Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Λόγος εἰς τὸ καθαρτήριον πῦρ (Νόθος)

Μᾶρκος ὁ Εὐγενικός

Προοίμιο, έκθεση της λατινικής θέσης και η ορθόδοξη διδασκαλία περί των κεκοιμημένων

Εισαγωγικά σχόλια και παράθεση της λατινικής διδασκαλίας περί καθαρτηρίου πυρός. Αντίταξη της ορθόδοξης θεώρησης για τη μεταθανάτια κατάσταση των ψυχών, τονίζοντας τη λυτρωτική σημασία των εκκλησιαστικών δεήσεων και της προσφοράς της Θείας Ευχαριστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΠΑΝΙΕΡΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ἘΦΕΣΟΥ ΚΥΡ ΜΑΡΚΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ ΑΝΤΙΡΡΗΣΙΣ ΤΩΝ ΛΑΤΙΝΙΚΩΝ ΚΕΦΑΛΑΙΩΝ, ΑΠΕΡ ΑΥΤΟΙ ΠΡΟΕΤΕΙΝΟΝ, ΠΕΡΙΤΟΥ ΠΕΡΚΑΤΟΡΙΟΥ ΠΥΡΟΣ. 1. Ἐπειδὴ μετὰ ἀγάπης ἀποκρίνασθαι πρὸς τὰ παρ’ ὑμῶν εἰρημένα ὀφείλομεν, σῳζομένης τῆς καθ’ ἡμᾶς εὐσεβείας καὶ τῶν πατροπαραδότων ἐκκλησιαστικῶν δογμάτων, προτάττομεν κεφαλαιωδῶς ἑκάστην τῶν ἐμφερομένων τοῖς παρ’ ὑμῶν γεγραμμένοις συστάσεων καὶ μαρτυριῶν, ἵνα εὐπερίληπτος καὶ σαφὴς ἐφ’ ἑκάστῃ τούτων ἡ ἀπάντησις καὶ ἡ λύσις γένηται.

Εἴρηται τοίνυν ἐν ἀρχῇ τοῦ γράμματος οὕτως, ὅτι «ἐὰν οἱ ἀληθῶς μετανοοῦντες, πρὶν ἱκανῶς ποιῆσαι περὶ τῶν ἡμαρτημένων ἢ ἠμελημένων τοὺς ἀξίους τῆς μετανοίας καρπούς, ἐν ἀγάπῃ ἀποβιώσωσιν, αἱ τούτων ψυχαὶ ταῖς καθαρτικαῖς τιμωρίαις ἐκκαθαίρονται μετὰ θάνατον· πρὸς δὲ τὸ ἀποκουφίσαι αὐτὰς τῶν τοιούτων ποινῶν, ὠφελοῦσιν αἱ τῶν ζώντων πιστῶν ἐπικουρίαι, ἤγουν αἱ λειτουργίαι, αἱ εὐχαί, αἱ ἐλεημοσύναι, καὶ τἄλλα τῆς εὐσεβείας ἔργα».

Πρὸς ταῦτα ἡμεῖς ἀποκρινόμεθα οὕτως.

