Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Λόγος δεύτερος περὶ τοῦ καθαρτηρίου πυρός (Νόθος)

Μᾶρκος ὁ Εὐγενικός

Ανασκευή των επιμέρους λατινικών επιχειρημάτων και επίλογος

Αναιρούνται συστηματικά τα υπολειπόμενα σημεία της λατινικής επιχειρηματολογίας, συμπεριλαμβανομένων ζητημάτων όπως η άφεση μικρών αμαρτημάτων, οι βαθμοί θεοπτίας και η ερμηνεία πατερικών χωρίων, καταλήγοντας σε σύνοψη και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 5 από 5

23. αον. Μετὰ δὲ ταῦτα πρὸς τοὺς ἡμετέρους λόγους, οὓς ἐκ πολλῶν, ὧν εἰπεῖν εἴχομεν, ὀλίγους τινὰς παρεθήκαμεν, ἀπαντῆσαι προθέμενοι, πρὸς μὲν τὸν πρῶτον, ἐν ᾧ λέγομεν μᾶλλον προσήκειν τῇ ἀγαθότητι τοῦ Θεοῦ τὸ ὀλίγον ἀγαθὸν μὴ παριδεῖν ἢ τὴν μικρὰν ἁμαρτίαν δίκης ἀξιοῦν, —ἀντεθήκατε μὴ δεῖν τὸ ὀλίγον ἀγαθὸν ἀμοιβῆς τυγχάνειν, ἂν δι’ ἁμαρτίας τινὸς θανασίμου νεκρωθῇ· πάντα γὰρ τὴν θανάσιμον ἁμαρτίαν τὰ πρὶν γεγενημένα νεκροῦν ἀγαθά, οὐχ οὕτω δὲ καὶ ἐπὶ τῶν ἐναντίων ἔχειν· τοῖς γὰρ σὺν ἀγάπῃ θανοῦσι μὴ δύνασθαι τὴν ἀγάπην αὐτὴν τὰς μικρὰς τῶν ἁμαρτιῶν ἀπαλείφειν, ἀλλὰ μόνην τὴν αὐτῇ ἐναντίαν θανάσιμον ἁμαρτίαν, ἥτις ἀποστερεῖ τῆς ζωῆς, ἣν ἡ ἀγάπη χορηγεῖ.

Τοῦτο μὲν οὖν καὶ σφόδρα τεράστιον, εἰ τὴν θανάσιμον ἁμαρτίαν ἀπαλείφουσα ἡ ἀγάπη, τὰς μικρὰς τῶν ἁμαρτιῶν οὐ δύναται τοῦτο ποιεῖν, ὥσπερ ἂν εἴ τις κναφεὺς τὰ μὲν δευσοποιὰ καὶ ἀναπόνιπτα τῶν ῥυπασμάτων ἐκπλύνειν ἔλεγε δύνασθαι, τὰ δὲ μικρά τε καὶ ἧττον κατὰ βάθους ἐνδεδυκότα μηκέτι δύνασθαι. Ἀλλ’ ἡμεῖς γε καθάπερ ἀκούομεν τοῦ προφήτου λέγοντος· Ἐὰν ἀποστραφῇ ὁ δίκαιος ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ, πᾶσαι αὐτοῦ αἱ δικαιοσύναι οὐ μνημονευθήσονται, οὕτω καὶ τοὐναντίον ἀκούομεν, ὅτι Ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστραφεὶς ὁ ἁμαρτωλὸς στενάξῃ, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ. Καὶ ἐν ταῖς εἰρημέναις ἀποκρίσεσι τοῦ μεγάλου Ἀθανασίου τοιαύτη τις κεῖται ἐρώτησις· «Ἐάν τις ποιήσῃ ἁμαρτίαν μεγάλην, εἶτα καταγνῷ ἑαυτοῦ καὶ ἄρξηται μετανοεῖν, καὶ μετὰ τρεῖς ἡμέρας ἀποθάνῃ, τί χρὴ νομίζειν περὶ αὐτοῦ; —Ἐὰν ἀρξάμενος τῆς μετανοίας συνέστειλε τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν πονηρῶν βουλῶν καὶ διέθετο πρὸς τὸν Θεὸν συνταγάς, ὅτι οὐκ ἔτι παρέρχεται διὰ τῶν προτέρων αὐτοῦ ἁμαρτιῶν, ὧν ἔπραξε, κἂν ἐπὶ τὴν αὔριον τελευτήσῃ, ἐδέξατο ὁ Θεὸς τὴν μετάνοιαν αὐτοῦ ὡς τὴν τοῦ λῃστοῦ· τὸ μὲν γὰρ ἄρξασθαι τῆς μετανοίας ἐν τῷ ἀνθρώπῳ ἐστί, τὸ δὲ ζῆσαι ἢ τελευτῆσαι ἐν τῷ Θεῷ ἐστι· πολλοὺς γὰρ ἀρξαμένους μετανοεῖν εὐθέως ἁρπάζει ὁ Θεὸς πρὸς τὸ συμφέρον ὡς ἀγαθός, προγινώσκων ὅτι, ἐὰν πολυχρονίσωσι, πάλιν πίπτουσι καὶ ἀπόλλυνται».

