Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Ἀπόκρισις πρὸς τὰς τελευταίας τῶν Λατίνων ἐρωτήσεις περὶ τοῦ καθαρτηρίου πυρός

Μᾶρκος ὁ Εὐγενικός

Η μετάνοια, οι προσευχές της Εκκλησίας και τα επιτίμια (Ερωτήματα 11-14)

Αναίρεση των λατινικών θέσεων περί άφεσης μέσω αγάπης ή καθαρτηρίου πυρός. Έμφαση στη σημασία της μετανοίας, στον έλεγχο της συνειδήσεως, στην ανακούφιση των κεκοιμημένων μέσω των ευχών της Εκκλησίας και στον ρόλο των επιτιμίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 4 από 4

11. Τὴν δὲ τῆς συνειδήσεως αἰσχύνην, ἥτις ἐστὶν ἑνδέκατον ζήτημα προβαλλομένων ὑμῶν, ἀπεκρινάμεθα, πᾶσαν ἁμαρτίαν, ἥτις οὐ λέλυται διὰ μετανοίας, αἰσχύνην τινὰ καὶ βάσανον τῇ ψυχῇ κατὰ συνείδησιν ἐμποιεῖν· τοῦτον γὰρ εἶναι καὶ τὸν ἀντίδικον, ᾧ εὐνοεῖν ἡμᾶς ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις διδάσκει, καθὼς παραδίδωσιν ὁ τὴν γλῶτταν χρυσοῦς Ἰωάννης, τὸ συνειδὸς τὸ τὸν ἡμέτερον ὑπομιμνῇσκον ἡμᾶς τῶν ἡμαρτημένων καὶ ἀπαιτοῦν τὰς εὐθύνας καὶ τὴν ψυχὴν καταισχύνον.

Εἰ μὲν οὖν ἀκριβὴς ἡ μετάνοια καὶ τελεία γένοιτο, λέλυται καὶ ἡ ἁμαρτία καὶ ἡ ἐπ’ αὐτῇ τιμωρία, καὶ τὸ κωλῦον οὐδὲν τὸν ἀπολυθέντα τοῦ σώματος ἐν τῷ τῶν σῳζομένων κλήρῳ καταλεγῆναι· εἰ δὲ ἐλλιπὴς ἡ μετάνοια εἴη καὶ μὴ τοῖς ἡμαρτημένοις ἀναλογοῦσα, πάντως οὐδὲ ἡ ἁμαρτία ἀφείθη, καὶ διὰ τοῦτο ταῖς τιμωρίαις ἐκείναις ἐνέχονται οἱ οὕτως ἀποβιοῦντες, οὐχ ὅτι τὴν μὲν ἄφεσιν ἐκομίσαντο, τὴν δὲ ποινὴν οὐκ ἔφθασαν ἀποτῖσαι. Πολλὰ δὲ τοιαῦτα καθ’ ἑκάστην ἁμαρτάνομεν τὴν ἡμέραν, ἐφ’ οἷς ἢ οὐδόλως ἢ οὐ γνησίως μετανοοῦμεν, οὔτε δι’ ἑτέρων ἀγαθῶν πράξεων ἀντισηκοῦμεν αὐτά· καὶ διὰ τοῦτο πολλὰ τῶν τοιούτων ἐν τῷ καιρῷ τοῦ θανάτου ἢ μετὰ θάνατον τὰ μὲν ὑπὸ τῆς θείας ἀγαθότητος παρορῶνται κατὰ τὸν ἐν ἁγίοις μέγιστον Διονύσιον, τὰ δὲ δι’ εὐποιϊῶν καὶ εὐχῶν καὶ τῶν ἄλλων, ὅσα παρὰ τῆς ἐκκλησίας ἐπὶ τοῖς τεθνεῶσι γίνονται, συγχωροῦνται.

12. Ἔτι δωδέκατον ἡμῖν προεβάλεσθε τὴν τῶν κατακρίτων ἄνεσιν, οὓς ὠφελεῖσθαι διὰ τῶν τῆς ἐκκλησίας εὐχῶν εἴπομεν, ὁποίαν τινὰ χρῆναι νομίζειν. —Ἀπεκρινάμεθα τοίνυν ἐκ τῶν πατέρων ἡμῶν ἔχοντες, ὅτι μένουσιν ἐν οἷς καὶ πρότερον ἦσαν ἡ παραμυθία τοῖς κατακρίτοις δίδοται, καὶ οὐκ εἰσάπαν αὐτῶν ἀπαλλαττομένοις. Ἔστι δὲ καὶ τοῦτο μέγα τοῖς ταλαιπώροις, τὸ μετρίας γοῦν τινος καὶ προσκαίρου παραψυχῆς αὐτοὺς ἀπολαῦσαι.