Ὅτι μὲν ὠφελοῦσι τοὺς ἐν πίστει κεκοιμημένους αἱ ὑπὲρ αὐτῶν γινόμεναι λειτουργίαι καὶ εὐχαὶ καὶ ἐλεημοσύναι, τό τε ἔθος αὐτὸ τῆς ἐκκλησίας ἐπικρατῆσαν ἄνωθεν μαρτυρεῖ καὶ ἐπὶ τούτῳ πολλοὶ καὶ διάφοροι τῶν διδασκάλων λόγοι, Λατίνων τε καὶ Γραικῶν, κατὰ διαφόρους καιροὺς καὶ τόπους εἰρημένοι καὶ γεγραμμένοι· τὸ δὲ διὰ τῶν τοιούτων βοηθημάτων καθαρτικῶν τινων τιμωριῶν ἀπαλλάττεσθαι τὰς ψυχὰς καὶ πυρὸς προσκαίρου τοιαύτην δύναμιν ἔχοντος, οὐκέτι ῥητῶς γεγραμμένον εὑρίσκομεν, οὔτε ἐν ταῖς εὐχαῖς καὶ τοῖς ἄσμασι τοῖς ὑπὲρ αὐτῶν γινομένοις, οὔτε ἐν τοῖς τῶν διδασκάλων λόγοις· ἀλλὰ τὰς μὲν ἐν ᾅδῃ κατεχομένας καὶ ταῖς αἰωνίοις ἤδη παραδεδομένας κολάσεσιν, εἴτε ἔργῳ καὶ πείρᾳ, εἴτε ἐλπίδι βεβαίᾳ καὶ προσδοκίᾳ, βοηθεῖσθαι μὲν καὶ αὐτὰς καὶ ὠφελεῖσθαι μικράν τινα τὴν ὠφέλειαν παρελάβομεν, οὐ μὴν ἀπαλλάττεσθαι τῆς κολάσεως εἰς τὸ παντελὲς οὐδ’ ἐλπίδα τινὰ τῆς ἀπαλλαγῆς ὅλως ἔχειν· καὶ τοῦτο δηλοῖ τὸ κατὰ τὸν μέγαν Μακάριον τὸν Αἰγύπτιον ἀσκητὴν διήγημα, ἐν οἷς ἐρωτήσας τὸ κατὰ τὴν ἔρημον εὑρεθὲν κρανίον, τῇ θείᾳ δυνάμει τὰ τοιαῦτα παρ’ αὐτοῦ ἔμαθε, καὶ ὁ μέγας Βασίλειος ἐν ταῖς εἰς τὴν Πεντηκοστὴν ἀναγινωσκομέναις εὐχαῖς ταῦτα κατὰ ῥῆμα γράφων· «Ὁ καὶ ἐν ταύτῃ τῇ παντελείῳ ἑορτῇ καὶ σωτηριώδει ἱλασμοὺς μὲν ἱκεσίους ὑπὲρ τῶν κατεχομένων ἐν ᾅδου καταξιώσας δέχεσθαι, μεγάλας δὲ παρέχων ἡμῖν ἐλπίδας, ἄνεσιν τοῖς κατεχομένοις τῶν κατεχόντων αὐτοὺς ἀνιαρῶν καὶ παραψυχὴν παρὰ σοῦ καταπέμπεσθαι»· τὰς δὲ ἐν πίστει μὲν καὶ ἀγάπῃ τῶν παρόντων ἀπαλλαγείσας, κηλίδας δὲ ὅμως τινὰς ἐπιφερομένας, ἢ μικρὰς καὶ παντάπασιν ἀμετανοήτους, ἢ καὶ μείζονας, ἐφ’ αἷς μετανοήσασαι τοὺς τῆς μετανοίας καρποὺς οὐκ ἔφθασαν ἐπιδείξασθαι, ταύτας δὲ ἐκκαθαίρεσθαι πρὸς λόγον τῶν τοιούτων ἁμαρτημάτων, οὐ διὰ πυρός τινος καθαρσίου καὶ ἀφωρισμένων ἔν τινι τόπῳ τιμωριῶν (τοῦτο γάρ, ὡς ἔφαμεν, οὐδαμοῦ παραδέδοται), ἀλλὰ τὰς μὲν ἐν αὐτῇ τῇ ἐξόδῳ τοῦ σώματος δι’ αὐτοῦ καὶ μόνου τοῦ φόβου, καθὼς καὶ ὁ ἅγιος Γρηγόριος ὁ Διάλογος ῥητῶς ἀποφαίνεται, τὰς δὲ καὶ μετὰ τὴν ἔξοδον, ἢ μενούσας ἐν τῷδε τῷ περιγείῳ χώρῳ πρὶν εἰς προσκύνησιν τοῦ Θεοῦ ἀφικέσθαι καὶ τῆς μακαρίας ἀξιωθῆναι λήξεως, ἢ καὶ αὐτὰς ἐν ᾅδῃ κατεχομένας, οὐχ ὡς ἐν πυρὶ καὶ κολάσει πάντως, ἀλλ’ ὡς ἐν δεσμωτηρίῳ καὶ φυλακῇ καθειργμένας, εἰ μείζους ἦσαν αἱ ἁμαρτίαι καὶ πλείονος χρόνου δεόμεναι, τούτοις ἅπασι βοηθεῖν τὰς ὑπὲρ αὐτῶν γινομένας εὐχὰς καὶ λειτουργίας φαμέν, συντρεχούσης αὐταῖς τῆς θείας ἀγαθότητος καὶ φιλανθρωπίας καὶ τὰ μὲν τῶν τοιούτων ἁμαρτημάτων αὐτίκα παρορώσης καὶ ἀφιείσης, ὅσα δι’ ἀνθρωπίνην ἀσθένειαν πεπλημμέληται, καθὼς ὁ μέγας φησὶ Διονύσιος ἐν τῇ θεωρίᾳ τοῦ ἐπὶ τῶν ἱερῶς κεκοιμημένων μυστηρίου, τὰ δὲ μετὰ χρόνον ἴσως τινὰ δικαίοις ζυγοῖς ἢ λυούσης καὶ ἀφιείσης καὶ αὐτὰ τέλεον ἢ κουφιζούσης τοὺς ἐπ’ αὐτοῖς ἐνόχους μέχρι τῆς τελευταίας ἐκείνης κρίσεως· καὶ ἐπ’ αὐτοῖς οὐδεμίαν ἀνάγκην ἑτέρας κολάσεως καὶ διὰ πυρὸς καθάρσεως βλέπομεν, εἴ γε τοὺς μὲν ὁ φόβος καθαίρει, τοὺς δὲ ἡ τοῦ συνειδότος βάσανος, παντὸς πυρὸς δριμύτερον κατεσθίουσα, τοὺς δὲ αὐτὴ καὶ μόνη τῆς θείας δόξης ἡ ἔκπτωσις καὶ ἡ ἀδηλία τοῦ μέλλοντος, εἴ ποτε αὐτῆς ἐπιτεύξονται.

