Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἀπόκρισις πρὸς τὰς τελευταίας τῶν Λατίνων ἐρωτήσεις περὶ τοῦ καθαρτηρίου πυρός

Μᾶρκος ὁ Εὐγενικός

Η ατελής κατάσταση των αγίων προ της αναστάσεως και η μακάρια θεωρία (Ερωτήματα 1-3)

Απαντήσεις στα τρία πρώτα ερωτήματα των Λατίνων σχετικά με την κατάσταση των ψυχών των αγίων πριν από την κοινή ανάσταση, τη λειτουργία των αγγέλων και τη διάκριση μεταξύ θείας ουσίας και ενεργειών στη θεωρία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ἈΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΤΑΣ ἘΠΕΝΕΧΘΕΙΣΑΣ ΑΥΤΩ ἈΠΟΡΙΑΣ ΚΑΙ ἘΡΩΤΗΣΕΙΣ ἘΠΙ ΤΑΙΣ ΡΗΘΕΙΣΑΙΣ ὉΜΙΛΙΑΙΣ ΠΑΡΑ ΤΩΝ ΚΑΡΔΙΝΑΛΙΩΝ ΚΑΙ ΤΩΝ ἌΛΛΩΝ ΛΑΤΙΝΙΚΩΝ ΔΙΔΑΣΚΑΛΩΝ. 1. Ἐπειδὴ σαφέστερον ἡμᾶς ἀπαιτεῖτε καὶ καθαρώτερον ἐπὶ τοῖς ἠρωτημένοις παρ’ ὑμῶν ἀποκρίνασθαι, λέγομεν ἤδη διὰ βραχέων (καὶ γὰρ τοῦτο προσεθήκατε τῇ ζητήσει), πρὸς μὲν τὸ πρῶτον ἐρωτηθέν, ὅπως νοοῦμεν τὰς τῶν ἁγίων ψυχὰς οὔπω τὸν οἰκεῖον κλῆρον ἀπολαβεῖν καὶ τὴν μακαρίαν ἐκείνην κατάστασιν, ὅτι ἡ τῶν ἁγίων ἀπόλαυσις καὶ μακαριότης, ἣν ἀπὸ τοῦ νῦν ἔχουσι τῶν οἰκείων σωμάτων ἀπολυθέντες, εἴτε θεωρίαν Θεοῦ ταύτην ἐθέλοι τις ὀνομάζειν, εἴτε μετοχὴν καὶ κοινωνίαν Θεοῦ, εἴτε βασιλείαν οὐρανῶν, εἴτ’ ἄλλο τι τοιοῦτον, ἀτελής ἐστι πᾶσα καὶ ἐλλιπὴς ὡς πρὸς ἐκείνην τὴν ἐλπιζομένην ἀποκατάστασιν· καὶ τοῦτο διά τε τῶν γραφικῶν μαρτυριῶν καὶ τῶν διδασκαλικῶν ἀποφάσεων ἱκανῶς παρεστήσαμεν οὕτω ῥητῶς διηγορευμένον.

Αἴτιον δὲ τούτου ἔφαμεν εἶναι τάχα μὲν τὸ κεκρίσθαι παρὰ Θεῷ μηδὲ τὰς ψυχὰς δοξασθῆναι τελέως ἄνευ τῶν συνηθληκότων αὐταῖς σωμάτων, τάχα δὲ τὸ μὴ δεῖν ἕκαστον τῶν εἰρημένων ἁγίων ἰδίᾳ καὶ παρὰ μέρος τοὺς μισθοὺς τῶν ἔργων ἀπολαμβάνειν, ἀλλ’ ὁμοῦ πάντας τελειωθῆναι κατὰ τὸν θεῖον ἀπόστολον καὶ κοινῇ τοὺς στεφάνους ἀπολαβεῖν καὶ ἀναρρηθῆναι ἐπὶ πάσης τῆς κτίσεως, τάχα δὲ ἄλλο τι τοῖς ἀπορρήτοις βάθεσι τῶν τοῦ Θεοῦ κριμάτων διεγνωσμένον· ὡς συμβαίνειν ἐκ τούτων, τὴν νῦν τῶν ἁγίων ἀπόλαυσίν τε καὶ θεωρίαν τελειοτέραν μὲν εἶναι τῆς ἐν τῷ παρόντι βίῳ δοθείσης ἐν ἀρραβῶνος μέρει, ἀτελεστέραν δὲ τῆς τότε ἐλπιζομένης.

