Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Πρὸς Ἰωάννην Παλαιολόγον

Μᾶρκος ὁ Εὐγενικός

Αλληγορία των ανθέων, των φυσικών στοιχείων και των αρετών

Συμβολική συσχέτιση τεσσάρων ανθέων με τα τέσσερα φυσικά στοιχεία και τις θεμελιώδεις αρετές μέσω της αναλογίας των χρωμάτων, καθώς και κατακλείδα του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 2 από 2

Ἐγὼ δέ σοι καὶ τὸν περὶ αὐτοῦ λόγον ἐκ τῶν λογικῶν λειμώνων δρεψάμενος φέρω καθάπερ ἡδύπνουν ἄνθος, οὐκ ἄχαριν, οἶμαι, τῇ σῇ θειότητι δόξαντα. Τέτταρα τῶν ἀνθέων τὰ κάλλιστά τε καὶ τιμιώτατα τῇ τετρακτύι τῶν στοιχείων ἀναλογεῖ· τὰ δέ εἰσιν ἴον, ῥόδον, κρίνον, κρόκος, ἰσοσύλλαβα πάντα καὶ κατὰ τὰς ὥρας ἐφεξῆς ἀλλήλοις ἀκολουθοῦντα, καθάπερ ἐφεξῆς τὰ στοιχεῖα τῇ θέσει. Καὶ τὸ μὲν ἴον ἀναλογεῖ τῇ γῇ· ψυχρόν τε γάρ ἐστιν ἱκανῶς καὶ βραχυτάτης ἰκμάδος ἢ τυχὸν οὐδ’ ἡστινοσοῦν μετέχον. Τὸ δὲ ῥόδον τῷ ὕδατι, ψυχρότητός τε καὶ ὑγρότητος εὐμοιροῦν ἀφθόνου, τὸ πᾶν ὡς ὅλον σχεδὸν εἰς εὐῶδες ὕδωρ ἑψηθὲν μεταρρεῖν. Τὸ δὲ κρίνον μιμεῖται τὸ διαφανὲς τοῦ ἀέρος, ὑψοῦ τε προτείνει τὴν κάλυκα καὶ οἷον ἐπείγεται πρὸς τὸ συγγενὲς ὑγρότητός τε καὶ αὐτὸ μετέχειν καὶ ψυχρότητος ἤδη μετρίας καὶ τῇ θέρμῃ συγκράτου· τοιοῦτος δέ που καὶ ὁ ἀήρ. Λοιπὸς δὲ ὁ κρόκος, πυρὶ ἴκελος εἶπεν ἂν ποιητὴς ἰδεῖν τε αὐτὸ καὶ γεύσασθαι, καὶ δὴ καὶ τὴν ἐνέργειαν ἔχων ἐπιεικῶς θερμαίνουσαν τοὺς χρωμένους. Αὐτίκα τὸ μὲν ἴον ἔοικε τῇ ἀνδρείᾳ πρῶτόν τε τῶν ἄλλων προϊὸν ἐκ τῆς γῆς, ὡς ἔχει κἀκ τοῦ ὀνόματος, καὶ τῶν τοῦ χειμῶνος λειψάνων καταφρονοῦν, ἤδη προσιόντος τοῦ ἔαρος. Τοιαύτη καὶ ἡ ἀνδρεία, μεσότης οὖσα περὶ θάρρη καὶ φόβους.

Τὸ ῥόδον δέ γε τῇ σωφροσύνῃ· τὴν γὰρ ἄκανθαν ἔχει παρεζευγμένην καὶ τῆς ἡδονῆς τὴν ἀμετρίαν κολάζουσαν· τοῦτο δὲ σωφροσύνης ἴδιον. Τὸ κρίνον δὲ τῇ δικαιοσύνῃ, κριτικόν τε ὑπάρχον ἐκ τοῦ ὀνόματος καὶ δὴ καὶ πολλοῖς ὁμοῦ πόρρωθεν ἰσομετρίᾳ τινὶ τὴν εὐωδίαν ἐκπέμπον. Ὁ δὲ κρόκος μιμεῖται τὴν φρόνησιν δριμύττων τε ἱκανῶς τοὺς χρωμένους καὶ πολύχρηστος ὢν ἐν πάσαις σχεδὸν ταῖς τροφαῖς, ὡς ἡ φρόνησις ἐν ταῖς πράξεσι πάσαις καὶ δὴ καὶ ταῖς ἀπὸ τοῦ χειμῶνος ἀντίπαλος ψύξεσιν, ὡς ἐκείνη ταῖς ἐκ τῶν περιστάσεων προσβολαῖς.

Καὶ μὴν καὶ τὰ χρώματα τῶν ἀνθέων οἰκεῖα ταῖς ἀρεταῖς, τῇ μὲν ἀνδρείᾳ τὸ πορφυροῦν, τὸ ἴον· σκυθρωποτέραν γάρ πως ἐμφαίνει κατάστασιν· τῇ σωφροσύνῃ δὲ τὸ ἐρυθρὸν, τὸ ῥόδον· καὶ γὰρ αἰδοῦς τὸ ἐρυθρὸν ἴδιον, ἥτις ἐστὶ τὸ χρῶμα τῆς σωφροσύνης· δικαιοσύνῃ δὲ ἄρα προσήκει τὸ τοῦ κρίνου λευκὸν, ὅπερ ἐστὶ διακριτικὸν ὄψεως καὶ τῶν ἀγνοουμένων τέως δηλωτικόν· τὸ δὲ τοῦ κρόκου κιρρὸν οὐκ ἀλλότριον τῆς φρονήσεως, εἴ γε μόνον τῶν ἄλλων τὴν ἑαυτοῦ βαφὴν παρέχει δευσοποιὸν, ὡς ἡ φρόνησις ἁπάσαις πράξεσι τὸ διαπρεπές. Καὶ ταῦτα μὲν ἐς τοσοῦτον.