Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Περὶ τῆς εὐχαριστιακῆς ἁγιασμοῦ (Νόθος)

Μᾶρκος ὁ Εὐγενικός

Θεολογική θεμελίωση και αναλογίες με τα λοιπά μυστήρια

Ερμηνεία της λειτουργικής πράξης σε αναλογία με τη δημιουργία του κόσμου και τα ιερά μυστήρια, όπως το βάπτισμα και το χρίσμα, αναδεικνύοντας τον απαραίτητο αγιαστικό ρόλο του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 3 από 4

Οὕτω μὲν ἅπαντες οὗτοι συμφώνως προλέγουσι μὲν τὰ Δεσποτικὰ ῥήματα καὶ δι’ αὐτῶν εἰς ἀνάμνησιν ἡμᾶς ἄγουσι τοῦ τότε πραχθέντος καὶ τὴν ἁγιαστικὴν δύναμιν ἐνιᾶσι τοῖς τελουμένοις· ἐπεύχονται δὲ ὕστερον καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐπικαλοῦνται χάριν, ὥστε αὐτὴν ἐλθοῦσαν τὰ εἰρημένα τότε τοῖς νῦν ἐφαρμόσαι καὶ τὰ προκείμενα τελειῶσαι καὶ πρὸς τὸ δεσποτικὸν σῶμα καὶ αἷμα μεταποιῆσαι· αὕτη γὰρ καὶ ἐν τῇ μήτρᾳ τῆς Παρθένου τὴν θεοφόρον ἐκείνην συνεστήσατο σάρκα κατὰ τὸ εἰρημένον πρὸς αὐτὴν ὑπὸ τοῦ ἀγγέλου·

Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὰ τοῦτο καὶ ὁ μέγας Βασίλειος, μετὰ τὸ εἰπεῖν τὰ Δεσποτικὰ ῥήματα διηγηματικῶς ὡς παρ’ αὐτοῦ εἰρημένα, ἔτι τοῦ ἁγίου σώματος καὶ αἵματος ἀντίτυπα καλεῖ τὰ προκείμενα, δῆλον ὡς μήπω τετελεσμένα διὰ τῶν ῥημάτων ἐκείνων, ἀλλ’ ἔτι τύπον τινὰ καὶ εἰκόνα φέροντα· καὶ οὕτω εὐθὺς ἐφεξῆς τὸ Πνεῦμα τὸ ἅγιον ἐλθεῖν ἐπεύχεται καὶ ἀναδεῖξαι τὸν μὲν ἄρτον αὐτὸ τὸ τίμιον σῶμα, τὸ δὲ ποτήριον αὐτὸ τὸ τίμιον αἷμα.

Καὶ τοῦτό γε λίαν εἰκότως. Καθάπερ γὰρ ἐπὶ τῆς πρώτης ἐκείνης δημιουργίας ἔλαβε μὲν ἡ γῆ τὴν τοῦ βλαστάνειν τὰ ἐξ αὐτῆς δύναμιν διὰ τοῦ θείου προστάγματος, καὶ τὸ πρόσταγμα ἐκεῖνο, καθά φησιν ὁ αὐτὸς διδάσκαλος, ἐναπομεῖναν τῇ γῇ, τὴν τοῦ βλαστάνειν αὐτῇ διηνεκῶς παρέχεται δύναμιν, χρεία δὲ ὅμως καὶ ἡμετέρας ἐπιμελείας καὶ γεωργικῶν χειρῶν εἰς τὸ τελεσιουργεῖν τὰ φυόμενα· τὸν αὐτὸν τρόπον καὶ ὁ λόγος οὗτος, ἅπαξ ῥηθεὶς ὑπὸ τοῦ Σωτῆρος, ὡς καὶ ὁ θεῖός φησι Χρυσόστομος, διὰ παντὸς ἐνεργεῖ· συνεργεῖ δὲ ὅμως καὶ ἡ τῆς θείας ἱερωσύνης δύναμις διὰ τῆς εὐχῆς καὶ τῆς εὐλογίας εἰς τὴν τῶν προκειμένων τελείωσιν· αὕτη γὰρ καὶ τὸ τοῦ βαπτίσματος ὕδωρ, ὕδωρ ὂν ἁπλῶς ἐκ τοῦ φαινομένου, πάσης ἁμαρτίας καθαρτικὸν ἀπεργάζεται, τοῦ θείου Πνεύματος ἀθεωρήτως συντρέχοντος· αὕτη καὶ τὸ χρίσμα τοῦ μύρου καὶ τοὺς ἱερεῖς αὐτοὺς καὶ τἄλλα πάντα τῆς Ἐκκλησίας μυστήρια τελεσιουργεῖ διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος.