Καὶ ὁ μακάριος Ἰωάννης ὁ Χρυσόστομος ἐν τῷ εἰς Φιλογόνιον λόγῳ τούτῳ συμφώνως· «Ἐγὼ διαμαρτύρομαι καὶ ἐγγυῶμαι» φησίν, «ὅτι τῶν ἁμαρτανόντων ὑμῶν ἕκαστος, ἂν ἀποστὰς τῶν προτέρων κακῶν, ὑπόσχηται τῷ Θεῷ μετὰ ἀληθείας μηκέτι τῶν αὐτῶν ἅψασθαι, οὐδὲν ἕτερον ὁ Θεὸς ζητήσει πρὸς ἀπολογίαν μεῖζον». Ποῦ τιμωρίας ἐνταῦθα καὶ καθάρσεως μνήμη; Πόσα δὲ καὶ ἐπὶ τούτοις τὰ παραδείγματα;

Ὁ εὐγνώμων λῃστής, ὁ κατελθὼν δεδικαιωμένος τελώνης, ὁ ἡμαρτηκὼς καὶ μετανοήσας καὶ προφήτης διαμείνας Δαυίδ, ὁ τῶν δεσμῶν ἀπολυθεὶς Μανασσῆς. Πολλῷ ἄρα μᾶλλον ἡ ἀγάπη καὶ ἡ μετάνοια δύνανται λύειν τὰς μεγάλας ὁμοίως καὶ μικρὰς τῶν ἁμαρτιῶν ἢ ἡ θανάσιμος ἁμαρτία τὰ προγεγενημένα νεκροῦν ἀγαθά. βον. Πρὸς δὲ τὸ δεύτερον αὖθις λεγόντων ἡμῶν, ὅτι εἰ τὸ ὀλίγον ἀγαθὸν ἐν τοῖς τἄλλα φαύλοις οὐ δύναται ἀνταπόδοσιν ποιεῖν, ἀλλὰ μόνον διαφορὰν κολάσεως, καὶ τὸ ὀλίγον ἄρα κακὸν οὐ ποιήσει κόλασιν, ἀλλὰ μόνον διαφορὰν ἀπολαύσεως, — ἀντεθήκατε πάλιν τὰ αὐτὰ σχεδὸν ἃ καὶ πρότερον, ὅτι τὸ μὲν μικρὸν ἀγαθὸν διὰ τὸ νενεκρῶσθαι τῇ θανασίμῳ ἁμαρτίᾳ οὐδεμιᾶς ἀντιδόσεως ἀξιοῦται πρὸς ἐπιτυχίαν τῆς ἀϊδίου ζωῆς ἢ ἀπαλλαγὴν τῆς αἰωνίου κολάσεως· τὸ δὲ σμικρὸν κακὸν ἐν τοῖς ἀγαθοῖς ὀφείλεται καθαρθῆναι τῇ τοῦ Θεοῦ κρίσει διὰ τὸ ἄκρον τῆς τελειότητος καὶ καθαρότητος τῆς ἄνω μακαριότητος.

Πρὸς δὲ δὴ τοῦτό φαμεν, ὡς οὐδ’ ἡμεῖς τὸ μικρὸν ἐκεῖνο κακὸν ἐπισύρεσθαι λέγομεν τοὺς πρὸς τὴν ἄνω μακαριότητα κεκλημένους, ἀλλ’ ἀφίεσθαι τοῦτο καὶ παρορᾶσθαι τῇ θείᾳ χρηστότητι καὶ φιλανθρωπίᾳ κατὰ τὸν ἐν ἁγίοις μέγιστον Διονύσιον· ἥττονος μέντοι δόξης ἀξιωθήσεσθαι τοὺς ἐκεῖνο τὸ σμικρὸν εἰργασμένους ἢ τοὺς μηδὲ τοιούτῳ τινὶ περιπεπτωκότας, εἴπερ τινὲς ὅλως εἰσὶ τοιοῦτοι, τάχα δὲ καὶ ἀντισταθμήσεσθαι τὰ φαῦλα τοῖς ἀγαθοῖς (καὶ τοῦτο γὰρ οἱ διδάσκαλοι λέγουσι) καὶ τῷ ῥέποντι μέρει καὶ πλεονάζοντι τὴν νικῶσαν δοθήσεσθαι, καθά φησιν ὁ θεολόγος Γρηγόριος ἐν τῷ εἰς τὸν μέγαν Ἀθανάσιον ἐγκωμίῳ, «ἡνίκα καὶ πρᾶξις καὶ λόγος καὶ διανόημα τοῖς δικαίοις τοῦ Θεοῦ σταθμοῖς ταλαντεύεται, ὅταν ἀναστῇ κρῖναι τὴν γῆν, τὴν βουλὴν καὶ τὰ ἔργα συνάγων καὶ γυμνῶν τὰ ἐσφραγισμένα παρ’ αὐτῷ καὶ σῳζόμενα».