2. Δεύτερον δ’ ἐζητήσατε, τί ποτε ἡμῖν βούλεται τὸ λέγειν ἐν τῷ οὐρανῷ καὶ σὺν τοῖς ἀγγέλοις εἶναι παρὰ τῷ Θεῷ τοὺς ἁγίους. —Λέγομεν οὖν οὐ σωματικόν τινα τόπον τὸν οὐρανόν, οὗ οἰκοῦσιν οἱ ἄγγελοι καθ’ ἡμᾶς, ἀλλὰ τὸν ὑπὲρ αἴσθησιν μᾶλλον καὶ νοητὸν τόπον, εἴ γε καὶ χρὴ τοῦτον τόπον ἀποκαλεῖν, Θεοῦ δὲ τόπον ὅμως οἰκειότατ’ ἂν εἰρημένον· λέγει γὰρ ὁ Δαμασκηνὸς Ἰωάννης ἐν τῷ περὶ τόπου Θεοῦ κεφαλαίῳ ιγῳ τῶν Θεολογικῶν ὄντι· «Τόπος Θεοῦ λέγεται, ἔνθα ἔκδηλος ἡ ἐνέργεια αὐτοῦ γίνεται». Καὶ πάλιν· «Τόπος Θεοῦ λέγεται ὁ πλέον μετέχων τῆς ἐνεργείας καὶ τῆς χάριτος αὐτοῦ. Διὰ τοῦτο ὁ οὐρανὸς αὐτοῦ θρόνος· ἐν αὐτῷ γάρ εἰσιν οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ ἄγγελοι». Καὶ αὖθις· «Τόπος ἐστὶ νοητός, ἔνθα νοεῖται καί ἐστιν ἡ νοητὴ καὶ ἀσώματος φύσις, ἔνθα πάρεστι καὶ ἐνεργεῖ». Τὸν οὖν τοιοῦτον τόπον, ὑπερουράνιόν τε καὶ ὑπερκόσμιον ὄντα καὶ νοητὸν καὶ ἀσώματον, περιέχειν τε τοὺς ἀγγέλους καὶ τοὺς ἁγίους φαμὲν καὶ οὐρανὸν ἐκ τῆς συνηθείας προσαγορεύομεν, καὶ ἐν αὐτῷ τὸν Θεὸν καὶ εἶναι καὶ φαίνεσθαι καὶ ἐνεργεῖν μᾶλλον καὶ μάλιστα πεπιστεύκαμεν, ἔχοντες ἐκ τῆς δεσποτικῆς φωνῆς τὸ «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς»· καὶ αὖθις· «Τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς».

Ὡς γὰρ οἰκεῖον θεότητος αἱ νοεραὶ φύσεις καὶ νῷ μόνῳ ληπταί, ξένον δὲ παντάπασιν ὅσαι ὑπὸ τὴν αἴσθησιν κατὰ τὸν θεολόγον Γρηγόριον, οὕτως οἰκεῖος μὲν Θεοῦ τόπος καὶ κόσμος ὁ τῶν νοερῶν καὶ ἀΰλων φύσεων, ὃς καὶ πρῶτος ὑπ’ αὐτοῦ δεδημιούργηται κατὰ τὸν αὐτὸν θεολόγον, ξένος δὲ παντάπασιν ὁ περίγειος οὗτος καὶ καθ’ ἡμᾶς. Διὰ τοῦτο καὶ αἱ μέγισται τῶν θεοφανειῶν σχιζομένων ἢ ἀνοιγομένων τῶν οὐρανῶν πεφήνασι, δηλοῦντος τοῦ γινομένου πάντως, ὡς ἐκ τῶν ὑπερουρανίων ἐκείνων χώρων ὁτῳδήποτε τρόπῳ συγκαταβάσεως ὁ Θεὸς ἐπιφανῆναι τοῖς καθ’ ἡμᾶς ηὐδόκησε καὶ ἠθέλησεν. Ἐκ τούτου τοῦ τόπου πρὸς τὸν σωματικὸν κόσμον ἀποστελλομένους ὑπὸ Θεοῦ τοὺς ἀγγέλους ἐπὶ διακονίᾳ φαμέν, μήτε παρεῖναι κατὰ ταὐτὸν ἐνταῦθα κἀκεῖ, μήτ’ ἐνεργεῖν· ἀλλ’ ὥσπερ ἐκεῖ παρόντας τὰ ἑαυτῶν ἐνεργεῖν, παρίστασθαί τε τῷ Θεῷ καὶ θεωρεῖν αὐτὸν καὶ ὑμνεῖν, οὕτως ἐνταῦθα παρόντας τὰ τῆς διακονίας αὖθις ποιεῖν, σχολάζοντας πρὸς μικρὸν τῆς ἀκραιφνοῦς θεωρίας ἐκείνης καὶ παραστάσεως.