Ὅτι δὲ τὰ τοιαῦτα βασανιστικὰ καὶ κολαστικὰ παντὸς μᾶλλον ἑτέρου, καὶ ἡ πεῖρα παρίστησι, καὶ ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος μάρτυς ἡμῖν ἐν πάσαις σχεδὸν ἢ ταῖς πλείσταις τῶν ἠθικῶν ὁμιλιῶν αὐτοῦ τὰ τοιαῦτα γράφων, καὶ ὁ θεῖος ἀσκητὴς Δωρόθεος ἐν τῷ Περὶ συνειδήσεως αὐτοῦ λόγῳ· καὶ ἐπὶ τοῦ μέλλοντος δέ, ταῦτα μᾶλλον τῆς κολάσεως βασανίζειν τοὺς κολαζομένους οἱ διδάσκαλοι λέγουσι, καθάπερ ὁ μέγας Γρηγόριος ὁ Θεολόγος ἐν τῷ εἰς τὴν Πληγὴν τῆς χαλάζης λόγῳ τοιαῦτά φησι· «Τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέχεται καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία Τριάδος, τοῖς δὲ μετὰ τῶν ἄλλων βάσανος, μᾶλλον δὲ πρὸ τῶν ἄλλων, τὸ ἀπερρίφθαι Θεοῦ καὶ ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα».

2. Τῶν οὖν τοιούτων ἀπαλλάττεσθαι τοὺς κεκοιμημένους αἰτοῦμέν τε τὸν Θεὸν καὶ πιστεύομεν, οὐχὶ κολάσεώς τινος ἑτέρας καὶ πυρὸς ἑτέρου παρὰ τὰ αἰωνίως ἠπειλημένα. Καὶ ὅτι πρὸς τούτοις καὶ τῆς ἐν ᾅδου κατοχῆς ὡς ἐκ δεσμωτηρίου τινὸς ἀφίενται διὰ τῶν εὐχῶν αἱ τῶν κεκοιμημένων ψυχαί, μαρτυρεῖ σὺν πολλοῖς ἑτέροις Θεοφάνης ὁ Ὁμολογητὴς καὶ Γραπτὸς ἐπονομαζόμενος, ὅτι δὴ τοὺς ἑαυτοῦ λόγους αἵματι μαρτυρίου ἐσφράγισεν, ὑπὲρ τῆς τοῦ Χριστοῦ εἰκόνος τὴν ὄψιν καταγραφείς.

