Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Περὶ τῆς εὐχαριστιακῆς ἁγιασμοῦ (Νόθος)

Μᾶρκος ὁ Εὐγενικός

Υπεράσπιση της ορθόδοξης τάξης και κριτική της λατινικής θεολογίας

Παράθεση της διδασκαλίας του Διονυσίου του Αρεοπαγίτη, έλεγχος των λατινικών πρακτικών περί της αποκλειστικής χρήσης των δεσποτικών λόγων, και διευκρίνιση των σχετικών χωρίων του ιερού Χρυσοστόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 4 από 4

Ἡμεῖς μὲν οὖν ταῦτα παρὰ τῶν ἁγίων ἀποστόλων καὶ τῶν ἐκείνους ἐκδεξαμένων παραλαβόντες καὶ κατέχομεν ἀμεταποιήτως καὶ τὸν γιγνόμενον ἐπ’ αὐτοῖς ἀποδίδομεν λόγον. Ὅτι δὲ ὁ τοῦ Κυρίου περὶ τῶν μυστηρίων λόγος ἐν εἴδει διηγήσεως λεγόμενος πρὸς ἁγιασμὸν τῶν δώρων ἀρκεῖ, οὐδεὶς οὔτε τῶν ἀποστόλων οὔτε τῶν διδασκάλων εἰπὼν φαίνεται· ἀλλ’ ὅτι μὲν ἅπαξ ὑπ’ ἐκείνου ῥηθείς, αὐτῷ τῷ ὑπ’ ἐκείνου ῥηθῆναι, καθάπερ ὁ δημιουργικὸς λόγος, ἀεὶ ἐνεργεῖ, τοῦτό φησιν ὁ τὴν γλῶτταν χρυσοῦς Ἰωάννης. Ὅτι δὲ νῦν ὑπὸ τοῦ ἱερέως λεγόμενος διὰ τὸ ὑπ’ αὐτοῦ λέγεσθαι τοῦτο δύναται, οὐδαμόθεν ἔστι μαθεῖν, ἐπεὶ οὐδ’ αὐτὸς ὁ δημιουργικὸς λόγος ἐνεργεῖ, ὅτι ἐφ’ ἑκάστῳ τῶν γινομένων ὑπό τινος ἀνθρώπου λέγεται, ἀλλ’ ὅτι ἐστὶν ἅπαξ ὑπὸ τοῦ Θεοῦ εἰρημένος· καὶ μὴν οὐδ’ αὐτοὶ φήσουσιν ἐνεργεῖν τὸν δεσποτικὸν λόγον ὑπὸ τοῦ τυχόντος ἁπλῶς λεγόμενον οὐδ’ ἄνευ θυσιαστηρίου.

Εἰ τοίνυν ἱερέως δεῖ καὶ θυσιαστηρίου καὶ τῶν ἄλλων, ὅσα πρὸς τοῦτο συντείνει, διατί μὴ καὶ εὐχῶν δεήσει καὶ εὐλογίας καὶ τῆς δι’ αὐτῶν ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος, ἥτις πάντα τελειοῖ τὰ μυστήρια; Πρὸς τούτοις ὁ ἱερὸς Διονύσιος ἐπιμαρτυρήσων παρίτω τοῖς παρ’ ἡμῶν τελουμένοις· ἐν γὰρ τῇ θεωρίᾳ τοῦ τῆς συνάξεως μυστηρίου «Τὰς ἱερὰς» φησί «θεουργίας ὁ ἱεράρχης ὑμνήσας, ἐπὶ τὴν ἱερουργίαν ἔρχεται, καὶ πρότερον μὲν ὑπὲρ ταύτης ἀπολογεῖται καὶ ἀναβοᾷ· Σὺ εἶπας· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· εἶτα τῆς θεομιμήτου ταύτης ἱερουργίας ἄξιος αἰτεῖ γενέσθαι καὶ τῇ πρὸς Χριστὸν ἀφομοιώσει τὰ θεῖα πανάγνως τελέσαι καὶ διαδοῦναι καὶ τοὺς μεθέξοντας ἱεροπρεπῶς μετασχεῖν. Εἶθ’ οὕτως ἱερουργεῖ τὰ θειότατα καὶ ὑπ’ ὄψιν ἄγει τὰ ὑμνημένα διὰ τῶν ἱερῶς προκειμένων· τὸν γὰρ ἐγκεκαλυμμένον καὶ ἀδιαίρετον ἄρτον ἀνακαλύψας καὶ εἰς πολλὰ διελών, καὶ τὸ ἑνιαῖον τοῦ ποτηρίου πᾶσι καταμερίσας, συμβολικῶς τὴν ἑνότητα πληθύνει καὶ διανέμει». Καὶ μετ’ ὀλίγα· «Μετασχὼν δὲ καὶ μεταδοὺς ὁ ἱεράρχης, εἰς εὐχαριστίαν ἱερὰν καταλήγει».