Λέγει γὰρ ὁ Δαμασκηνὸς Ἰωάννης ἐν τῷ εἰρημένῳ περὶ τόπου Θεοῦ κεφαλαίῳ· «Ὁ ἄγγελος σωματικῶς μὲν ἐν τόπῳ οὐ περιέχεται, ὥστε τυποῦσθαι καὶ σχηματίζεσθαι· ὅμως λέγεται εἶναι ἐν τόπῳ διὰ τὸ παρεῖναι νοητῶς καὶ ἐνεργεῖν κατὰ τὴν ἑαυτοῦ φύσιν, καὶ μὴ εἶναι ἀλλαχοῦ, ἀλλ’ ἐκεῖσε νοητῶς περιγράφεσθαι, ἔνθα καὶ ἐνεργεῖ· οὐ γὰρ δύναται κατὰ ταὐτὸν ἐν διαφόροις τόποις ἐνεργεῖν· μόνου γὰρ Θεοῦ ἐστι τὸ πανταχοῦ κατὰ ταὐτὸν ἐνεργεῖν». Εἰ τοίνυν κατὰ τὸν θεολόγον τοῦτον οὐ δύναται ἄγγελος ἐν διαφόροις τόποις κατὰ ταὐτὸν ἐνεργεῖν, οὔτ’ ἐν οὐρανῷ δύναται τὰ σωματικὰ ἐνεργεῖν, οὔτε παρ’ ἡμῖν ὢν αὖθις καὶ τὰ καθ’ ἡμᾶς ἐνεργῶν ἀκραιφνῶς ὁμοῦ δύναται θεωρεῖν τὸν Θεόν, ἔνθα φαίνεσθαι πέφυκε, καὶ ὑμνεῖν, ἀλλ’ ἀνάγκη τοῦτον ἀπολείπεσθαι τῆς ἐνεργείας ἐκείνης, εἰ καὶ πρὸς μικρὸν χρόνον. Εἰ γὰρ τῷ παρίστασθαι τῷ Θεῷ τὸ ὁρᾶν αὐτὸν ἕπεται, τῷ ἀποστέλλεσθαι πρὸς Θεοῦ τὸ μηκέθ’ ὁμοίως ὁρᾶν αὐτὸν ἀκολουθήσειεν ἄν, οὐχὶ τῷ μὴ παρεῖναι πανταχοῦ τὸν ὁρώμενον, ἀλλὰ τῷ ἀπεστράφθαι καὶ πρὸς ἄλλο τι δρᾶν τὸν ὁρᾶν ὀφείλοντα. Καὶ τοῦτο σφόδρα κατάδηλον, εἰ μή τις σφόδρα φιλονεικεῖν βούλοιτο· τίς γὰρ ἂν φαίη τὸν τέμνοντα τοὺς Ἀσσυρίους ἐκεῖνον ἄγγελον ἐν αὐτῇ τῇ ὥρᾳ καὶ τῷ Θεῷ παρίστασθαι καὶ θεωρεῖν αὐτὸν καὶ ὑμνεῖν;