Οὐ τοίνυν τῇ ἡμετέρᾳ εὐχῇ θαρροῦντες οὐδὲ τῶν ῥημάτων ἐκείνων ἀδυναμίαν καταγινώσκοντες ἐπευχόμεθα τοῖς προκειμένοις, καὶ οὕτως αὐτὰ τελειοῦσθαι πιστεύομεν, ἀλλὰ καὶ τὰ ῥήματα τὴν οἰκείαν σῴζειν ὁμολογοῦμεν ἰσχύν, καὶ τὴν τῆς θείας ἱερωσύνης ἐπιδείκνυμεν δύναμιν, τελειωτικὴν οὖσαν παντὸς μυστηρίου τῇ ἐπικλήσει τοῦ δι’ αὐτῆς ἐνεργοῦντος ἁγίου Πνεύματος· οὕτω γὰρ καὶ ὁ θεῖος Χρυσόστομος αὖθις ἐν τῷ Περὶ ἱερωσύνης τρίτῳ περὶ αὐτοῦ τούτου τοιάδε φησίν· «Ἕστηκεν ὁ ἱερεύς, οὐ πῦρ καταφέρων, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν ἱκετηρίαν ἐπὶ πολὺ ποιεῖται, οὐχ ἵνα τις λαμπὰς ἄνωθεν ἀφεθεῖσα καταναλώσῃ τὰ προκείμενα, ἀλλ’ ἵνα ἡ χάρις ἐπιπεσοῦσα τῇ θυσίᾳ δι’ ἐκείνης τὰς ἁπάντων ἀνάψῃ ψυχὰς καὶ ἀργυρίου λαμπροτέρας ἀποδείξῃ πεπυρωμένου». Ἀλλ’ οὐδ’ ἀμφιβολίαν τινὰ καὶ ἀδηλίαν εὐχομένους ἡμᾶς ὑποπτεύειν χρεών, αὐτοῦ τοῦ θυομένου καὶ μεταλαμβανομένου Δεσπότου κελεύσαντος τοῦτο ποιεῖν ἡμᾶς· Τοῦτο γάρ, φησί, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, καὶ ἐπαγγειλαμένου δώσειν Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτὸν ἅπασι, μήτι γε ἱερεῦσι, καὶ σφόδρα γε βουλομένου τοῦτο καθ’ ἑκάστην ἐπιτελεῖσθαι παρ’ ἡμῶν, ὡς διὰ πάντων ἑξῆς ἀναφαίνεται.

Ἢ σύ γε τυχὸν ἐκ τούτου καὶ τὸ βάπτισμα· ὑποπτεύσειας δι’ εὐχῶν ὁμοίως καὶ ἐπικλήσεων τελειούμενον καὶ τὴν τῶν ἁμαρτιῶν ἄφεσιν, εἰ ἀληθῶς ἐδέξω, δισταγμόν τινα σχοίης διὰ τῆς ἱερατικῆς χάριτος ἐπιδιδομένην, καὶ τἄλλα πάνθ’ ὁμοίως ἐκκλησιαστικὰ μυστήρια διαγράψειας. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος μεθ’ ἡμῶν ἔσεσθαι τὰς ἡμέρας ἁπάσας ἕως τῆς συντελείας τοῦ αἰῶνος.