Οὗτος τοίνυν ἐν ἑνὶ τῶν εἰς τοὺς κεκοιμημένους κανόνων τοιαῦτα ὑπὲρ αὐτῶν προσεύχεται· «Δακρύων καὶ στεναγμῶν τῶν ἐν τῷ ᾅδῃ τοὺς δούλους σου ἐλευθέρωσον, Σωτήρ». Ἀκούεις; δακρύων εἶπε καὶ στεναγμῶν, οὐχὶ κολάσεώς τινος καὶ καθαρτηρίου πυρός. Εἰ δέ που καὶ πυρὸς ἐν τοῖς τοιούτοις ᾄσμασι καὶ εὐχαῖς μνήμη γέγονεν, οὐχὶ προσκαίρου τινὸς καὶ καθαρτικὴν τὴν δύναμιν ἔχοντος, ἀλλ’ αὐτοῦ τοῦ αἰωνίου πυρὸς καὶ τῆς ἀπεράντου κολάσεως αἰτοῦσιν οἱ ἅγιοι τὸν Θεὸν ῥυσθῆναι τοὺς ἐν πίστει κεκοιμημένους, φιλανθρωπίᾳ κινούμενοι καὶ τῷ πρὸς τοὺς ὁμοφύλους οἴκτῳ, τῶν ἀδυνάτων σχεδὸν ἐφιέμενοι καὶ κατατολμῶντες. Λέγει γὰρ ὁ ἅγιος Θεόδωρος ὁ Στουδίτης, ὁμολογητὴς δὲ καὶ οὗτος καὶ μάρτυς τῆς ἀληθείας, ἐν αὐτῇ τῇ ἀρχῇ τοῦ εἰς τοὺς κεκοιμημένους κανόνος οὕτως· «Πάντες δυσωπήσωμεν Χριστόν, τελοῦντες μνήμην σήμερον τῶν ἀπ’ αἰῶνος νεκρῶν, ἵνα τοῦ αἰωνίου πυρὸς αὐτοὺς ῥύσηται, πίστει κεκοιμημένους καὶ ἐλπίδι ζωῆς αἰωνίου». Καὶ ἐφεξῆς ἐν ἑτέρῳ τροπαρίῳ τῆς πέμπτης ᾠδῆς τοιάδε φησί· «Πυρὸς ἀεὶ φλέγοντος καὶ ἐκ σκότους ἀφεγγοῦς, βρυγμοῦ ὀδόντων καὶ σκώληκος ἀλήκτως κολάζοντος, καὶ πάσης τιμωρίας, ῥῦσαι, Σωτὴρ ἡμῶν, πάντας τοὺς θανόντας πιστῶς». Ποῦ τὸ καθαρτήριον ἐνταῦθα πῦρ; Καὶ εἰ ὅλως ἦν, ποῦ ἂν μᾶλλον εἶπεν αὐτὸ ὁ ἅγιος ἢ ἐνταῦθα;

Εἰ δὲ ὅλως εἰσακούονται παρὰ τοῦ Θεοῦ οἱ ἅγιοι τὰ τοιαῦτα αἰτούμενοι, οὐχ ἡμῶν ἐξετάζειν, ἀλλ’ αὐτῶν ἐκείνων ἦν ἀποφήνασθαι καὶ τοῦ ἐν αὐτοῖς Πνεύματος, ᾧ κινούμενοι καὶ ἐλάλουν καὶ ἔγραφον, ἴσως δὲ καὶ τοῦ Δεσπότου Χριστοῦ τοῦ δόντος ἐντολὴν καὶ ὑπὲρ τῶν ἐχθρῶν προσεύχεσθαι καὶ ὑπὲρ τῶν σταυρούντων προσευξαμένου καὶ τὸν πρωτομάρτυρα Στέφανον λιθαζόμενον εἰς αὐτὸ τοῦτο κινήσαντος. Οὐ γὰρ δὴ καὶ ὑπὲρ τῶν τοιούτων εὐχόμενοι, φαίη ἄν τις, εἰσακουόμεθα. Ἀλλ’ ὅμως ἡμεῖς τὸ ἡμέτερον ἅπαν ἀποπληροῦμεν· ἤδη δὲ καὶ εἰσηκούσθησαν ἔνιοι τῶν ἁγίων, οὐχ ὑπὲρ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ ἀσεβῶν προσευξάμενοι, καὶ τῆς αἰωνίου κολάσεως τούτους ἐξήρπασαν, ὥσπερ ἡ πρωτομάρτυς Θέκλα τὴν Φαλκωνίλλαν, καὶ ὁ θεῖος Γρηγόριος ὁ Διάλογος, ὥς φασι, τὸν βασιλέα Τραϊανόν.