Διὰ τοῦτο καὶ ὁ Κύριος ἐν εὐαγγελίοις οὐχ ἁπλῶς εἶπεν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσιν, ἀλλ’ ὅτι «οἱ ἄγγελοι αὐτῶν ἐν τοῖς οὐρανοῖς διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς». Ἐν τοῖς οὐρανοῖς ὄντες, φησί, διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς φαινομένου, ὡς εἴ γε μὴ ἐν οὐρανοῖς εἰσιν, οὐδὲ βλέπουσι τὸ πρόσωπον τοῦ ἐν τοῖς σωματικοῖς μὴ πεφυκότος φαίνεσθαι. Καὶ ὁ πάμμεγας δὲ Διονύσιος ἐν κεφαλαίῳ ιεῳ τοῦ περὶ τῆς οὐρανίου ἱεραρχίας τρεῖς αὐτοῖς ἀποδίδωσι γενικὰς ἐνεργείας ἀλλήλων διωρισμένας· «Τὸ πρὸς τὸ ἄναντες ἐπιστρεπτικῶς ἀνατείνεσθαι, ὅπερ ἐστὶ τὸ τὸν Θεὸν ὁρᾶν ἀκραιφνῶς κατ’ ἀναλογίαν τῆς ἑαυτῶν στάσεώς τε καὶ τάξεως· καὶ τὸ περὶ ἑαυτοὺς ἀρρεπῶς εἱλεῖσθαι τῶν οἰκείων ὄντας φρουρητικοὺς δυνάμεων, ὅπερ ἐστὶ τὸ ἑαυτοὺς νοεῖν τε καὶ εὐθετεῖν· καὶ τὸ τῇ περὶ τὰ δεύτερα κοινωνικῇ προόδῳ τῆς προνοητικῆς αὐτοὺς ἐν μεθέξει δυνάμεως εἶναι, ὅπερ ἐστὶ τὸ προνοεῖν τῶν καταδεεστέρων καὶ περὶ αὐτοὺς ἐνεργεῖν». Οὐκ ἄρα τὸ τὸν Θεὸν ὁρᾶν ἔργον ἀεὶ μόνον καὶ διηνεκὲς κατὰ τὸν αὐτὸν τρόπον ἔχουσιν.

Εἰ δέ τις οἴοιτο διὰ τοῦτο καὶ τῆς μακαριότητος αὐτοὺς ὑφίεσθαι, διότι μὴ τὸν Θεὸν μόνον ἀεὶ κατ’ ἐνέργειαν ἀκραιφνῶς ὁρῶσιν, ἀλλά τι καὶ ἕτερον ἔργον ἔχουσιν, ἐλεεινὸς τῆς μικρολογίας, εἰ τοσοῦτον εὐαπόβλητόν τι χρῆμα νομίζοι τὴν μακαριότητα εἶναι καὶ ἐν στενῷ κομιδῇ κατακεκλεισμένον, ὡς πρὸς μίαν ἐνέργειαν ἀεὶ συντετάσθαι καὶ μηδὲν ἔξω ταύτης ἐκνεῦσαι δύνασθαι· πῶς δ’ ἂν καὶ ἀποβάλοιεν τὴν μακαριότητα οἱ ὅλοι φῶτα δεύτερα τῇ τοῦ πρώτου φωτὸς μεθέξει λεγόμενοί τε καὶ πιστευόμενοι, καὶ ἀκούοντες μὲν τῆς φωνῆς τῶν λόγων αὐτοῦ, ποιοῦντες δὲ τὸ θέλημα αὐτοῦ, πᾶσαν δ’ ὁμοίως ἐνέργειαν ἢ πρὸς Θεὸν ἢ κατὰ Θεὸν ἔχοντες; Ἐκ δὴ τῶν τοιούτων λόγων εἰκότως ἄρα καὶ τοὺς ἁγίους ἔφαμεν ἐλλιπῆ τὴν θεωρίαν ἐκείνην καὶ τὴν ἀπόλαυσιν ἔχειν καὶ διὰ τὴν τοιαύτην αἰτίαν, ὅτι πρὸς τὸν σωματικὸν ἐπιστρέφονται κόσμον καὶ προνοοῦσι τῶν ὁμοφύλων ἡμῶν καὶ τὸ πολὺ τοῦ χρόνου μεθ’ ἡμῶν ὄντες διατελοῦσι, διὰ τῶν οἰκείων λειψάνων θαυματουργοῦντες καὶ τοῖς δεομένοις ἑκασταχοῦ παριστάμενοι· οὐ γὰρ δυνατὸν αὐτοὺς ἅμα τε τὰς τοιαύτας ἐνεργείας ἀποδιδόναι καὶ συμπάσχειν τοῖς ἐπικαλουμένοις καὶ τῆς θεωρίας ἐκείνης ἀκραιφνῶς ἀπολαύειν. Ἀλλ’ οὐ διὰ τοῦτό γε κακοδαιμονεῖν αὐτοὺς οἰησόμεθα, καὶ τῆς μικρᾶς ῥανίδος τῆς θείας ἐκείνης χάριτος, δι’ ἧς τὰ τοιαῦτα δύνανται, πρὸς τὴν ἐσχάτην εὐδαιμονίαν ἀρκούσης.