Ταῦτα συνορᾶν ἔξεστι τῷ βουλομένῳ παντὶ τίσιν ἐστὶ σύμφωνα, τοῖς παρ’ ἡμῶν τελουμένοις ἢ τοῖς παρὰ Λατίνων. Ἡμεῖς μὲν γὰρ ἀκολουθοῦντες τοῖς ἱεροῖς ἀποστόλοις καὶ διδασκάλοις κατὰ τὰς ὑπ’ αὐτῶν παραδεδομένας ἐκθέσεις καὶ τούτῳ δὴ τῷ ἱεροφάντορι, τὰς ἱερὰς θεουργίας ὑμνοῦμεν, τουτέστιν, ὡς ὁ αὐτός φησι, τὴν δι’ ἡμᾶς ἐνανθρώπησιν τοῦ Θεοῦ, τὸν ὑπὲρ ἡμῶν αὐτοῦ θάνατον, τὴν θεογενεσίαν τῶν βαπτιζομένων, τὴν θείαν υἱοθεσίαν, τὴν διὰ τῆς φυλακῆς τῶν ἐντολῶν θέωσιν· εἶθ’ οὕτως ἐπὶ τὴν ἱερουργίαν ἐρχόμενοι, πρότερον μὲν ὑπὲρ ταύτης ἀπολογούμεθα καὶ ἀναβοῶμεν αὐτὰ τὰ δεσποτικὰ ῥήματα, ἃ τότε εἶπε, καὶ ἐπιλέγομεν ὅτι αὐτὸς προσέταξε· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· εἶτα τῆς θεομιμήτου ταύτης ἱερουργίας ἄξιοι αἰτήσαντες γενέσθαι, καθὰ περιέχουσιν αἱ ἐκθέσεις, ἱερουργοῦμεν τὰ θειότατα διὰ τῆς εὐχῆς καὶ τῆς εὐλογίας καὶ τῆς τοῦ θείου Πνεύματος ἐπιφοιτήσεως· καὶ τὸν ἐγκεκαλυμμένον τέως καὶ ἀδιαίρετον ἄρτον ἀνακαλύψαντες, εἰς πολλὰ διαιροῦμεν, καὶ τὸ ἑνιαῖον τοῦ ποτηρίου πᾶσι καταμερίζομεν.

Ὁ δὲ παρὰ Λατίνοις ἱερεὺς μέμνηται μὲν καὶ αὐτὸς διηγηματικῶς τῶν δεσποτικῶν ῥημάτων, ὅτι αὐτὸς προσέταξε· Λάβετε, φάγετε, καὶ πίετε πάντες, καί· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· ἱερουργεῖ δὲ οὐδὲν μᾶλλον, ἀλλ’ οἴεται τὴν διήγησιν αὐτὴν τῶν ῥημάτων πρὸς τὸν ἁγιασμὸν καὶ τὴν ἱερουργίαν ἀρκεῖν· εἶτα τὸν ἄζυμον ἄρτον ἐκεῖνον, οὐκ ἐγκεκαλυμμένον τέως, ἀλλ’ ὅθεν ἔτυχεν οὕτω λαβὼν καὶ ὑψώσας, μέρος μὲν ἀπορρήγνυσι καὶ τῷ ποτηρίῳ ἐμβάλλει, τὸ δὲ λοιπὸν καθίησιν εἰς τὸ στόμα, καὶ τὸ ποτήριον ἐκπιὼν ὅλον ὁμοίως, ἀσπάζεσθαι αὐτὸν προτρέπεται τοὺς συλλειτουργοῦντας αὐτῷ διακόνους, μηδενὶ μηδὲν μεταδούς, ὁ τὸ Λάβετε φάγετε πάντες καὶ Πίετε ἐξ αὐτοῦ πάντες μεγαλαυχῶν. Ταῦτα οὐ πρόδηλον φέρει τὴν ἐναντίωσιν καὶ πρὸς τὰς παραδεδομένας ἐκθέσεις καὶ ἐξηγήσεις καὶ πρὸς τὰ δεσποτικὰ ῥήματα καὶ πρὸς αὐτὰς τὰς ἐκείνων φωνάς; Εἶτα τολμήσουσιν οὕτως ἔχοντες ἐγκαλεῖν ἡμῖν καὶ περιεργάζεσθαι τὰ ἡμέτερα καὶ ἐφερμηνεύειν, οὕτως ἀκόλουθα τοῖς ἁγίοις ὄντα;

Ἀλλ’ ὁ Χρυσόστομός φησι «τὸν δεσποτικὸν λόγον ἅπαξ ῥηθέντα τὴν θυσίαν ἀπηρτισμένην ἐργάζεσθαι»· ἅπαξ ῥηθέντα φησὶν οὐ νῦν ὑπὸ τοῦ ἱερέως λεγόμενον, ἀλλ’ ἅπαξ ὑπὸ τοῦ Σωτῆρος ῥηθέντα, τὴν τελειωτικὴν ἀεὶ δύναμιν ἐνιέναι τοῖς προκειμένοις, οὐκ ἤδη καὶ ἐνεργείᾳ τελειοῦν αὐτά· τοῦτο γὰρ ἡ τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησις ἐργάζεται διὰ τῆς τοῦ ἱερέως εὐχῆς, καὶ δῆλον ἐξ ὧν αὐτὸς ὁ χρυσοῦς τὴν γλῶτταν, ὡς πρότερον ἐξεθέμεθα, μετὰ τὸ εἰπεῖν τὰ δεσποτικὰ ῥήματα, «Κατάπεμψον, φησί, τὸ Πνεῦμά σου τὸ ἅγιον, καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον τίμιον σῶμα τοῦ Χριστοῦ σου, τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ τίμιον αἷμα τοῦ Χριστοῦ σου, μεταβαλὼν τῷ Πνεύματί σου τῷ ἁγίῳ». Ταῦτα εἰ μὴ πείθουσι τοὺς φιλονείκως ἔχοντας, ἐλεεῖσθαι ἂν εἶεν δίκαιοι τῆς διπλῆς ἀγνοίας καὶ τῆς εἰς βάθος πωρώσεως.