Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Λόγος εἰς τὸ καθαρτήριον πῦρ (Νόθος)

Μᾶρκος ὁ Εὐγενικός

Αξιολόγηση πατερικών μαρτυριών και κριτική των συνοδικών πρακτικών

Θεώρηση των επικαλούμενων πηγών της λατινικής πλευράς, συμπεριλαμβανομένων κειμένων του Αυγουστίνου, του Αμβροσίου, του Γρηγορίου Διαλόγου και του Γρηγορίου Νύσσης. Αμφισβήτηση της γνησιότητας των προσκομισθέντων πρακτικών της Πέμπτης Οικουμενικής Συνόδου και παράθεση αντίστοιχων ανατολικών μαρτυριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 3 από 4

7. Ταῦτα μὲν οὖν ἀποκρινόμεθα πρὸς τὰ παρὰ τῆς θείας Γραφῆς ὑφ’ ὑμῶν εἰλημμένα. Μετὰ δὲ ταῦτα χρήσεις τῶν θείων πατέρων τῷ δόγματι τούτῳ συμβαλλομένας ἐκθέσθαι βουλόμενοι, προετάξατε τούτων ῥήματά τινα τῆς πέμπτης οἰκουμενικῆς συνόδου, διοριζόμενα κατὰ πάντα δεῖν ἕπεσθαι τοῖς πατράσι τούτοις, ὧν τὰς χρήσεις ἐκθέσθαι προῄρησθε, καὶ ἀποδέχεσθαι πάντα τὰ παρ’ αὐτῶν εἰρημένα· ἐν οἷς ἐστιν Αὐγουστῖνός τε καὶ Ἀμβρόσιος, οἱ περὶ τούτου δὴ τοῦ καθαρτηρίου πυρὸς φανερώτερον δοκοῦντες διδάσκειν. Ταῦτα δὲ τὰ ῥήματα ἡμεῖς οὐκ ἐπιγινώσκομεν, διὰ τὸ μηδόλως εὑρίσκεσθαι παρ’ ἡμῖν τὴν βίβλον τῶν πρακτικῶν τῆς τοιαύτης συνόδου, καὶ ζητοῦμεν προκομισθῆναι ταύτην, εἴπερ εὑρίσκεται παρ’ ὑμῖν ἑλληνικῶς γεγραμμένη· θαυμάζομεν γὰρ εἰ ὅλως συντέτακται καὶ Θεόφιλος τοῖς λοιποῖς διδασκάλοις, οὗ μήτε συγγράμματα περὶ πίστεως ὅλως εὑρίσκονται καὶ ἡ μοχθηρία διαβόητός ἐστι πανταχοῦ διὰ τὴν κατὰ τοῦ Χρυσοστόμου μανίαν καὶ τοὺς ἐπ’ αὐτῇ φόνους καὶ τὰς ἄλλας παρανομίας, ὅς γε καὶ μετὰ θάνατον, ἐν ἐπιστολῇ τινι τοῦ μακαρίου Ἰννοκεντίου τοῦ πάπα λεγομένῃ εἶναι, καθαιρεῖται καὶ ἀναθεματίζεται.

8. Ὅμως εἰ δεῖ ἐξετάσαι τὰς ἐκτεθείσας τοῦ μακαρίου Αὐγουστίνου χρήσεις, ἐν μὲν τῇ πρώτῃ φησὶ τὸ ἀποστολικὸν ἐκεῖνο ῥητὸν ἐξηγούμενος, ὅτι τῷ προσκαίρῳ ἐκείνῳ καὶ διαβατικῷ πυρί, περὶ οὗ λέγει ὁ Ἀπόστολος· Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός, οὐ κεφαλικά, ἀλλὰ μικρὰ ἁμαρτήματα καθαίρεται. Τοῦτο δὲ ἐναντίον τέ ἐστι τῇ ἀληθεῖ τοῦ ῥητοῦ διανοίᾳ, ἣν ἐκτίθησιν ὁ Χρυσόστομος, ὡς προείπομεν, καὶ ἄλλως τῇ ὑμετέρᾳ δόξῃ μαχόμενον· εἰ γὰρ τότε σὺν τῇ ἡμέρᾳ ἐκείνῃ τὸ πῦρ ἐκεῖνο ἀποκαλύπτεται, καὶ πρόσκαιρον ἔσται καὶ διαβατικόν, ἅμα τε ἀρχόμενον καὶ παυόμενον, ὅπερ οὐδαμῶς φησιν ὁ Ἀπόστολος, ποῦ νῦν τὸ παρ’ ὑμῶν δοξαζόμενον καθαρτήριον πῦρ, ὅπερ αὐτίκα μετὰ θάνατον ἀπολαμβάνει τοὺς ἁμαρτήσαντας; καὶ πόσον χρόνον ὀδυνήσει τὸ πῦρ ἐκεῖνο τοὺς δι’ αὐτοῦ διερχομένους, εἰ πρόσκαιρον ἔσται καὶ διαβατικόν; Ἅμα δὲ καὶ τῷ ἑξῆς ἐκτεθειμένῳ ῥητῷ μάχεται, τῷ παρὰ τοῦ βιβλίου τοῦ περὶ τῆς Πόλεως τοῦ Θεοῦ εἰλημμένῳ· λέγει γὰρ ἐν αὐτῷ οὕτως· «Οὐ πάντες φθάνουσιν εἰς τὰς αἰωνίους ποινὰς τὰς μετὰ τὴν τοιάνδε κρίσιν ἐσομένας οἱ μετὰ τὸν θάνατον τὰς προσκαίρους ὑπομένοντες».

Εἰ τοίνυν μετὰ τὸν θάνατον αἱ πρόσκαιροι τιμωρίαι, εἴτε διὰ πυρός, ὡς ὑμεῖς φατε, εἴτε δι’ ἑτέρων τρόπων, ὡς ἡμεῖς λέγομεν, μετὰ δὲ τὴν κρίσιν ἐκείνην αὐτίκα αἱ αἰώνιοι ποιναὶ διαδέχονται, πότε τὸ καθαρτήριον πῦρ ἐκεῖνο τὴν χώραν ἕξει καὶ τοὺς δι’ αὐτοῦ διερχομένους καθαριεῖ; Καὶ μὴν ὁ θεολόγος Γρηγόριος οὐ πρόσκαιρον καὶ διαβατικόν, ἀλλ’ ἐπιπονώτερον καὶ μακρότερον τὸ πῦρ ἐκεῖνό φησι, τῷ Χρυσοστόμῳ συμφώνως· γράφει γὰρ οὗτος ἐν τῷ εἰς τὰ Φῶτα λόγῳ περὶ τῶν Ναυατιανῶν λέγων· «Τυχὸν ἐκεῖ τῷ πυρὶ βαπτισθήσονται τῷ τελευταίῳ βαπτίσματι, τῷ ἐπιπονωτέρῳ καὶ μακροτέρῳ, ὃ ἐσθίει ὡς χόρτον τὴν ὕλην καὶ δαπανᾷ πάσης κακίας κουφότητα». Ὁρᾶτε, ὡς ἐπιπολαίως ἥψαντο τῆς τοῦ ῥητοῦ διανοίας οἱ παρ’ ὑμῖν διδάσκαλοι, καὶ οὐκ εἰς βάθος αὐτῆς ἐφίκοντο, καθάπερ ὁ τὴν γλῶτταν χρυσοῦς Ἰωάννης καὶ ὁ θεολόγος οὗτος καὶ οἱ λοιποὶ τῆς ἐκκλησίας φωστῆρες παγκόσμιοι;

9. Τὰ δὲ ἑξῆς ῥητὰ τοῦ τε μακαρίου Αὐγουστίνου καὶ τοῦ θείου πατρὸς Ἀμβροσίου τὰ μὲν οὐδέν τι σαφὲς περὶ τοῦ καθαρτηρίου πυρὸς ἀποφαίνονται, ἀλλ’ ὅτι μόνον ὠφελοῦσι τοὺς τεθνεῶτας αἱ ὑπὲρ αὐτῶν γινόμεναι λειτουργίαι καὶ εὐχαὶ διδάσκουσι· τὰ δὲ καὶ σαφῶς τοῦτο διαγορεύοντα ἐν ὑποψίᾳ ποιούμεθα, μή ποτε διαφθοράν τινα καὶ προσθήκην ἐδέξατο, ὃ καὶ παρ’ ἡμῖν πολλὰ τῶν ἁγίων συγγράμματα πέπονθε, μάλιστ’ ἐπειδὴ καὶ πρὸς τὴν ἡμετέραν γλῶσσαν οὐκ ἔφθασαν ὅλως ἑρμηνευθῆναι τὰ τοιαῦτα καὶ τὴν ἀπὸ τῶν γραφῶν σύστασιν οὐδόλως, ὡς ἔφημεν, ἔχουσι. Τάχα δ’ ἄν τις εἴποι τὰς χρήσεις ταύτας παραμυθούμενος, καὶ συνωθουμένους ὥσπερ ὑπ’ ἀνάγκης αὐτοὺς τὴν τοιαύτην ἐξήγησιν τῶν ἀποστολικῶν ῥημάτων ποιήσασθαι· ἵνα γὰρ μὴ διὰ τούτων πᾶσα ἁμαρτία καθάρσιμος εἶναι δόξῃ, καὶ οὕτω τέλος εἰσενεχθῇ τῆς κολάσεως, ὥσπερ Ὠριγένει ἐδόκει, μὴ δυνηθέντες ὡς ἔοικε διὰ τὴν μεταβολὴν τῆς γλώσσης διϊδεῖν τῆς λέξεως δύναμιν, ἐπὶ μικραῖς τισιν ἁμαρτίαις τὴν κάθαρσιν εἶναι καὶ τὴν ἀπαλλαγὴν ἀπεφήναντο.

Καὶ μὴν καὶ ὅ φατε τὸν μακάριον Γρηγόριον ἐν τῷ τετάρτῳ τοῦ Διαλόγου λόγῳ πλείστοις ὑποδείγμασι καὶ ἀποκαλύψεσιν ἀποδεικνύναι τὸ καθαρτήριον, ἀποφαίνεται μὲν ἀληθῶς εἶναι τὸ καθαρτήριον πῦρ μετὰ θάνατον πρὸ τῆς μελλούσης ἐκείνης κρίσεως, εἴτε ἀλληγορικῶς τοῦτο νοῶν, εἴτε καὶ ἀληθῶς οὕτω δοξάζων· ἃ δὲ ἐπάγει ῥητὰ παρὰ τῆς γραφῆς πρὸς τὴν τούτου σύστασιν, οὐδὲν ὅλως ἀναγκαῖον μεθ’ ἑαυτῶν ἔχουσιν, ὡς καὶ πρότερον ἡμῖν εἴρηται· καὶ τὰ διηγήματα δὲ καὶ αἱ ἀποκαλύψεις, ἃς παρατίθησιν, οὐδὲν ὅλως ἀφωρισμένον ἐν τόπῳ τινὶ καθαρτήριον πῦρ ὑποφαίνουσι· τοὺς μὲν γὰρ τῶν οὕτω καθαιρομένων εἰς τὰ θέρμα φησὶ παραδιδομένους τοῖς λουομένοις ὑπηρετεῖν, τοὺς δὲ δι’ ἀποκαλύψεως φανῆναι κατακαιομένους ἐν διαφόροις τόποις, ἅπερ ἅπαντα φαίνεται μηδὲν ἄλλο εἶναι πλὴν θαύματα καὶ ἀποκαλύψεις εἰς ἐπιστροφὴν τῶν ζώντων καὶ διόρθωσιν παρὰ Θεοῦ μερικῶς γνωριζόμενα· καθολικὸν δὲ εἶναι πῦρ ἐξ αὐτῶν καθαρτήριον, οὐδὲν οὐδαμῶς ἐξ ἀνάγκης δείκνυται.

Καὶ μὴν καὶ δι’ ὧν ἐφεξῆς ἐπάγει, τὸ τοιοῦτον δόγμα τοῦ καθαρσίου πυρὸς ἀναιρεῖται· τὰ μὲν γὰρ τῶν εἰρημένων ἐλαφρῶν καὶ ἐλαχίστων ἁμαρτημάτων ἐν τοῖς δικαίοις δι’ ἀντισηκώσεως ἑτέρων ἀγαθῶν πράξεων ἐν τῇ ζωῇ ταύτῃ φησὶ καθαίρεσθαι, τὰ δὲ ἐν τῇ ἐξόδῳ τῶν ψυχῶν ἐκ τοῦ σώματος δι’ αὐτοῦ καὶ μόνου τοῦ φόβου καθαίρεσθαι παραδίδωσι, τὰ δὲ καὶ μετὰ θάνατον διὰ τῶν ὑπὲρ αὐτῶν γινομένων εὐποιϊῶν τε καὶ προσφορῶν. Τίς οὖν ἔτι χρεία τοῦ καθαρσίου πυρός, τοσούτων ὄντων καὶ ἄνευ αὐτοῦ τῶν δυναμένων καθαίρειν; Ταῦτα μὲν οὖν ἀποκρινόμεθα πρὸς τοὺς παρ’ ὑμῖν διδασκάλους, ἔνθα δοκοῦσι τοῖς ἡμετέροις ἀσύμφωνοι· καὶ γὰρ οὐδὲ ἔνεστιν ἄλλως τὰ εἰρημένα παραμυθήσασθαι.

10. Τὰ δὲ τοῦ μεγάλου Βασιλείου, ἐν οἷς τοῦ Θεοῦ δεόμενος ὑπὲρ τῶν κοιμηθέντων ἐν ταῖς εἰς τὴν Πεντηκοστὴν εὐχαῖς, ἀνάπαυσιν αὐτοῖς ἐξαιτεῖται καὶ τὴν μετὰ τῶν δικαίων κατάταξιν, οὐδὲν ὅλως περὶ καθαρτικοῦ πυρὸς διειλήφασι· καὶ ἀκολούθως τὸ ἐπὶ τοῖς κεκοιμημένοις ψαλλόμενον παρ’ ἡμῶν τροπάριον, ἐν ᾧ πρὸς τὸν Θεὸν λέγομεν ὡς ἐκ προσώπου τοῦ κοιμηθέντος· «Οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ,» καθαρισμὸν μὲν εἰσάγειν δοκεῖ, οὐ μὴν τὸν διὰ πυρός, ἀλλὰ τὸν διὰ τῆς θείας εὐσπλαγχνίας καὶ ἀγαθότητος μόνον· μάταιον γὰρ ἂν ἦν, εἰ τὸ διὰ πυρὸς καθαιρόμενον ἔτι καὶ δι’ εὐσπλαγχνίας παρεκαλοῦμεν καθαίρεσθαι· ἀλλὰ τὴν τῶν κηλίδων ἐξάλειψιν, δι’ ἃς ἀλλοτρίως ἔχει πρὸς τὴν τοῦ Θεοῦ θεωρίαν τε καὶ ἀπόλαυσιν, δι’ αὐτῆς καὶ μόνης τῆς θείας ἀγαθότητος γινομένην ἐπιζητεῖ καὶ καθαρισμὸν ὀνομάζει.

11. Τὰ δὲ ἑξῆς κείμενα τοῦ μακαρίου Γρηγορίου τοῦ Νύσσης ῥητὰ βέλτιον μὲν ἦν σιωπῇ δίδοσθαι καὶ μηδαμῶς ἡμᾶς ἀναγκάζεσθαι τὴν ὑπὲρ τούτων ἀπολογίαν φανερῶς ἐν τῷ μέσῳ ποιεῖσθαι· δοκεῖ γὰρ ὁ διδάσκαλος οὗτος προφανῶς συμφέρεσθαι τοῖς Ὠριγενιακοῖς δόγμασι καὶ τέλος εἰσάγειν κολάσεως, ἐν τοῖς τοιούτοις μάλιστα λόγοις, μηδὲν ἄλλο ταύτην εἶναι ἀποφαινόμενος ἢ κάθαρσίν τινα καὶ χωνείαν καὶ πρὸς Θεὸν ἑλκυσμὸν δι’ ὀδύνης καὶ πόνων, ὡς ἐσομένης ποτὲ τελείας ἀποκαταστάσεως πάντων, καὶ τῶν δαιμόνων αὐτῶν, ἵνα ᾖ, φησίν, ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι κατὰ τὸν ἀποστολικὸν λόγον. Ἐπεὶ δὲ εἰς μέσον καὶ ταῦτα μετὰ τῶν λοιπῶν προενήνεκται, πρῶτον μὲν ἀπολογούμεθα ὑπὲρ τούτων, ὃ παρὰ τῶν πατέρων ἡμῶν παρελάβομεν, ὡς εἰκὸς διαφθορὰς εἶναι ταῦτα καὶ παρεμβολὰς αἱρετιζόντων τινῶν καὶ τὰ Ὠριγένους φρονούντων, οἵτινες ἤκμασαν πολλοὶ κατ’ ἐκείνους τοὺς χρόνους ἐν τοῖς κατ’ Αἴγυπτον μάλιστα καὶ Παλαιστίνην τόποις, ἵνα καὶ τὸν ἅγιον τοῦτον καὶ μέγαν φωστῆρα συνήγορον ἔχειν δοκῶσιν.

Ἐπὶ δὲ τούτῳ φαμέν, ὡς εἰ καὶ δόξης τοιαύτης ὡς ἀληθῶς ὁ ἅγιος ἦν, ἀλλ’ ἔτι ὄντος ἀμφισβητησίμου τοῦ δόγματος τότε καὶ μήπω διακεκριμένου τελέως μηδὲ τῆς ἐναντίας δόξης καθάπαξ ἀποβληθείσης, ὃ κατὰ τὴν πέμπτην ἐγένετο σύνοδον, εἰ οὖν τι τῆς ἀκριβείας ὡς ἄνθρωπος καὶ αὐτὸς παρεσφάλη, θαυμαστὸν οὐδέν, ὅπου γε καὶ τῶν πρὸ αὐτοῦ πολλοὶ τὸ τοιοῦτον ἔπαθον, Εἰρηναῖός τε ὁ Λουγδούνων καὶ Διονύσιος ὁ Ἀλεξανδρείας καὶ ἕτεροι· καὶ γὰρ οὗτοι λαβήν τινα παρέσχον τοῖς διαβάλλουσιν, οἷς εἰρήκασιν. Ὅτι δὲ ἀμφισβητήσιμον ἦν τότε τὸ δόγμα καὶ μήπω διακεκαθαρμένον, ὅπως ἂν ἀκριβείας ἔχοι, μάρτυς ὁ θεολόγος Γρηγόριος ἐν τῷ εἰς τὸ Βάπτισμα λόγῳ περὶ τοῦ ἀσβέστου πυρὸς ἐκείνου φιλοσοφῶν καὶ μετὰ τοῦτο λέγων· «Εἰ μή τῳ φίλον κἀνταῦθα νοῆσαι τοῦτο φιλανθρωπότερον καὶ τοῦ κολάζοντος ἐπαξίως». Ὁρᾷς, ὡς ἐφίησι τοῖς βουλομένοις νοῆσαι τὸ πῦρ ἐκεῖνο φιλανθρωπότερον; Ἀλλὰ τῇ πέμπτῃ τῶν οἰκουμενικῶν συνόδων ἀπανθρωποτάτη πασῶν ἡ τοιαύτη δόξα νενόμισται, καὶ ὡς λυμαντικὴ τῆς ἐκκλησίας καὶ τῶν σπουδαίων ἐκλυτικὴ τῷ ἀναθέματι ὑποβέβληται.

Καὶ τὰ εἰρημένα τοίνυν, εἴπερ εἰσὶν εἰρημένα τῷ θαυμαστῷ Γρηγορίῳ περὶ τοῦ πυρὸς ἐκείνου, κάθαρσιν μὲν οὐ μερικὴν ἀλλὰ τελείαν εἰσάγουσι καὶ τελείαν πάντων ἀποκατάστασιν· πείθουσι δὲ ἡμᾶς οὐδαμῶς πρὸς τὴν κοινὴν ἀφορῶντας δόξαν τῆς ἐκκλησίας καὶ ταῖς θείαις γραφαῖς ὡς κανόσι χρωμένους, ἀλλ’ οὐχ ὅ τι ἕκαστος ἰδίᾳ γέγραφε σκοπουμένους ἐκ τούτων, οὐδ’ εἴ τις ἄλλος περὶ καθαρσίου πυρὸς ἕτερα ἔτι γέγραφεν, ἀνάγκην ἔχομεν παραδέξασθαι· οὔτε γὰρ ἡ γραφὴ διπλῆν κόλασιν καὶ διπλοῦν πῦρ, οὔθ’ ἡ πέμπτη τῶν οἰκουμενικῶν συνόδων ἡμῖν παραδέδωκεν.

12. Ἐπὶ τούτοις ἕτερα κεῖνται ῥητὰ Διονυσίου τε τοῦ θείου καὶ τοῦ μεγάλου Ἐπιφανίου καὶ τοῦ Δαμασκηνοῦ θεορρήμονος, περὶ μὲν καθαρσίου πυρὸς οὐδὲν οὐδόλως διαλαμβάνοντα, μᾶλλόν γε μὴν αὐτὸ ἀναιροῦντα (τῆς γὰρ θείας φασὶν ἀγαθότητος εἶναι μόνης, τὸ ἀφιέναι τὰ δι’ ἀνθρωπίνην ἀσθένειαν ἡμαρτημένα τῷ κοιμηθέντι), ὅτι δὲ ὠφελοῦσι τοὺς κοιμηθέντας αἱ ὑπὲρ αὐτῶν γινόμεναι λειτουργίαι τε καὶ εὐχαὶ παριστῶντα. Ταῦτα δὲ ἡμεῖς ὅτι καὶ φρονοῦμεν καὶ λέγομεν καὶ δι’ ὧν ποιοῦμεν γνωρίζομεν, εἴρηται. Ἔτι τοῦ μακαρίου Θεοδωρήτου χρῆσις παρ’ ὑμῶν εἰσενήνεκται, ἣν οὔτε γνωρίζομεν, οὔτε παραδεχόμεθα, καὶ ζητοῦμεν εὑρεθῆναι, πόθεν ἐλήφθη καὶ παρὰ τίνος τῶν αὐτοῦ βίβλων.