Διὰ τοῦτο τάχα καὶ ὁ θεῖος ἀπόστολος τὰ κατὰ τὴν ἀνάστασιν πάντα προδιαγράψας καὶ τοὺς περιλειπομένους ἁρπαγήσεσθαι εἰπὼν ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, μετὰ τοῦτο ἐπήγαγε· «Καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα», ὡς πρότερον οὐκ ὄντες πάντοτε σὺν Κυρίῳ διὰ τὴν πρὸς τὸ σῶμα ῥοπήν, ὃ φυσικῶς ἐφίεται ἀπολαβεῖν ἡ ψυχή, καὶ τὴν πρὸς τὸν κόσμον τοῦτον ἐπιστροφὴν καὶ τὴν τῶν ὁμοφυῶν ἐπιμέλειαν. Καὶ ὁ θεῖος δὲ Διονύσιος ἀκολούθως τῇ ἀποστολικῇ διανοίᾳ «Ὅταν ἄφθαρτοι» φησί «καὶ ἀθάνατοι γενώμεθα καὶ τῆς χριστοειδοῦς καὶ μακαρίας ἐφικώμεθα λήξεως (ὅπερ ἔσται που πάντως κατὰ τὸν αἰῶνα τὸν μέλλοντα), πάντοτε σὺν Κυρίῳ κατὰ τὸ λόγιον ἐσόμεθα». Μόνῳ ἄρα τῷ αἰῶνι ἐκείνῳ μετὰ τὴν τοῦ κόσμου τούτου παρέλευσιν ἡ τελεία τοῦ Θεοῦ θεωρία τε καὶ ἀπόλαυσις καὶ τὸ εἶναι πάντοτε σὺν αὐτῷ τεταμίευται.

3. Τρίτον ἦν τῶν ἠπορημένων, ὅ τί ποτε καλοῦμεν τὴν μακαρίαν θεωρίαν ἐκείνην, ἧς ἀπὸ τοῦ νῦν οἱ ἅγιοι ἀπολαύουσι· καὶ εἰ αὕτη ἐστὶν ἡ δι’ εἴδους, ἥν φησιν ὁ ἀπόστολος, καὶ εἰ κατ’ οὐσίαν οἱ ἅγιοι τὸν Θεὸν θεωροῦσι. —Πρὸς δὴ ταῦτά φαμεν, ὅτι τὴν θείαν οὐσίαν ὁρᾶν ἢ νοεῖν ἢ γινώσκειν οὐδεμία γενητὴ δύναται φύσις, οὐδ’ αὐτοὶ τῶν ὑπερκοσμίων νόων οἱ πρώτιστοι· πέφυκε γὰρ τὸ κατ’ οὐσίαν γινωσκόμενον, ᾗ γνωστόν ἐστι, περιλαμβάνεσθαι ὑπὸ τοῦ γινώσκοντος· ὑπ’ οὐδενὸς δὲ ὁ Θεὸς περιλαμβάνεται· φύσει γὰρ ἀκατάληπτος. Καὶ περὶ τούτου τοὺς μακροὺς ἐκείνους καὶ καλοὺς λόγους ὁ Χρυσόστομος Ἰωάννης πεποίηται πρὸς Ἀνομοίους γράφων τοὺς τὴν οὐσίαν τοῦ Θεοῦ μεγαλαυχοῦντας εἰδέναι. Λέγει δὲ πρὸς αὐτοὺς καὶ ὁ μέγας Βασίλειος ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον· «Τί ἐξαίρετον τῇ γνώσει τοῦ Μονογενοῦς ἢ τοῦ ἁγίου Πνεύματος καταλείψουσιν, εἴπερ αὐτοὶ τῆς οὐσίας αὐτῆς ἔχουσι τὴν κατάληψιν;

