Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Μονῳδία ἐπὶ τῇ ἁλώσει τῆς Θεσσαλονίκης
Η πολιορκία και η άλωση της Θεσσαλονίκης
Περιγραφή της προϊούσας παρακμής, της σφοδρής και αιφνίδιας πολιορκίας, της άνισης άμυνας και της τελικής πτώσης της πόλης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η πολιορκία και η άλωση της Θεσσαλονίκης
Περιγραφή της προϊούσας παρακμής, της σφοδρής και αιφνίδιας πολιορκίας, της άνισης άμυνας και της τελικής πτώσης της πόλης.
Ἀλλ’ ἐπανακτέον τὸν λόγον ἐπὶ τὰ πρότερα καὶ τὸν θρῆνον ἐξεργαστέον, εἰ συγχωρήσει τὸ πάθος καὶ μὴ διακόψει τοῦ πρόσω τῆς καρδίας τὸ ἄλγημα. Ἔκαμνεν ἡ βελτίστη πάλαι καὶ καθάπερ θὴρ εὐγενὴς ἐν ζωγρῷ κατακεκλεισμένος ἐδυσθανάτει καὶ οὐκ ἔφερε τὴν ἐπήρειαν. Ἠνάγκαστο τὴν ἐλευθερίαν οὐκ ἀποδόσθαι μὲν εἰς τὸ παντελές, ἀλλ’ οὐδ’ ἔχειν ὑπὸ δεσπόταις γενομένη μὴ ὁμοφύλοις.
Ἑώρα τὰ ἑαυτῆς τέκνα τῶν ἀγκαλῶν διιστάμενα καὶ ἄλλους ἀλλαχοῦ σκιδναμένους ὡς ἕκαστος ἔτυχεν, ἀλλ’ οὐδέπω τὸ μέλλον κακὸν συμβαλεῖν εἶχεν, οὐδὲ συνεῖναι τελέως ὡς προοίμια ταῦτα θυμοῦ καὶ τὸν τῆς ὀργῆς τρυγίαν ὅλον ἐκπίεται· τάχα γὰρ ἄν τι πρὸς σωτηρίαν ἐπενόησε πλέον. Ἀφῃρέθη ποιμένος ἀγαθοῦ καὶ προστάτου, τὸ βιοῦν μεταλλάξαντος, οὐδ’ ἐντεῦθεν συνῆκεν· οὕτως ἀμεριμνώσῃ καὶ τῶν μελλόντων οὐδὲν διορώσῃ προσέβαλεν ὁ πόλεμος ἐξαπίνης, οὕτως ὀξύς τε καὶ χαλεπός, ὡς αὐτίκα πᾶσαν ἐκκόψαι σωτηρίας ἐλπίδα, καὶ εἰ μὴ τὸ ἔνδον οὐ συνεχώρει κακόν, τάχ’ ἂν τὸ ἔξω κουφότερον ἐγεγόνει καὶ τοὺς πολεμίους ἐπὶ συμβάσεως ὑποδεξαμένη, μετριωτέρων αὐτῶν ἔτυχεν· ἀλλὰ γὰρ ὅμοιόν τι πέπονθεν ἐλευθέρᾳ γυναικὶ καὶ ἐντίμῳ, χαλεποῖς ἀντερασταῖς ἐκδοθείσῃ καὶ ἀλλήλοις ἀπεχθεστάτοις, ὧν ἑκατέρου ταύτης ἀντεχομένου, διεσπάθη πρότερον ὑπ’ αὐτῶν ἢ θατέρου τούτων ἐγένετο.
Πάντα μὲν ἐκεκάλυπτο τὰ πρὸ ἄστεος ἀνδράσι καὶ ἵπποις καὶ βέλεσιν ἐκ θαλάσσης εἰς θάλασσαν κατὰ τὸ συνεχὲς ἐπικεχυμένοις. Ἐσφάδαζον δὲ οἱ βάρβαροι τοῖς θυμοῖς καὶ μόνον οὐ τῶν σαρκῶν αὐτῶν ἀπογεύσεσθαι διηπείλουν· οὐ γὰρ ὀλίγους αὐτῶν, οὐδ’ οὓς ἔτυχεν ἀπεβάλοντο τοῖς προτέροις πολέμοις· «ἀσπὶς μὲν ἀσπίδ’ ἔρειδε καὶ κόρυς κόρυν, ἔφριττε δὲ γῆ θαμειαῖς ἐγχείῃσι», βέλη δὲ ἀφιέμενα νέφος ἐποίει καὶ καινήν τινα σκιὰν τοῖς μαχομένοις παρεῖχεν. Ἐμάχοντο δὲ οἱ ἐπὶ τοῦ τείχους προθυμίας μὲν οὐδὲν ὑφιέντες· οὐδὲ γὰρ οὐδ’ ἐν τοσούτοις δεινοῖς τοῦ θυμοειδοῦς ἐξελάθοντο καὶ εὐγενοῦς καὶ γενναίου. Πλήθει δὲ τοσοῦτον ἐλασσούμενοι τοῦ εἰκότος, ὡς μήδ’ ἐπαρκεῖν ταῖς ἐπάλξεσι πάσαις ἕνα κατὰ μίαν ἵστασθαι. Οὕτως ἦσαν ὀλίγιστοι καὶ τοσούτῳ νέφει πολέμου τὸ παράπαν οὐκ ἀξιόμαχοι· τῶν γὰρ Λατίνων οἱ πλεῖστοι πρὸς ταῖς ναυσὶν ἦσαν ὑπ’ ἀδηλίας καὶ φόβου τοῦ μέλλοντος καὶ ἐσάλευον ἐπὶ μετεώρου τὰ πρὸς φυγὴν ἕτοιμοι.
Τοιούτων ἄρα προμάχων ἡ θαυμαστὴ πόλις ἔτυχε. Τί δεῖ τὰ πολλὰ λέγειν; Οὐ γὰρ ἦσαν ἄτρωτοι καὶ ἀνούτατοι βέλεσιν, οὐδὲ ἐκ χαλκοῦ καὶ σιδήρου συνεπεπήγει τούτοις τὰ σώματα, κατατοξευθέντες οἱ πλείους ὡς ἀπόμαχοι γεγονέναι τοῖς τραύμασιν, οἱ δὲ καὶ θανάτῳ προαρπασθέντες, ἐνέδωκαν τοῖς βαρβάροις εἰσχυθῆναι μέσης ἡμέρας κατὰ πολλὰ μέρη, διὰ κλιμάκων προσαναβᾶσι. Τὰ δὲ ἑξῆς ἔρρευσαν μὲν ἐκεῖ ποταμοὶ μορμύροντες ἐξ αἱμάτων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.