸ μνημόσυνον τῶν ἀμνημονεύτων. Ἴδε ἐγὼ Μάρκος ὁ ἁμαρτωλὸς λέγω ὑμῖν, ὅτι ὁ μνημονεύων τοῦ πάπα ὡς ὀρθοδόξου ἀρχιερέως ἔνοχός ἐστι πάντα τὸν λατινισμὸν ἐκπληρῶσαι μέχρι καὶ αὐτῆς τῆς κουρᾶς τῶν γενείων, καὶ ὁ λατινοφρονῶν μετὰ τῶν Λατίνων κριθήσεται καὶ ὡς παραβάτης τῆς πίστεως λογισθήσεται.

Αἱ ἅγιαί σου εὐχαὶ εἴησαν μεθ’ ἡμῶν. ☩ Τῷ εὐλογημένῳ ἄρχοντι κῦρ Κωνσταντίνῳ τῷ Κοντοπετρῇ καὶ τοῖς λοιποῖς πᾶσιν ἄρχουσι τοῖς ξενοδόχοις ἡμῶν μετάνοιαν καὶ τὴν ἀπὸ Θεοῦ εὐλογίαν. ☩ Ὁ Ἐφέσου Μάρκος· ☩ Ἰουνίου ιϛῃ.

ΤΟΥ ἘΦΕΣΟΥ ΠΡΟΣ ΘΕΟΦΑΝΗΝ. Τιμιώτατε ἐν ἱερομονάχοις καὶ ἐμοὶ ἐν Κυρίῳ ποθεινότατε καὶ αἰδεσιμώτατε πάτερ καὶ ἀδελφέ, τοῦ Θεοῦ δέομαι ὑγιαίνειν τὴν σὴν ἁγιότητα καὶ σωματικῶς· ἧς ἁγίαις εὐχαῖς ὑγιαίνω καὶ αὐτὸς ἐλέει Θεοῦ μετρίως τῷ σώματι.

Τὴν γραφὴν τῆς ἁγιωσύνης σου δεξάμενος, παραμυθίαν οὐ μικρὰν ἔσχον ἐπὶ τοῖς καταλαβοῦσιν ἡμᾶς σκυθρωποῖς, ὅτι οἱ τιμηθέντες καὶ ὑψωθέντες ὑπὲρ ἀξίαν ὑπὸ τῆς τοῦ Θεοῦ ἐκκλησίας ἠτίμασαν αὐτὴν καὶ ἠχρείωσαν, τοῖς ἐκ πολλῶν χρόνων ἀποκεκομμένοις καὶ σεσηπόσι καὶ μυρίοις ἀναθέμασιν ὑποκειμένοις αὐτὴν καταμίξαντες καὶ διὰ τῆς πρὸς αὐτοὺς κοινωνίας τὴν ἄσπιλον τοῦ Χριστοῦ νύμφην σπιλώσαντες. Ὥσπερ γὰρ οὐκ ἀρκούντων τῶν προλαβόντων, ἵνα τὴν παρ’ αὐτῶν γενομένην καινοτομίαν κυρώσωσι, προστάτην ἑαυτοῖς εἵλοντο, μᾶλλον δὲ μισθωτὸν καὶ οὐχὶ ποιμένα, λύκον οὐχὶ νομέα, ὃν μάλιστα δύνανται ἄγειν καὶ φέρειν καὶ δι’ οὗ νομίζουσι τὸ πονηρὸν δόγμα τοῦ λατινισμοῦ ταῖς ἁπάντων ἐγκαταστήσειν ψυχαῖς· τάχα δὲ καὶ διωγμὸν κινήσουσι κατὰ τῶν φοβουμένων τὸν Κύριον, ἐπεὶ μηδενὶ τρόπῳ τὴν πρὸς αὐτοὺς καταδέχονται κοινωνίαν.

Ἐν τούτοις οὖσιν ἡμῖν ἐπεδόθη τὰ γράμματα τῆς σῆς ἁγιότητος, πολλὴν τὴν παράκλησιν ἐμποιοῦντα τῷ εἰλικρινεῖ τῆς διαθέσεως, τῷ καθαρῷ καὶ ἀδόλῳ τῆς γνώμης καὶ τῇ τῆς δόξης κοινωνίᾳ διεγείροντα ἡμῶν τὴν καταπεπτωκυῖαν ψυχήν. Οὐκ ἔτι γὰρ ἐν λόγοις ὁ ἀγών, ἀλλ’ ἐν πράγμασιν, οὐδὲ ῥητῶν καὶ ἀποδείξεων ὁ καιρός (πῶς γάρ, ἐν οὕτω διεφθαρμένοις κριταῖς;), ἀλλὰ δεῖ τοὺς ἀγαπῶντας τὸν Θεὸν ἔργοις αὐτοῖς γενναίως παρατετάχθαι καὶ πάντα κίνδυνον ἑτοίμους εἶναι παθεῖν ὑπὲρ τῆς εὐσεβείας καὶ τοῦ μὴ τῇ κοινωνίᾳ χρανθῆναι τῶν ἀσεβῶν. Ὅθεν οὐδὲ τὸ Σύνταγμα τῆς σῆς ἁγιότητος ἐπιδοῦναι τῷ κρατοῦντι συμφέρον μοι ἔδοξεν οὔτ’ ἀσφαλὲς ὅλως, εἰς οὐδὲν ἄλλο συντελέσαι δυνάμενον ἐν τῷ παρόντι καιρῷ πλὴν τοῦ χλεύην καὶ ἐμπαιγμὸν κινῆσαι παρὰ τοῖς ἀσόφως σοφοῖς καὶ τοῖς εἰκῇ φερομένοις ὑπὸ τοῦ ἀτάκτου καὶ σκοτεινοῦ πνεύματος· νῦν γὰρ ἐπληρώθη τὸ γεγραμμένον διὰ τὰς ἁμαρτίας ἡμῶν· Δώσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Ἀλλὰ μόνος ὁ πάντα δυνάμενος διορθώσειε τὴν ἐκκλησίαν αὐτοῦ καὶ κατευνάσειε τὴν παροῦσαν ζάλην, ὑπὸ τῶν σῶν εὐχῶν δυσωπούμενος, αἵτινες εἴησαν ἀεὶ μεθ’ ἡμῶν. ☩ Ὁ Ἐφέσου καὶ πάσης Ἀσίας Μάρκος.

Τῷ τιμιωτάτῳ ἐν ἱερομονάχοις καὶ ἐμοὶ ἐν Κυρίῳ ποθεινοτάτῳ καὶ αἰδεσιμωτάτῳ πατρί τε καὶ ἀδελφῷ, κῦρ Θεοφάνει.