Οὐ γὰρ δὴ τῆς δυνάμεως καὶ τῆς σοφίας καὶ τῆς ἀγαθότητος τοῦ Θεοῦ τῷ Μονογενεῖ τὴν θεωρίαν προσνείμαντες, σύμμετρον ἑαυτοῖς θήσονται τῆς οὐσίας τὴν κατανόησιν· πᾶν γάρ που τὸ ἐναντίον εἰκὸς αὐτὴν μὲν τὴν οὐσίαν ἀπερίοπτον εἶναι παντὶ πλὴν ἢ τῷ Μονογενεῖ καὶ τῷ ἁγίῳ Πνεύματι, ἐκ δὲ τῶν ἐνεργειῶν τοῦ Θεοῦ ἀναγομένους ἡμᾶς καὶ διὰ τῶν ποιημάτων τὸν ποιητὴν ἐννοοῦντας τῆς ἀγαθότητος αὐτοῦ καὶ τῆς σοφίας λαμβάνειν τὴν σύνεσιν· τοῦτο γάρ ἐστι τὸ γνωστὸν τοῦ Θεοῦ, ὃ πᾶσιν ἀνθρώποις ὁ Θεὸς ἐφανέρωσεν».

Ὅτι δὲ οὐδ’ αὐτοῖς τοῖς τῶν ἀΰλων τάξεων ἡγουμένοις ἡ οὐσία τοῦ Θεοῦ θεωρεῖται, μάρτυς ὁ χρυσοῦς Ἰωάννης ἐν τοῖς εἰς τὸν Ὀζίαν λόγοις περὶ τῶν Σεραφὶμ οὕτω γράφων· «Τίνος ἕνεκεν, εἰπέ μοι, καλύπτουσι τὰ πρόσωπα καὶ προβάλλονται τὰς πτέρυγας; Ἢ διὰ τὸ μὴ φέρειν τὴν ἐκ τοῦ θρόνου λάμπουσαν ἀστραπὴν καὶ τὰς μαρμαρυγὰς ἐκείνας, καίτοι γε οὐκ αὐτὸ ἄκρατον ἑώρων τὸ φῶς οὐδὲ αὐτὴν ἀκραιφνῆ τὴν οὐσίαν, ἀλλὰ συγκατάβασις ἦν τὰ ὁρώμενα; Τί δέ ἐστι συγκατάβασις; Ὅταν μὴ ὡς ἔστιν ὁ Θεὸς φαίνηται, ἀλλ’ ὡς ὁ δυνάμενος αὐτὸν θεωρεῖν οἷός τε ἐστίν, οὕτως ἑαυτὸν δεικνύῃ, ἐπιμετρῶν τῇ ἀσθενείᾳ τῶν ὁρώντων τῆς ὄψεως τὴν ἐπίδειξιν ...

Ὥστε κἂν τοῦ προφήτου λέγοντος ἀκούσῃς· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου, μὴ τοῦτο ὑποπτεύσῃς, ὅτι τὴν οὐσίαν εἶδεν ἐκείνην, ἀλλ’ αὐτὴν τὴν συγκατάβασιν, καὶ ταύτην δὲ ἀμυδρότερον ἤπερ αἱ ἄνω δυνάμεις». Καὶ ὁ αὐτὸς αὖθις ἐν τῷ πρώτῳ τῶν αὐτῶν λόγων· «Τῆς ἀφάτου τὰ Σεραφὶμ ἀπολαύοντα δόξης τοῦ κτίστου καὶ τὸ ἀμήχανον ἐνοπτριζόμενα κάλλος, οὐ λέγω αὐτὸ ἐκεῖνο, ὅπερ ἐστὶ τῇ φύσει (ἀκατανόητον γὰρ τοῦτο καὶ ἀθεώρητον καὶ ἀσχημάτιστον, καὶ ἄτοπόν ἐστι τὸ οὕτω περὶ αὐτοῦ ὑπολαμβάνειν), ἀλλ’ ὅσον ἐγχωροῦσιν, ὅσον ὑπὸ τῆς ἀκτῖνος ἐκείνης ἰσχύουσι καταλάμπεσθαι, ἐπειδὴ διηνεκῶς λειτουργοῦσι κύκλῳ τοῦ βασιλικοῦ θρόνου, ἐν διηνεκεῖ χαρᾷ διατελοῦσιν, ἐν ἀϊδίῳ εὐφροσύνῃ, ἐν ἀγαλλιάσει ἀκαταπαύστῳ».