Εἰ τοίνυν ἀντισταθμῶνται τότε τὰ φαῦλα τοῖς ἀγαθοῖς (τοῦτο γὰρ οἱ σταθμοὶ βούλονται) καὶ δεῖ τὸ πλεονάζον πάντως ἐπικρατεῖν, οὐκ ἄρα πρὸ τῆς ἡμέρας ἐκείνης καὶ τοῦ καιροῦ τῆς κρίσεως διὰ πυρός, ὡς ὑμεῖς λέγετε, τὰ φαῦλα καθαίρεται· μένουσι δὲ καὶ αὐτὰ τότε φανῆναι καὶ γυμνωθῆναι καὶ ἐντεθῆναι τῇ πλάστιγγι, ἵνα τὸ ῥέπον νικήσῃ καὶ μετὰ τοῦ πλείονος ἡ ψῆφος γένηται· καὶ τότε διαφορὰ πάντως τῆς ἀπολαύσεως ἔστι τοῖς μετ’ αὐτῶν ἀπελθοῦσιν, ἀλλ’ οὐχὶ προσθήκη τινὸς κολάσεως. γον. Τὸ δὲ τρίτον λεγόντων ἡμῶν, τὴν τῆς αἰωνίου κολάσεως δικαιοσύνην κατὰ τὸ ἀμετάβλητον δείκνυσθαι τῆς τῶν ἡμαρτηκότων ἀτάκτου θελήσεως, ὥστε τοὺς μέσους ἀμετάβλητον θέλησιν πρὸς τὸ κακὸν ἔχοντας οὐκ ἀνάγκην εἶναι τῷ τοιούτῳ πυρὶ καθαίρεσθαι, —πρὸς τοῦθ’ ὑμεῖς ἀπηντήσατε λέγοντες, μὴ τὸ ἀμετάβλητον τῆς ὀρθῆς θελήσεως μόνον ἐν τῇ τῆς μακαριότητος περιποιήσει ζητεῖσθαι· μηδὲ γὰρ ἀρκεῖν ἑαυτῷ, πολλὰ δὲ καὶ ἕτερα συνδραμεῖν δέον ἔν τε τῇ καταστάσει τοῦ καλοῦ ἔργου καὶ τῇ περιποιήσει τοῦ ἐσχάτου τέλους, ὅπερ οὐκ ἐξ ἀνάγκης ἐν τῷ κακῷ θεωρεῖσθαι· τὸ γὰρ κακὸν ἐξ ἑκάστου τῶν λεπτοτάτων ἁμαρτημάτων φύεσθαι εἰκός.

Τοῦτο μὲν οὖν ἡμεῖς οὐκ ἀπὸ τῆς ἡμετέρας εἴπομεν δόξης, οὐδέ τις τῶν παρ’ ἡμῖν διδασκάλων ὅλως τὸ τῆς πονηρᾶς θελήσεως ἀμετάβλητον αἴτιον εἶπεν εἶναι τῆς αἰωνίου κολάσεως, ἀλλὰ Θωμᾶς ὁ ὑμέτερος διδάσκαλος κατὰ τῶν Ὠριγένους λόγων φερόμενος, ὡς εὔλογόν τινα ταύτην αἰτίαν ἀπέδωκε τοῦ τῆς κολάσεως ἀμεταβλήτου, τὸ ἀμετάβλητον τῆς θελήσεως. Ἐκ τῶν ὑμετέρων οὖν ἡμεῖς τοὺς ὑμετέρους διασείοντες λόγους, οὐκ εὔλογον εἶναι ἔφαμεν τὴν ἀμετάβλητον ἀπὸ τοῦ ἀγαθοῦ τῶν μέσων θέλησιν· ἐν ταύτῃ γὰρ αὐτοὺς τοῦ βίου μεθίστασθαι, τὸ δὲ ἑξῆς ἀμετάβλητον μένειν, ταύτην δὴ καὶ κόλασιν τοιαύτην ὑφίστασθαι. Ὃ δὲ ὑμεῖς ἀντεθήκατε, μὴ ἀρκεῖν ἑαυτῇ τὴν ἀγαθὴν θέλησιν πρὸς τὴν τοῦ καλοῦ κατάστασιν ἔργου καὶ τὴν περιποίησιν τοῦ ἐσχάτου τέλους, τοῦτο καὶ περὶ τοῦ ἐναντίου φαίημεν ἂν ἡμεῖς, ὡς οὐδ’ ἡ πονηρὰ θέλησις πρὸς τὸ ἀποτέλεσμα τοῦ κακοῦ καὶ τὴν ἐξ αὐτοῦ φυομένην κόλασιν ἐξαρκεῖ· οὐδὲ γὰρ ὁ θελήσας εἶναι πονηρὸς ἤδη καὶ πονηρός ἐστιν, οὐδ’ ὀφείλει διὰ τοῦτο κολάζεσθαι. Καὶ τοῦτο ὁ θεολόγος φησὶ Γρηγόριος ἐν τῷ εἰς τὸ Βάπτισμα λόγῳ· «Εἰ κρίνεις φόνου τὸν φονικὸν ἐκ μόνου τοῦ βούλεσθαι, βεβαπτίσθω σοι καὶ ὁ θελήσας τὸ βάπτισμα».

