Τοῦτο δὲ ταὐτόν ἐστιν οἴεσθαι λέγειν τὸν εἰπόντα, ὅτι οὐκ ἔστι τις κάθαρσις, ὅτι ἔστι τις κάθαρσις, καὶ οὕτω φανερῶς ἑαυτῷ περιπίπτειν· ἀλλ’ οὕτω ῥᾴδιόν ἐστι πάντα λύειν, εἰ τὸν εἰπόντα ὅτι οὐκ ἔστι τι ζῷον λίθος, τὸν αὐτὸν αὖθις ἐροῦμεν λέγειν τε καὶ φρονεῖν, ὅτι ἔστι τι ζῷον λίθος. Ἀλλ’ οὐχ οὕτως ὁ ἅγιος ἐφρόνει, πολλοῦ γε καὶ δεῖ· δύο δὲ πράξεις τῶν περὶ τὸ Πάσχα γινομένων ἐκθέμενος, μίαν μέν, ὡς οὐκ ἐξοίσομεν οὐδέν, ἑτέραν δέ, ὅτι οὐκ εἰς τὸ πρωῒ καταλείψομεν, δύο θεωρίας ἐπήνεγκε· πρὸς μὲν τὸ οὐκ ἐξοίσομεν οὐδέν, ὅτι μὴ ἔκφορα τοῖς ἔξω τὰ πολλὰ τῶν ἡμετέρων μυστηρίων· πρὸς δὲ τὸ οὐκ εἰς τὸ πρωῒ καταλείψομεν, ὅτι πᾶσαν κάθαρσιν, εἴτε δι’ ἀρετῆς καὶ τῶν ἀγαθῶν πράξεων, εἴτε διὰ μετανοίας καὶ τῶν ἐπὶ ταύτῃ τιμωριῶν, εἴτε διὰ μετοχῆς τελετῶν καὶ μυστηρίων ἐκκλησιαστικῶν, ἐνταῦθα γίνεσθαι παρ’ ἡμῶν καὶ σπουδάζεσθαι χρή, καὶ μηδεμίαν μετὰ τὸν τῇδε βίον κάθαρσιν προσδοκᾶν, ἂν μὴ διὰ τούτων ἐνταῦθα καθαρθῆναι σπουδάσωμεν. Τὸ γοῦν μηδεμίαν κάθαρσιν εἶναι (τοῦτο γὰρ δύναται τὸ οὐκ ἔστι τις κάθαρσις) τῷ εἶναί τινα κάθαρσιν, ἣν ὑμεῖς εἰσάγετε, τὴν διὰ πυρός, ἀντιφατικῶς ἀντίκειται δηλονότι, καὶ τὸ ταῦτα συνελθεῖν καὶ ἀμφότερα ἀληθῆ εἶναι, καὶ τὴν ἀντίφασίν ἐστι πρὸς ἑαυτὴν σπείσασθαι· τοῦτο δὲ παντελῶς ἀδύνατον.