Καὶ ὁ μέγας Γρηγόριος ὁ τῆς Νύσσης ἐν τῇ τῶν Μακαρισμῶν ἐξηγήσει· «Ἡ θεία φύσις αὐτὸ καθ’ αὑτὸ ὅ τί ποτέ ἐστι κατ’ οὐσίαν, πάσης ὑπέρκειται καταληπτικῆς ἐπινοίας». Καὶ ὁ μακάριος Αὐγουστῖνος ἐν τῷ λαῳ κεφαλαίῳ τῶν καλουμένων Μονολόγων ἐντεύξεων πρὸς Θεόν· «Ὅτι ἀθεώρητον καὶ ἀόρατον καὶ ὑπὲρ λόγον καὶ ὑπὲρ νόησιν καὶ ὑπεραπρόσιτον καὶ ὑπεραμετάβλητον καὶ ὑπερακοινώνητον ἐκεῖνο πιστεύεται, ὅπερ οὐδεὶς οὐδέποτ’ ἀνθρώπων ἢ ἀγγέλων εἶδεν ἢ δύναται ἰδεῖν». Καὶ μετ’ ὀλίγα· «Τριὰς ἁγία, ὑπεράριθμε, ὑπεραδιήγητε, ὑπερανεξερεύνητε, ὑπεραπρόσιτε, ὑπερακατάληπτε, ὑπερούσιε καὶ ὑπερουσίως ὑπερέχουσα πάντα νοῦν, πάντα λόγον, πᾶσαν διάνοιαν, πᾶσαν νόησιν, πᾶσαν οὐσίαν τῶν ὑπερουρανίων νόων, ἣν οὔτε νοεῖν οὔτε λογίζεσθαι οὔτε λέγειν οὔτε γινώσκειν δυνατὸν καὶ αὐτοῖς τοῖς τῶν ἀγγέλων ὀφθαλμοῖς, ἣν οὔτε τὰ χερουβὶμ τελείως γινώσκει, οὔτε τὰ σεραφίμ, ἀλλὰ ταῖς πτέρυξι τῶν ἰδίων θεωριῶν καλύπτονται τὰ πρόσωπα ἀπὸ τῆς αἴγλης τοῦ καθημένου ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου».

Εἰ τοίνυν κατὰ τοὺς διδασκάλους τούτους ἀθεώρητος ἡ τοῦ Θεοῦ οὐσία καὶ τοῖς ἀγγέλοις αὐτοῖς καὶ ἀπερίοπτος παντὶ πλὴν ἢ τῷ μονογενεῖ Λόγῳ καὶ τῷ ἁγίῳ Πνεύματι, οὐδ’ ἄρα τοῖς ἁγίοις αὕτη θεωρητὴ κατ’ οὐδένα τρόπον, οὔτε κατὰ τὸν αἰῶνα τοῦτον, οὔτε κατὰ τὸν μέλλοντα. —Τί οὖν ἐστιν, ὃ θεωροῦσιν οἱ ἅγιοι, φαίητ’ ἂν ἴσως, εἰ μὴ κατ’ οὐσίαν τὸν Θεὸν θεωροῦσιν; —Ὃ καὶ οἱ ἄγγελοι, φαῖεν ἂν οἱ διδάσκαλοι, καὶ οἱ τῶν ἀγγέλων πρῶτοι· «τῆς ἀφάτου, φησί, τὰ σεραφὶμ ἀπολαύοντα δόξης τοῦ κτίστου καὶ τὸ ἀμήχανον ἐνοπτριζόμενα κάλλος. Ὡς ὁ δυνάμενος αὐτὸν θεωρεῖν οἷός τέ ἐστιν, οὕτως ἑαυτὸν δεικνύει».

Τί ἐστιν ὃ θεωροῦσιν; Οὗ καὶ μετέχουσι· μετέχουσι δὲ οὐ τῆς οὐσίας αὐτῆς (ἄπαγε)· ἀλλὰ τίνα τρόπον Θεοῦ μετέχουσιν; Ἄκουσον τοῦ θειοτάτου Μαξίμου, τί περὶ τῆς μεθέξεως ἐκείνης διδάσκει· λέγει γὰρ οὗτος ἐν κεφαλαίῳ ζῳ τῆς τρίτης ἑκατοντάδος τῶν Γνωστικῶν· «Ὁ τοῖς οὖσι μὴ κατ’ οὐσίαν ὑπάρχων μεθεκτός, κατ’ ἄλλον δὲ τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ’ οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται, ὁπότε καὶ αὐτὸς ὁ τρόπος, καθ’ ὃν θέλων μετέχεται, μένει διηνεκῶς τοῖς πᾶσιν ἀνέκφαντος».