3. Οὕτω μὲν οὖν ὑπὲρ τῶν τοιούτων ἁπάντων αἱ τῶν εὐχῶν καὶ τῶν λειτουργιῶν τελεταὶ παρὰ τῆς ἐκκλησίας καὶ παρ’ ἡμῶν γίνονται. Ὅτι δὲ καὶ πρὸς τοὺς ἤδη τῆς παρὰ Θεῷ μακαριότητος ἀπολαύοντας ἡ τῶν εὐχῶν τούτων καὶ μάλιστα τῆς μυστικῆς θυσίας δύναμις διαβαίνει, δῆλον ἐξ ὧν ἐν ταῖς εὐχαῖς τῆς λειτουργίας φαμέν, ἣν ὁ μέγας Ἰωάννης ὁ Χρυσόστομος συνετάξατο· «Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων προπατόρων, πατέρων, πατριαρχῶν, προφητῶν, ἀποστόλων, μαρτύρων, ὁμολογητῶν, ἐγκρατευτῶν, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου». Εἰ γὰρ καὶ μὴ αἰτοῦμεν αὐτοῖς ἀγαθὰ παρὰ τοῦ Θεοῦ, ἀλλ’ εὐχαριστοῦμεν ὑπὲρ αὐτῶν, ἀλλ’ εἰς δόξαν αὐτῶν τοῦτο ποιοῦμεν, καὶ οὕτω τρόπον τινὰ καὶ ὑπὲρ αὐτῶν ἡ θυσία γίνεται καὶ πρὸς αὐτοὺς διαβαίνει.

Εἰ δὲ καὶ αἰτοῦμεν, οὐδὲν θαυμαστόν· καὶ γὰρ ὁ θεοφάντωρ Διονύσιος ἐν τῇ θεωρίᾳ τοῦ ἐπὶ τῶν ἱερῶς κεκοιμημένων μυστηρίου «τὸν ἱεράρχην φησὶν ἐξαιτεῖσθαι παρὰ Θεοῦ τοῖς ὁσίως βιώσασι τὴν φανοτάτην καὶ θείαν ζωὴν κατ’ ἀξίαν ὑπὸ τῶν δικαιοτάτων ζυγῶν ἀντιδιδομένην καὶ τὰ ἐπηγγελμένα καὶ πάντως δωρηθησόμενα ἀγαθά, ὡς ἂν ἐκφαντορικὸν ὄντα τῶν θεαρχικῶν δικαιωμάτων καὶ τὰς θείας δωρεὰς ὡς οἰκείας ἐξαιτοῦντα χάριτας, καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνοντα, ὅτι τὰ παρ’ αὐτοῦ κατὰ θεσμὸν ἱερὸν ἐξαιτούμενα, πάντως ἔσται τοῖς κατὰ θείαν ζωὴν τετελειωμένοις». Οὔτως εἰς ἅπαντας τῆς δυνάμεως ταύτης διαβαινούσης καὶ τῆς ἀπὸ τῶν εὐχῶν καὶ τῶν μυστικῶν τελετῶν βοηθείας πᾶσι σχεδὸν συντελούσης τοῖς ἐν τῇ πίστει κεκοιμημένοις, ὡς ἀποδέδεικται, οὐδεμίαν ἀνάγκην ἐνυπάρχουσαν ὁρῶμεν τῷ λέγοντι λόγῳ, μόνοις τοῖς ἐν τῷ. καθαρτηρίῳ πυρὶ τὴν τοιαύτην βοήθειαν παρ’ ἡμῶν συνεισφέρεσθαι.