Εἰ τοίνυν ἡ τἀγαθοῦ θέλησις οὐκ ἐξαρκεῖ πρὸς ἐπιτυχίαν τῶν ἀγαθῶν, οὐδ’ ἡ ἀΐδιος ἐν τῷ κακῷ θέλησις πρὸς τὴν ἀΐδιον κόλασιν ἐξαρκέσει· εἰ δ’ ἐκείνη τῆς ἀϊδίου κολάσεώς ἐστιν αἰτία κατὰ τὸν τοῦ Θωμᾶ λόγον, καὶ ἡ ἀμετάβλητος ἄρα τοῦ καλοῦ θέλησις ἢ δόξης αἰτία πάντως ἔσται τοῖς κεκτημένοις ἢ τοὐλάχιστον γοῦν οὐκ ἐπιδέξεται κόλασιν· εἰ γὰρ τοὐναντίον τοῦ ἐναντίου αἴτιον, καὶ τοὐναντίον πάντως τοῦ ἐναντίου, κατὰ τὸν Ἀριστοτελικόν, ἔτι δὲ καὶ τὸν φυσικὸν λόγον. δον. Κατὰ δὲ τὸ τέταρτον αὖθις ἡμεῖς μὲν εἴπομεν ἐκ τοῦ εὐαγγελίου λαβόντες, τὸ τέλειον ἔπαθλον εἶναι τοῖς καθαροῖς τῇ καρδίᾳ καὶ τῇ ψυχῇ τὸ ἰδεῖν τὸν Θεόν, τούτου δὲ οὐχ ὁμοίως ἐπιτυγχάνειν ἅπαντας· οὐδ’ ἄρα τῆς αὐτῆς καθάρσεως εἶναι πάντας, οὐδὲ χρείαν εἶναι τοῦ καθαρσίου πυρός, εἴπερ ἔν τισιν ἐλλιπὴς ἡ κάθαρσις.

Τοῦτο δὲ ὑμεῖς οὐχ ἱκανῶς ἐλύσατε, διττὴν εἶναι τὴν καθαρότητα καὶ τὴν κάθαρσιν λέγοντες, τὴν μὲν ἐν τῷ παρόντι βίῳ δι’ ἀρετῆς καὶ ἁγιωσύνης κατορθουμένην, ἥτις ἐστὶν αἰτία τοῦ τὸν Θεὸν ὄψεσθαι, τὴν δὲ διὰ τοῦ πυρὸς ἐν τῷ μέλλοντι γινομένην, ἥτις τῶν συγγνωστῶν αἰτιαμάτων τὰς ψυχὰς ἀπολύει· πρῶτον μέν, ὅτι τὸ ζητούμενον ὡς ὁμολογούμενον ἔθεσθε· ἔπειθ’ ὅτι καὶ πᾶσα καθαρότης ἢ κάθαρσις, κἂν ἐν τῷ παρόντι βίῳ δι’ ἀρετῆς καὶ πολιτείας ἀγαθῆς ἐνεργεῖται, δῆλον ὡς ῥύπου τινὸς ἀπαλλάττει, τουτέστιν ἁμαρτιῶν, τοὺς αὐτῇ κεχρημένους· καὶ εἰ μὲν ἱκανὴ πρὸς ἐξάλειψίν τε καὶ κάθαρσιν τῶν ἁμαρτιῶν γένοιτο, ῥύπου τε ἀπήλλαξε τοὺς κεκαθαρμένους καὶ κολάσεως ἐπ’ αὐτοῖς οὐδεμιᾶς ἔτι χρεία, καὶ λείπεται πάντως τὸ τὸν Θεὸν ἰδεῖν, ὅπερ ἐστὶν ἔπαθλον, κατ’ ἀναλογίαν τῆς τῶν ἀγαθῶν ἐργασίας· εἰ δ’ ἐλλιπὴς ἐκείνη ἡ κάθαρσις, πρὸς μέτρον ἐκείνης τῆς ἐλλείψεως ἧττον ὄψονται τὸν Θεὸν οἱ ἧττον κεκαθαρμένοι, ὅπερ καὶ ἐπὶ τοῦ τῆς νομοθεσίας ὄρους συνέβη. Συνάγεται ἄρα πάλιν, ὅπερ ἔφαμεν, ἀναγκαίως, μηκέτ’ εἶναι μετὰ τὸν τῇδε βίον ἑτέραν κάθαρσιν τοὺς ἐλλιπῶς ἔχοντας τῆς καθάρσεως ἐκκαθαίρουσαν· εἰ δὲ μή, πάλιν ἔσονται πάντες ἐπίσης κεκαθαρμένοι· τοῦτο δὲ ἡμῖν οὐχ ὑπέκειτο. εον.

Πάλιν ἐκ τοῦ ῥητοῦ τοῦ μεγάλου Γρηγορίου τοῦ θεολόγου τοῦ ἐν τῷ περὶ τοῦ Πάσχα λόγῳ διειληφότων ἡμῶν, ὅτι μετὰ τὸν τῇδε βίον οὐκ ἔστι τις κάθαρσις, ἀπηντήσατε τοῦτο λύοντες, ὅτι διττῆς τῆς τῶν ἁμαρτιῶν καθάρσεως λεγομένης, τῆς μὲν ἐν τῇ παρούσῃ ζωῇ διὰ τῶν τῆς μετανοίας τιμωριῶν, τῆς δὲ μετὰ τὸν τῇδε βίον, τὴν πρώτην μὲν ὁ ἅγιος ἀναιρεῖ, μὴ εἶναι μετὰ τὸν τῇδε βίον, τὴν δὲ συγχωρεῖ, ταύτην ἣν ὑμεῖς δηλονότι λέγετε.