Ἤκουσας; Αὐτὸς ἔφα· μηδὲν λοιπὸν προσπεριεργάζου, μένε δὲ διὰ τῆς πείρας μαθεῖν ἢ παθεῖν μᾶλλον, ἂν ᾖς ἄξιος. «Εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας», φησὶν ὁ θεολόγος Γρηγόριος, «λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν ἀξίαν τοῦ καὶ συνδήσαντος καὶ λύσαντος, καὶ αὖθις συνδήσοντος ὑψηλότερον».

Σύμφωνα καὶ οὗτος τῷ μεγάλῳ Διονυσίῳ μετὰ τὸν ὑψηλὸν ἐκεῖνον καὶ θεῖον σύνδεσμον τὴν τοῦ Θεοῦ λαμπρότητα καὶ ἰδεῖν καὶ παθεῖν ἐλπίζει καὶ εὔχεται. Διαφορᾶς τοιγαροῦν ἐν ταῖς θεωρίαις εὑρισκομένης καὶ τῆς μὲν αὐτῶν διὰ πίστεως καλουμένης, τῆς δὲ δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι, τῆς δὲ δι’ εἴδους, ἑτέρας δὲ πρόσωπον πρὸς πρόσωπον, ἔστι μὲν οὐδεμία τούτων τῆς οὐσίας τοῦ Θεοῦ κατανόησις· καὶ γὰρ ὁ Μωϋσῆς ἐνώπιος ἐνωπίῳ τῷ Θεῷ ὁμιλῆσαι γέγραπται καὶ στόμα κατὰ στόμα λαλῆσαι αὐτῷ, ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων, ἀλλ’ οὐδεὶς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ Κυρίου κατὰ τὸ γεγραμμένον καὶ Θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν, οὔτε Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ὁ μονογενὴς Υἱὸς ἐξηγήσατο. Τελεωτέραν δὲ θεωρίαν ἑτέραν ἑτέρας εἶναι καὶ ἐν αὐταῖς ταῖς ἠριθμημέναις, οὐδὲν τὸ κωλῦον, ὡς εἶναι τελεωτάτην μὲν ἐκείνην τὴν τότε ἐλπιζομένην μετὰ τὴν τελείαν ἀποκατάστασιν, τὰς δὲ λοιπάς, ὡς ἄν τις ἐθέλοι καλεῖν, ἐξεῖναι πρὸς ἀλλήλας συγκρινομένας.

Οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ νῦν τοὺς ἁγίους φαίημεν δι’ εἴδους ὁρᾶν τὸν Θεὸν κατὰ σύγκρισιν τὴν πρὸς τὸν παρόντα βίον, ὡς τελεώτερον βλέποντας. Ὅτι δὲ καὶ ταύτης ἡ μετὰ τὴν κρίσιν ἐκείνη τελεωτέρα καὶ μόνη δικαίως ἂν καλουμένη πρόσωπον πρὸς πρόσωπον, μαρτυρεῖ καὶ ὁ μακάριος Αὐγουστῖνος ἐν κεφαλαίῳ ιθῳ τοῦ ιδου βιβλίου περὶ Τριάδος οὕτω λέγων· «Ἡ ἀνακαινιζομένη εἰκὼν ἐν τῷ πνεύματι τοῦ νοὸς ἐν ἐπιγνώσει τοῦ Θεοῦ, οὐκ ἐκτὸς ἀλλ’ ἐντὸς εἰς ἡμέραν ἐξ ἡμέρας αὐτῇ τῇ αὐτοψίᾳ τελειωθήσεται· ἥτις τηνικαῦτα ἔσται μετὰ τὴν κρίσιν πρόσωπον πρὸς πρόσωπον, νῦν δὲ βλέπει δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι, ἧς διὰ τὴν τελείωσιν νοητέον ἐστὶ τὸ εἰρημένον· Ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστι· τοῦτο γὰρ τὸ δῶρον τηνικαῦτα ἡμῖν δοθήσεται, ἐπειδὰν ῥηθῇ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν».