Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Λόγος εἰς τὸ καθαρτήριον πῦρ (Νόθος)

Μᾶρκος ὁ Εὐγενικός

Θεολογική αναίρεση του καθαρτηρίου πυρός και ο κίνδυνος της ωριγενιστικής πλάνης

Απόρριψη του λατινικού δόγματος περί ικανοποίησης της θείας δικαιοσύνης. Προβολή θεολογικών και αγιογραφικών επιχειρημάτων κατά του υλικού πυρός προ της αναστάσεως και επισήμανση του κινδύνου εφησυχασμού των πιστών κατ' αναλογίαν προς την πλάνη του Ωριγένη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 4 από 4

13. Καὶ ἐπὶ τούτοις εἴρηται παρ’ ὑμῶν, «εὔδηλον εἶναι τὴν προειρημένην ἀλήθειαν κατὰ τὸν τῆς θείας δικαιοσύνης λόγον, ἥτις οὐδὲν ἀτάκτως γενόμενον ἀτιμώρητον ἐᾷ, καὶ διὰ τοῦτ’ ἀνάγκην εἶναι τοὺς ἐνταῦθα τὴν τιμωρίαν οὐκ ἀποτίσαντας, οὔτ’ ἐν τῷ οὐρανῷ, οὔτε μὴν ἐν τῷ ᾅδῃ ταύτην ἀποτιννύναι· λείπεται δὴ τόπον ἕτερον εἶναι ἀφωρισμένον, οὗ δεῖ τὴν κάθαρσιν ταύτην γίνεσθαι, δι’ ἧς ἕκαστος καθαρὸς γενόμενος, εἰς τὴν οὐράνιον ἀπόλαυσιν παραχρῆμα ἀνάγεται».

Πρὸς δὴ τοῦτο τοιαῦτά φαμεν, καὶ σκοπεῖτε ὡς ἁπλᾶ καὶ δίκαια. Ἔστι μὲν ἡ τῶν ἁμαρτιῶν ἄφεσις ὁμολογουμένως καὶ τῆς ἐπ’ αὐταῖς κολάσεως ἀπαλλαγή· ἅμα γάρ τις ἀφίεται τούτων, καὶ τῆς ὀφειλομένης δι’ αὐτὰς κολάσεως ἠλευθέρωται. Δίδοται δὲ αὕτη τριχῆ καὶ κατὰ διαφόρους τοὺς χρόνους· ἐν τῷ καιρῷ τοῦ βαπτίσματος, καὶ μετὰ τὸ βάπτισμα δι’ ἐπιστροφῆς καὶ πένθους καὶ ἀντισηκώσεως ἀγαθῶν ἔργων ἐν τῇ παρούσῃ ζωῇ, καὶ μετὰ θάνατον δι’ εὐχῶν καὶ εὐποιϊῶν καὶ ὅσα ἄλλα τοῖς τεθνεῶσιν ἡ ἐκκλησία ἐπιτελεῖ. Ἡ μὲν οὖν πρώτη παντάπασιν ἄμοχθος καὶ κοινὴ πᾶσι καὶ ὁμότιμος, ὡς φωτὸς χύσις καὶ ἡλίου θέα καὶ ὡρῶν ἀλλαγαί· χάρις γάρ ἐστι μόνον καὶ πλέον οὐδὲν ἢ τὴν πίστιν παρ’ ἡμῶν ἀπαιτεῖ· ἡ δὲ δευτέρα ἐπίπονος, ὡς «ὁ λούων τὴν κλίνην αὐτοῦ καθ’ ἑκάστην νύκτα καὶ τὴν στρωμνὴν τοῖς δάκρυσιν»· ᾧ τῆς κακίας προσόζουσι καὶ οἱ μώλωπες, ὃς πενθῶν καὶ σκυθρωπάζων πορεύεται καὶ μιμεῖται τὴν Νινευιτῶν ἐπιστροφὴν καὶ τοῦ Μανασσῆ τὴν ἠλεημένην ταπείνωσιν· ἡ τρίτη δὲ ἐπίπονος μὲν καὶ αὐτή (τὴν γὰρ μετάνοιαν ἔχει συνεζευγμένην καὶ τὴν συνείδησιν πλήττουσαν καὶ τὴν ἀποτυχίαν τῶν ἀγαθῶν ὀδυνῶσαν), κολάσεως δὲ ἀμιγὴς ὅμως, εἴπερ ἐστὶν ἄφεσις· ἄφεσιν γὰρ καὶ κόλασιν ἐς ταὐτὸ συνελθεῖν οὐχ οἷόν τε.

Πλὴν ἀλλ’ ἡ μὲν πρώτη καὶ τελευταία παρὰ τῆς τοῦ Θεοῦ χάριτος ἔχει τὸ πλέον, συμβαλλομένων καὶ τῶν εὐχῶν, ὀλίγον δὲ λίαν τὸ παρ’ ἡμῶν εἰσφερόμενον· ἡ μέση δὲ τοὐναντίον ὀλίγον μὲν τὸ παρὰ τῆς χάριτος ἔχει, πλείστης δὲ δεῖται τῆς παρ’ ἡμῶν ἐργασίας· διαφέρει δὲ ἡ πρώτη τῆς τελευταίας ἀφέσεως, ὅσον ἐκείνη μὲν ἁπασῶν ἐστι τῶν ἁμαρτιῶν ὁμοίως, αὕτη δὲ τῶν μὴ θανασίμων μόνον καὶ ὧν ἕκαστος ἐν τῇ ζωῇ μετενόησε. Ταῦτα ἡ τοῦ Θεοῦ ἐκκλησία φρονοῦσα καὶ τὴν ἄφεσιν τοῖς κεκοιμημένοις αἰτοῦσά τε καὶ πιστεύουσα δίδοσθαι, κόλασιν ἐπ’ αὐτοῖς οὐδεμίαν ὁρίζει, πολὺ τὴν θείαν ἀγαθότητα τὸν τῆς δικαιοσύνης λόγον ὑπερνικᾶν ἐν τοῖς τοιούτοις γινώσκουσα.

14. αον. Καὶ μὴν εἰ τοὺς ἐνταῦθα ποθοῦντας τὸ θεῖον αὐτὸς ὁ πόθος εἴτ’ οὖν ἡ ἀγάπη καθαίρει κατὰ τὸν θεολόγον Γρηγόριον, καθαίρων δὲ θεοειδεῖς ἐργάζεται, τοιούτοις δὲ γενομένοις ὡς οἰκείοις ἤδη προσομιλεῖ, διατί μετὰ θάνατον οὐ πολλῷ μᾶλλον ὁ πόθος καθαριεῖ τοὺς ἀπαλλαγέντας τῆς ὕλης, ἀλλ’ ἔτι χρεία καὶ καθαρσίου πυρὸς ἐπὶ τοῖς μικροῖς ἁμαρτήμασιν; βον. Ἔτι, μᾶλλον προσήκει τῇ ἀγαθότητι τοῦ Θεοῦ τὸ ὀλίγον ἀγαθὸν μὴ παριδεῖν ἢ τὴν σμικρὰν ἁμαρτίαν δίκης ἀξιοῦν. Ἀλλὰ τὸ ὀλίγον ἀγαθὸν ἐν τοῖς τὰ μεγάλα ἡμαρτηκόσιν οὐδεμιᾶς ἀμοιβῆς ἐπιτυγχάνει διὰ τὴν τῆς πονηρίας πλεονεξίαν. Οὐδ’ ἄρα τὸ ὀλίγον κακὸν ἐν τοῖς τὰ μεγάλα κατωρθωκόσι προσήκει δίκης τυχεῖν διὰ τὸ τὰ βελτίω νικᾶν· εἰ γὰρ τὸ μᾶλλον δοκοῦν οὐκ ἔστι, σχολῇ τό γε ἧττον ἂν εἴη. Οὐδ’ ἄρα πῦρ καθαρτήριον νομίζειν προσήκει. γον. Ἔτι, ὡς ἔχει τὸ ὀλίγον ἀγαθὸν ἐν τοῖς τἄλλα φαύλοις, οὕτω τὸ ὀλίγον κακὸν ἐν τοῖς τἄλλα ἀγαθοῖς. Ἀλλὰ τὸ ὀλίγον ἀγαθὸν ἐν ἐκείνοις οὐ δύναται ἀγαθῶν ἀνταπόδοσιν ποιεῖν, ἀλλὰ μόνον διαφορὰν κολάσεως· καὶ τὸ ὀλίγον ἄρα κακὸν οὐ ποιήσει κόλασιν, ἀλλὰ διαφορὰν ἀπολαύσεως. Οὐκ ἄρα πῦρ καθαρτήριον νομιστέον. δον.

Ἔτι, εἰ τὸ τέλειον ἔπαθλον τοῖς καθαροῖς τῇ καρδίᾳ καὶ τῇ ψυχῇ τὸ ἰδεῖν τὸν Θεόν, τούτου δὲ οὐχ ὁμοίως ἅπαντες ἐπιτυγχάνουσιν, οὐδ’ ἄρα τῆς αὐτῆς καθάρσεώς εἰσιν ἅπαντες, οὐδ’ ἄρα χρεία τοῦ καθαρσίου πυρός, εἴπερ ἔν τισιν ἐλλιπὴς ἡ κάθαρσις· ἦ γὰρ ἂν ἦσαν ἅπαντες ἐπίσης κεκαθαρμένοι διὰ τοῦ αὐτοῦ πυρὸς καὶ πρὸς θεοπτίαν ὁμοίως ἔχοντες. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ τῆς νομοθεσίας ὄρους συμβολικῶς τε καὶ τυπικῶς ἐγένετο· «τότε γὰρ οὐ πάντες τῆς αὐτῆς ἀξιωθέντες φαίνονται στάσεώς τε καὶ τάξεως, ἀλλ’ ὁ μὲν τῆς, ὁ δὲ τῆς, πρὸς μέτρον (οἶμαι) τῆς ἑαυτοῦ καθάρσεως ἕκαστος» κατὰ τὸν Θεολόγον Γρηγόριον. εον. Ἔτι, ὁ αὐτὸς ἐν ἁγίοις μέγας Γρηγόριος ὁ Θεολόγος, τὸν περὶ τοῦ Πάσχα λόγον θεωρητικῶς τε καὶ ἀναγωγικῶς ποιούμενος, ἐλθὼν εἰς τὸ μέρος, ἐν ᾧ φησιν· «Οὐκ ἐξοίσομεν δὲ οὐδέν, οὐδὲ εἰς τὸ πρωῒ καταλείψομεν», ἀποφαίνεται ῥητῶς οὕτω καὶ καθαρῶς, ὅτι μὴ ὑπὲρ τὴν νύκτα ταύτην ἔστι τις κάθαρσις, νύκτα τὸν ἑκάστου παρόντα βίον ἀποκαλῶν καὶ μηδεμίαν κάθαρσιν μετ’ αὐτὸν εἶναι παραχωρῶν.

ϛον. Ἔτι, ὁ αὐτὸς ἐν τῷ εἰς τὴν Πληγὴν τῆς χαλάζης λόγῳ διαγορεύων οὕτως· «Ἐῶ λέγειν τὰ ἐκεῖσε δικαιωτήρια, οἷς ἡ ἐνταῦθα φειδὼ παραδίδωσιν, ὡς βέλτιον εἶναι νῦν παιδευθῆναι καὶ καθαρθῆναι ἢ τῇ ἐκεῖσε βασάνῳ παραπεμφθῆναι, ἡνίκα κολάσεως καιρός, οὐ καθάρσεως», παρίστησι φανερῶς, μηδεμίαν εἶναι κάθαρσιν μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, ἀλλ’ ἢ μόνον τὴν αἰώνιον κόλασιν. ζον. Ἔτι, ὁ Κύριος ἐν τῇ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου παραβολῇ περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου διδάσκων τὸν ἑκάτερον διαδεξάμενον κλῆρον, τὸν μὲν Λάζαρόν φησιν ἅμα τῷ ἀποθανεῖν ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἁβραάμ, τὸν δὲ πλούσιον ὁμοῦ τε ταφῆναι ἀποθανόντα καὶ τὴν ψυχὴν αὐτοῦ εὑρεθῆναι ἐν τῷ ᾅδῃ ὑπάρχουσαν ἐν βασάνοις· καὶ οὕτω διὰ μὲν τοῦ κόλπου τοῦ Ἁβραὰμ τὴν ἀκροτάτην κατάστασιν ἐν τῇ εὐδαίμονι λήξει τῶν τῷ Θεῷ φίλων ἐμφήνας, διὰ δὲ τοῦ ᾅδου καὶ τῶν βασάνων τὴν ἐσχάτην κατάκρισιν καὶ αἰωνίαν δίκην τῶν ἁμαρτωλῶν παραστήσας, οὐκ ἔτι μεταξὺ τούτων ἕτερον τόπον κατέλιπε πρόσκαιρόν τινα βάσανον ἔχοντα, ἀλλ’ ἢ χάσμα μέγα καὶ ἀδιάβατον διεῖργον ἑκατέρους ἐξ ἀλλήλων καὶ τὴν ἄκραν καὶ ἄμεσον ἐναντίωσιν παριστῶν. ηον. Ἔτι, τὴν ψυχὴν ἀπαλλαγεῖσαν τοῦ σώματος καὶ ἀσώματον πάντῃ καὶ ἄϋλον γενομένην οὐκ ἔστιν εἰκὸς ὑπὸ σωματικοῦ πυρὸς κολάζεσθαι, τοῦ σώματος αὐτῆς, οὗ τὸ πῦρ ἔμελλε περιδράττεσθαι, διαφθαρέντος.

Μετὰ μὲν γὰρ τὴν ἀνάστασιν ἐπαναλαβούσῃ τὸ σῶμα ἄφθαρτον, καὶ τῆς κτίσεως πάσης ἀλλοιωθείσης, καὶ διαιρεθέντος τοῦ πυρός, ὡς μανθάνομεν, εἰκὸς αὐτῇ τὴν ἀπὸ τούτου κόλασιν κατάλληλον ἔσεσθαι, καὶ οὐκ αὐτῇ μόνον, ἀλλὰ καὶ τοῖς δαίμοσιν, ἅτε καὶ αὐτοῖς ζοφεροῖς οὖσι καὶ ὕλην τινὰ καὶ παχύτητα περιβεβλημένοις καὶ σώματα ἀέρια ἢ πύρια κατὰ τὸν μέγαν Βασίλειον· πρὶν δὲ τὸ οἰκεῖον σῶμα ἀπολαβεῖν, εἶδος οὖσα μόνον τῆς ὕλης ἄμικτον, εἰ καὶ καθ’ αὑτὴν ὑφέστηκε, πῶς ἂν ὑπὸ σωματικοῦ πυρὸς κολάζεσθαι δύναιτο; θον. Ἔτι, εἰ τῶν ἁγίων αἱ ψυχαὶ διὰ τὴν προγονικὴν ἁμαρτίαν μόνην ἐν τῷ ᾅδῃ κεκράτηντο μέχρι τῆς τοῦ Σωτῆρος εἰς αὐτὸν καταβάσεως, οὐχ ὡς ἐν πυρὶ καὶ κολάσει πάντως, ἀλλ’ ὡς ἐν δεσμωτηρίῳ καὶ φυλακῇ, καθὼς ὁ ἀπόστολος Πέτρος ἐν τῇ ἐπιστολῇ φησιν· Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξε, διατί μὴ καὶ τὰς τῶν μετρίως ἁμαρτησάντων ἐνταῦθα ψυχὰς ὁ τοιοῦτος ᾅδης καθέξει μετὰ τὸν θάνατον, ἀλλ’ ἔτι πρὸς τούτῳ χρεία καὶ καθαρσίου πυρός, οὗ διὰ τῶν εὐχῶν ἀφεθήσονται; ιον.

Ἔτι, οἱ τὸν ἰσάγγελον ἐπὶ γῆς πολιτευσάμενοι βίον ὅσιοι πατέρες ἡμῶν, πολλαχοῦ καὶ πολλάκις δι’ ὀπτασιῶν καὶ ἐνυπνίων καὶ ἑτέρων θαυμάτων τὰ περὶ τῆς αἰωνίου κολάσεως καὶ τῶν ἐν αὐτῇ ἀσεβῶν καὶ ἁμαρτωλῶν αὐτοί τε μυούμενοι καὶ τοὺς ἄλλους μυοῦντες καὶ ὡς παρόντα καὶ ἤδη γινόμενα θεώμενοί τε καὶ προδεικνύντες τῷ λόγῳ, καθάπερ καὶ ἡ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου παραβολὴ τὴν τοῦ πλουσίου καὶ τοῦ Λαζάρου κατάστασιν διαζωγραφεῖ, περὶ καθαρτικοῦ προσκαίρου πυρὸς οὐδὲν οὐδαμοῦ διεσάφησαν. ιαον. Ἔτι, τὸ τῆς ἀποκαταστάσεως δόγμα καὶ τοῦ τέλους τῆς αἰωνίου κολάσεως παρὰ Ὠριγένους, ὡς εἴρηται, τὴν ἀρχὴν εἰληφὸς καί τινων τῶν τῆς ἐκκλησίας ἐπικρατῆσαν, ὧν ἐστι καὶ Δίδυμος καὶ Εὐάγριος, ἅτε τὴν τοῦ Θεοῦ φιλανθρωπίαν προβαλλόμενον καὶ εὐπαράδεκτον ἐν τοῖς ῥᾳθύμοις γινόμενον, ὡς ὁ θεοφόρος Ἰωάννης ὁ τῆς Οὐρανίου Κλίμακος ἀρχιτέκτων φησίν, ὅμως ἀπεκηρύχθη καὶ ἀνεθεματίσθη παρὰ τῆς ἁγίας πέμπτης οἰκουμενικῆς συνόδου, ὡς ἔκλυσιν ταῖς ψυχαῖς ἐμποιοῦν καὶ τοὺς ῥᾳθύμους ἔτι ῥᾳθυμοτέρους ἀπεργαζόμενον, ἐκδεχομένους ποτὲ τὴν τῶν βασάνων λύτρωσιν καὶ τὴν ἐπηγγελμένην ἀποκατάστασιν.

Διὰ τὰ αὐτὰ τοίνυν καὶ τὸ προκείμενον δόγμα τοῦ καθαρσίου πυρὸς ἀποβλητέον ἂν εἴη τῆς ἐκκλησίας, ὡς ῥᾳθυμίαν ἐμποιοῦν τοῖς σπουδαίοις καὶ πεῖθον αὐτοὺς μὴ πᾶσι τρόποις ἀγωνίζεσθαι κατὰ τὸν παρόντα βίον ἑαυτοὺς ἐκκαθαίρειν, ὡς προσδοκωμένης ἑτέρας καθάρσεως.