Τοῦτο δὲ ταὐτόν ἐστιν οἴεσθαι λέγειν τὸν εἰπόντα, ὅτι οὐκ ἔστι τις κάθαρσις, ὅτι ἔστι τις κάθαρσις, καὶ οὕτω φανερῶς ἑαυτῷ περιπίπτειν· ἀλλ’ οὕτω ῥᾴδιόν ἐστι πάντα λύειν, εἰ τὸν εἰπόντα ὅτι οὐκ ἔστι τι ζῷον λίθος, τὸν αὐτὸν αὖθις ἐροῦμεν λέγειν τε καὶ φρονεῖν, ὅτι ἔστι τι ζῷον λίθος. Ἀλλ’ οὐχ οὕτως ὁ ἅγιος ἐφρόνει, πολλοῦ γε καὶ δεῖ· δύο δὲ πράξεις τῶν περὶ τὸ Πάσχα γινομένων ἐκθέμενος, μίαν μέν, ὡς οὐκ ἐξοίσομεν οὐδέν, ἑτέραν δέ, ὅτι οὐκ εἰς τὸ πρωῒ καταλείψομεν, δύο θεωρίας ἐπήνεγκε· πρὸς μὲν τὸ οὐκ ἐξοίσομεν οὐδέν, ὅτι μὴ ἔκφορα τοῖς ἔξω τὰ πολλὰ τῶν ἡμετέρων μυστηρίων· πρὸς δὲ τὸ οὐκ εἰς τὸ πρωῒ καταλείψομεν, ὅτι πᾶσαν κάθαρσιν, εἴτε δι’ ἀρετῆς καὶ τῶν ἀγαθῶν πράξεων, εἴτε διὰ μετανοίας καὶ τῶν ἐπὶ ταύτῃ τιμωριῶν, εἴτε διὰ μετοχῆς τελετῶν καὶ μυστηρίων ἐκκλησιαστικῶν, ἐνταῦθα γίνεσθαι παρ’ ἡμῶν καὶ σπουδάζεσθαι χρή, καὶ μηδεμίαν μετὰ τὸν τῇδε βίον κάθαρσιν προσδοκᾶν, ἂν μὴ διὰ τούτων ἐνταῦθα καθαρθῆναι σπουδάσωμεν. Τὸ γοῦν μηδεμίαν κάθαρσιν εἶναι (τοῦτο γὰρ δύναται τὸ οὐκ ἔστι τις κάθαρσις) τῷ εἶναί τινα κάθαρσιν, ἣν ὑμεῖς εἰσάγετε, τὴν διὰ πυρός, ἀντιφατικῶς ἀντίκειται δηλονότι, καὶ τὸ ταῦτα συνελθεῖν καὶ ἀμφότερα ἀληθῆ εἶναι, καὶ τὴν ἀντίφασίν ἐστι πρὸς ἑαυτὴν σπείσασθαι· τοῦτο δὲ παντελῶς ἀδύνατον.

ϛον. Τὰ δ’ αὐτὰ καὶ εἰς τὸ ἐπαγόμενον ῥητὸν ἐκ τοῦ εἰς τὴν Πληγὴν τῆς χαλάζης λόγου τοῦ αὐτοῦ θεολόγου ἐπιχειρεῖτε (καὶ γάρ ἐστι τῷ εἰρημένῳ συγγενές), φανερῶς οὕτω διαγορεῦον τῇ ἐκεῖθεν βασάνῳ παραπέμπεσθαι τοὺς μὴ ἐνταῦθα κεκαθαρμένους, ἡνίκα κολάσεως καιρός, οὐ καθάρσεως· προσδιορίζοντες γὰρ κἀνταῦθα, τοιᾶσδε καθάρσεως λέγετε τῆς διὰ μετανοίας μὴ εἶναι καιρόν, ἀλλ’ οὐχ ἁπλῶς καθάρσεως. Οὕτω δὲ ῥᾴδιον πάντα λύειν, εἰ τὰ ἁπλῶς εἰρημένα τισὶ μετὰ προσδιορισμῶν ἐκλαμβάνομεν, καὶ τὸν ἄνθρωπον ἐροῦμεν μὴ εἶναι ζῷον, ὅτι ὁ γεγραμμένος ἄνθρωπος οὐκ ἔστι ζῷον. Πλὴν ἀλλ’ εἰ μὲν προλαβὼν ὁ ἅγιος εἶπε περὶ τῆς διὰ μετανοίας καὶ τῶν ἀγαθῶν ἔργων ἐν τῷ παρόντι βίῳ καθάρσεως, εἶχεν ἄν τινα καὶ καιρὸν ὁ ὑμέτερος λόγος, τοιαύτην νοεῖσθαι κἀκεῖ τὴν κάθαρσιν· εἰ δὲ περὶ παιδεύσεως λέγει προδήλως καὶ τῶν ἐνταῦθα τιμωριῶν, αἷς οἱ ἁμαρτωλοὶ καθαίρονται (λέγει γὰρ οὔτω· «Βέλτιον εἶναι νῦν παιδευθῆναι καὶ καθαρθῆναι ἢ τῇ ἐκεῖθεν βασάνῳ παραπεμφθῆναι, ἡνίκα κολάσεως καιρός, οὐ καθάρσεως»), πῶς οὐκ ἀνάγκη τοιαύτην νοεῖσθαι κἀκεῖ τὴν κάθαρσιν, ἣν ἀπαγορεύει, τὴν διὰ τιμωρίας τε καὶ κολάσεως; ζον.

Πρὸς δὲ τὸ ἕβδομον, ἐκ τῆς εὐαγγελικῆς ἐκείνης παραβολῆς λεγόντων ἡμῶν, τοῦ μὲν Λαζάρου εἰς τὸν κόλπον τοῦ Ἁβραὰμ ἀπενεχθέντος, τοῦ πλουσίου δὲ ἐν τῷ ᾅδῃ καὶ ταῖς βασάνοις ὑπάρχοντος, μὴ ἐμφαίνεσθαι τρίτον τινὰ τόπον, τὸν τὰς τῶν μέσως βιωσάντων ψυχὰς καθαρθησομένας ὑποδεχόμενον, ἀλλ’ ἢ χάσμα μέγα καὶ ἀδιάβατον, διεῖργον ἐξ ἀλλήλων ἑκατέρους καὶ τὴν ἄκραν καὶ ἄμεσον ἐναντίωσιν παριστῶν, —ἀπηντήσατε μὴ εἶναι τὴν εἰρημένην παραβολὴν περὶ τῶν ἄρτι τοῦ σώματος ἀπολελυμένων ψυχῶν, ἀλλὰ περὶ τῶν ἐσχάτων τελῶν τῶν ἀνθρώπων, ἐν οἷς τὸ καθαρτήριον χώραν οὐκ ἔχει, καὶ διὰ τοῦτο μὴ φέρεσθαι τρίτον τόπον ἐκεῖ, τῆς διαβατικῆς καθάρσεως.

Τοῦτο μὲν οὖν καὶ σφόδρα τοῖς ἡμετέροις συνᾴδει λόγοις· εἰ γὰρ περὶ τῶν ἐσχάτων τελῶν ἡ παραβολὴ διδάσκει, ἐν οἷς τὸ καθαρτήριον χώραν οὐκ ἔχει, οὐδέπω ἄρα τοῦ ἐσχάτου τέλους οὔτε οἱ δίκαιοι ἔτυχον οὔθ’ οἱ ἁμαρτωλοί· καὶ πῶς οἱ μέσοι μετὰ τὴν ἀπαλλαγὴν αὐτίκα καὶ κρίνονται καὶ κολάζονται καὶ καθαίρονται, ἵνα τοῦ ἐσχάτου τύχωσι τέλους; Πῶς δὲ τὸ καθαρτήριον ἐνεργεῖ, τῆς καθολικῆς ἐκείνης τιμωρίας ἀργούσης καὶ τῶν πονηροτάτων ἀνθρώπων οὔπω κολαζομένων; Πλὴν ἀλλ’ εἰ καὶ περὶ τοῦ ἐσχάτου τέλους ἑκατέρου τῶν ἀπελθόντων ἐντεῦθεν ὁμολογουμένως ἡ παραβολὴ διδάσκει, ἀλλὰ παραυτίκα φησὶν αὐτοὺς ἅμα τῷ τῶν παρόντων ἀπαλλαγῆναι τὰς ἀρχὰς ὥσπερ καὶ τὰ γνωρίσματα τῶν ὑποδεξομένων τόπων καταλαβεῖν· τοῦτο γὰρ βούλεται τὸ «τὸν μὲν ὑπὸ τῶν ἀγγέλων ἀπενεχθῆναι, τὸν δὲ εὑρεθῆναι ἐν τῷ ᾅδῃ». Εἰ οὖν τις καὶ τρίτος ἦν τόπος, οὐκ ἂν σιωπῇ παρεδόθη· τὸ δὲ μὴ εἶναι τοῦτον, ἱκανῶς διὰ τοῦ χάσματος καὶ τοῦ ἀμίκτου τε καὶ ἀμέσου παρεδηλώθη. ηον.

Ἐν δὲ τῷ ὀγδόῳ λεγόντων ἡμῶν, ὅτι τὴν ψυχὴν ἀπαλλαγεῖσαν τοῦ σώματος καὶ ἀσώματον πάντῃ καὶ ἄϋλον γενομένην οὐκ ἔστιν εἰκὸς ὑπὸ σωματικοῦ πυρὸς κολάζεσθαι, —τοῦτο μὲν ἀληθὲς εἶναι ὡμολογήσατε, τῇ οἰκείᾳ δυνάμει μηδὲν σωματικὸν ἰσχύειν εἰς τὸ ἀσώματον· τῇ δὲ θείᾳ δυνάμει γίνεσθαι τοῦτο λέγετε, καὶ θαυμαστὸν οὐδὲν εἶναι γινόμενον· πρὸς δὲ σύστασιν τούτου λόγον τινὰ ἐνδεχόμενον, ἀλλ’ οὐκ ἀναγκαῖον εἰλήφατε, ὅτι ἡ ψυχὴ ἡ δι’ ἁμαρτίας ἑαυτὴν τοῖς σωματικοῖς ὑποτάξασα, ὀφείλει κἀν ταῖς τιμωρίαις αὐτοῖς ὑποτάσσεσθαι.

Τοῦτο μὲν οὖν, οὐχ ὅτι γίνεται, δεικτικόν ἐστι πάντως, ἀλλ’ εἴπερ ἄρα ἐγίνετο, συνίστησι τὸ γινόμενον εὔλογον εἶναι, τάχα δὲ οὐδὲ εὔλογον ἄλλως ἐστί· φαίη γὰρ ἄν τις εἰς τοὐναντίον τὸν λόγον μεταγαγών, ὅτι ψυχὴ ἡ διὰ τοῦ σώματος ἑαυτὴν τοῖς σωματικοῖς ὑποτάξασα μετὰ τοῦ σώματος αὖθις ὀφείλει τὴν σωματικὴν τιμωρίαν ὑφίστασθαι· τοῦτο γὰρ εὐλογώτερόν τε καὶ δικαιότερον καὶ τῆς ἀκολουθίας μᾶλλον ἐχόμενον. Τὴν δὲ παραβολὴν αὖθις ἐκείνην εἰς σύστασιν τούτου λαβόντες, ἐν ᾗ ἡ τοῦ πλουσίου ψυχὴ πρὸ τῆς ἀποκαταστάσεως τοῦ σώματος πυρίνῃ φλογὶ βασανίζεσθαι λέγεται, παντελῶς ὑμῖν αὐτοῖς περιπεπτωκότες φαίνεσθε καὶ τὰ ἑαυτῶν ἀνατρέποντες, πρότερον μὲν εἶναι τὴν παραβολὴν περὶ τῶν ἐσχάτων τελῶν λέγοντες καὶ οὐκ ἀπὸ τοῦ νῦν ἐνεργεῖσθαι, νῦν δὲ αὖθις τὴν ψυχὴν τοῦ πλουσίου κολάζεσθαι λέγοντες. Τοὺς δαίμονας δὲ ἡμεῖς οὐκ ἀπολήψεσθαι μέλλειν σώματά τινα ἀέριά φαμεν ἢ πύρια, ἵνα ἐπιτηδειότεροι ὦσιν εἰς τὰς βασάνους, ἀλλ’ ἔχειν αὐτὰ μετὰ τὴν πτῶσιν ἐκείνην καὶ τὴν εἰς τὸν σωματικὸν τοῦτον κόσμον προσπάθειαν, καθάπερ καὶ ὁ Ἀδὰμ μετὰ τὴν παράβασιν τοὺς δερματίνους χιτῶνας ἐνδεδύσθαι λέγεται, τὴν παχυτέραν σάρκα καὶ θνητὴν καὶ ἀντίτυπον· καὶ τοῦτό γε οὐκ ἀφ’ ἑαυτῶν εἴπομεν, ἀλλὰ τοῦ μεγάλου πατρὸς ἡμῶν Βασιλείου λέξεσιν αὐταῖς εἰπόντος ἐν τοῖς εἰς τὸν Ἡσαΐαν ἐξηγητικοῖς ἀκούσαντες. θον.

Κατὰ δὲ τὸ ἔνατον, ἡμεῖς μὲν εἴπομεν μηδεμίαν ὀπτασίαν εἶναι τῶν ὁσίων ἡμῶν πατέρων μηδ’ ἄλλο τι θαῦμα περὶ καθαρτηρίου πυρὸς διδάσκοντα· τοὐναντίον δ’ ὑμεῖς λέγετε πολλὰ τοιαῦτα εὑρίσκεσθαι παρά τε τῷ μεγάλῳ Γρηγορίῳ καὶ δὴ καὶ ἑτέροις.

Λέγομεν οὖν πρὸς τοῦτο, συνιστῶντες τὸ ἐξ ἀρχῆς εἰρημένον, ὅτι πῦρ ἀφωρισμένον καὶ πρόσκαιρον καθαρτικὴν δύναμιν ἔχον ἐκ τῶν τοιούτων οὐκ ἔστι μαθεῖν· ἀλλ’ οἱ μὲν ἡμέτεροι πατέρες, οἱ καὶ τὴν ἀρχὴν τῆς οὐρανίου πολιτείας ἐν ταῖς ἐρήμοις καταφυτεύσαντες, Αἰγύπτιοί τε καὶ Παλαιστῖνοι, τοιοῦτον οὐδὲν ὁμολογουμένως, ᾗπερ εἴρηται, διεσάφησαν, ἀλλὰ σκιαγραφίας τινὰς εἶδον καὶ οἷον διατυπώσεις τῶν μελλουσῶν ἐκείνων κολάσεων, καὶ ἐν αὐταῖς οὐ τοὺς μικρά τινα πταίσαντας, ἀλλὰ τοὺς ἀσεβεστάτους τε καὶ πονηροτάτους κολαζομένους.

Ὁ δὲ μέγας Γρηγόριος δοκῶν εἰσάγειν τὸ καθαρτήριον, οὐδ’ αὐτὸς οὐδὲν ἡμῖν ἀφωρισμένον ἔν τινι τόπῳ παρέδωκεν, ἀλλ’ ἄλλον ἀλλαχοῦ κολαζόμενόν τε καὶ καθαιρόμενον παριστᾷ τῶν (ὡς αὐτός φησιν) ἐλαχίστοις περιπεπτωκότων ἐγκλήμασι. ιον. Δέκατον δέ γε καὶ τελευταῖον, ἐπιχειρούντων ἡμῶν ἀπὸ τῆς συγγενείας καὶ ὁμοιότητος ταύτης τῆς δόξης πρὸς τὸ Ὠριγενιακὸν δόγμα καὶ λεγόντων ἀποβλητέαν εἶναι καὶ ταύτην ὥσπερ ἐκείνην διὰ τὸ ῥᾳθυμίαν καὶ ἔκλυσιν ταῖς ψυχαῖς ἐμποιεῖν προσδεχομέναις ἑτέραν κάθαρσιν, —ἀπηντήσατε πάλιν τὰ αὐτὰ λέγοντες ἃ καὶ πρότερον, ὡς οὐδαμῶς ἡ παράδοσις αὕτη ῥᾳθυμεῖν τοὺς ἀνθρώπους παρασκευάζει, ἀλλ’ ἀγρυπνεῖν ὡς μάλιστα φοβουμένους τὸ δριμὺ καὶ ἀφόρητον τῶν ἐν τῷ καθαρτηρίῳ τιμωριῶν.

Ἀλλ’ ἡμεῖς γε τῶν εἰρημένων ἐχόμενοι λέγομεν, ὡς οὐδεμία πρόσκαιρος τιμωρία φοβεῖ, κἂν δριμυτάτη πασῶν νομίζοιτο, τοὺς ἐπιρρεπῶς πρὸς τὴν κακίαν ἔχοντας, ἀλλ’ ἢ πρὸς τὴν Ὠριγένους δόξαν κατὰ μικρὸν ὑπαχθήσονται, πᾶσαν πρόσκαιρον εἶναι τιμωρίαν πιστεύοντες, ἢ καὶ διαστολήν τινα ποιούμενοι, καταφρονήσουσι ταύτης τῆς ἐπικαίρου διὰ τὸ λεῖον τῆς ἡδονῆς καὶ τὸ τραχὺ τῆς ἀρετῆς καὶ πρόσαντες, ὥστε βέλτιον εἶναι καὶ φοβερώτερον τῇ ἀδηλίᾳ τοῦ μέλλοντος ἑαυτοὺς ἐπιτρέπειν καὶ ἀγνοεῖν ὁποίας τινὸς ἐπιτεύξεται δίκης τὰ παρ’ ἡμῶν εἰργασμένα, καὶ εἰ συνεχωρήθησαν ὅλως διὰ μετανοίας τῆς προσηκούσης ἢ μένουσι κατὰ τὴν ἡμέραν ἐκείνην τῆς κρίσεως ἐμφανισθησόμενα, ἢ πεπεισμένους, ὡς καθαρθήσονται πάντως, ἀφροντιστεῖν.

Καὶ γὰρ ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ τὸν μωρὸν ἀποκαλέσαντα τὸν ἀδελφὸν οὐκ εἰς τὸ καθαρτήριον, ἀλλ’ εἰς γέενναν παραπέμπει, καὶ περὶ ἀργοῦ λόγου λόγον ἡμᾶς ἀποδώσειν ἐν τῷ καιρῷ τῆς κρίσεως πάντως, ἀλλ’ οὐ καθαρθήσεσθαι διὰ πυρὸς διδάσκει. Ταῦτα οὖν φοβερώτερα τοῦ καθαρτηρίου καὶ πρὸς μετάνοιαν κινητικώτερα, τὸ προσκροῦσαι Θεῷ καὶ τὰς ἐντολὰς αὐτοῦ παριδόντας τῇ μελλούσῃ δίκῃ καὶ ταῖς αἰωνίοις βασάνοις ὑπευθύνους ἑαυτοὺς καταστῆσαι. Δεῖ τοίνυν, ὡς ἡμεῖς γε νομίζομεν, τὸ παρὰ τῶν ὑμετέρων ῥηθὲν διδασκάλων αὐτίκα μετὰ τὸν θάνατον καθαρτήριον πῦρ ἀλληγορικώτερον ἐκλαβεῖν, ἀλλ’ οὐ σωματικόν τι καὶ τοῦτο νομίζειν, εἰ κἀκείνοις οἰκονομικῶς ἴσως εἴρηται, ἵν’ οἰκεία ἡ κόλασις καὶ κατάλληλος ᾖ τῇ κολαζομένῃ ψυχῇ, νοητὴ καὶ ἄϋλος τῇ ἀΰλῳ καὶ ἀσωμάτῳ· οὕτω γὰρ ἀλλήλοις τε καὶ τῇ ἀληθείᾳ συμφωνήσαντες δόξαν ὁμόφωνον ἀναπέμψομεν τῇ αὐτοαληθείᾳ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.