Τοὺς δαίμονας δὲ οὐ πάντας, ἀλλά τινα ἴσως αὐτῶν τοὺς βιαιοτέρους ἐγκαθεῖρχθαι σὺν αὐτοῖς ὡς ἐν φυλακῇ καὶ δεσμοῖς εἴπομεν κατὰ τὴν τοῦ ἀποστόλου Πέτρου φωνήν, ὅς φησιν ὅτι ἀγγέλων ἁμαρτησάντων ὁ Θεὸς οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν, εἰς κρίσιν τηρουμένους. Καὶ τὰς σειρὰς ὁποῖαί τινές εἰσιν ἐρωτώντων ὑμῶν, ἀπεκρινάμεθα, τάχα τὴν ἀπραξίαν τῶν προτέρων κακῶν, ἅπερ ἐνήργουν ἐν τοῖς ἀνθρώποις, σειρὰς χρῆναι νοεῖσθαι, τὴν κόλασιν δὲ καὶ αὐτοὺς ὅμως οὐ τελείαν ὑπέχειν· πρόσκειται γὰρ τὸ εἰς κρίσιν τηρουμένους, ὅπερ ἐστὶ τότε τὴν τελείαν κόλασιν ὑποστησομένους.

13. Τὸ τρισκαιδέκατον ἠρωτήσατε, τίνες εἰσὶν αἱ σμικραὶ καὶ κοῦφαι τῶν ἁμαρτιῶν, αἷς οἱ μέσοι ἐνέχονται. Καὶ λαβόντες ὅτι αἱ παρ’ ὑμῖν συγγνωσταὶ καλούμεναι, οἷον ἀργὸς λόγος καὶ τὰ τοιαῦτα, μὴ δύνασθαι ταύτας μένειν ἐν τοῖς ἀπαλλαττομένοις μετὰ ἀγάπης εἰρήκατε, διὰ τὸ ἀπόφασιν ἡμετέραν εἶναι, τὴν ἀγάπην ἐξαλείφουσαν τὰ μείζω τῶν ἁμαρτημάτων, καὶ τὰ ἐλάττονα ἀπαλείφειν. — Τοῦτο δὲ οὐχ ἡμετέρα ἐστὶν ἀπόφασις, οὐδὲ τὸ ὄνομα γνώριμον παρ’ ἡμῖν ὅλως· οὐ γὰρ ἀγάπην, ἀλλὰ τὴν μετάνοιαν αὐτὴν εἶναι τὴν συγχωροῦσαν τὰ ἡμαρτημένα φαμέν. Καὶ τοῦτο δῆλον ἐξ ὧν ὁ Χρυσόστομος Ἰωάννης πολλαχοῦ καὶ πολλάκις ἐν τοῖς οἰκείοις λόγοις περὶ μετανοίας διδάξας καὶ δεύτερος κῆρυξ μετὰ τὸν συνώνυμον χρηματίσας τῆς μετανοίας καὶ τὴν ἰσχὺν αὐτῆς ἱκανώτατα παραστήσας, οὐδαμοῦ τῆς ἀγάπης ἐμνημόνευσεν ὡς ἐν τοῖς μετανοοῦσιν εὑρισκομένης. Καὶ τοῦτο εἰκότως· εἰ γὰρ φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, καὶ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, φόβος δὲ ὁ τὴν μετάνοιαν μάλιστα συνιστῶν, ὑπέρκειται ἄρα τῆς μετανοίας ἡ ἀγάπη, τελεωτάτη τῶν ἀρετῶν οὖσα, καὶ οὐ τοῖς μετανοοῦσι, τοῖς δὲ τελείοις κατ’ ἀρετὴν προσήκουσα.

Τὴν μὲν οὖν ἀπόφασιν ταύτην οὐχ ἡμεῖς παρ’ ἡμῶν αὐτῶν ἐξηνέγκαμεν, ἀλλ’ ὑμῶν τοὐναντίον εἰπόντων, ὡς ἡ ἀγάπη τὰς μεγάλας καὶ θανασίμους τῶν ἁμαρτιῶν ὡς ἐναντίας αὐτῇ ἀπαλείφουσα, τὰς μικρὰς οὐ δύναται τοῦτο ποιεῖν, ὡς ἀπίθανον τὸν λόγον ἠλέγξαμεν.

Περὶ δὲ τῆς μετανοίας ἡμεῖς φαμεν, ὡς ἡ μετάνοια τῶν πρός τι τυγχάνουσα (τινῶν γάρ ἐστι, τουτέστιν ἁμαρτιῶν), ἐφ’ αἷς μὲν ἁμαρτίαις γνησίως τε καὶ τελείως γίνεται, ταύτας καὶ δύναται ἐξαλείφειν, εἰ καὶ μέγισται πασῶν ὑπάρχουσιν· ἐφ’ αἷς δὲ ἀμελεῖται ἢ διὰ σμικρότητα νομιζομένην ἢ διὰ λήθην, αὗται, κἂν μικραὶ δοκῶσιν, ἀνεξάλειπτοι μένουσι, καὶ ἐπ’ αὐταῖς δεῖται τῆς θείας φιλανθρωπίας ὁ τεθνεώς, ἵνα διὰ τῶν τῆς ἐκκλησίας εὐχῶν τὴν ἄφεσιν κομισάμενος, ἐν τῷ χορῷ τῶν σῳζομένων ἀριθμηθῇ.

14. Τεσσαρεσκαιδέκατον καὶ τελευταῖον ἦν τῶν ἠρωτημένων, εἰ τοῖς μετανοοῦσιν ἡμεῖς ἐπιτίθεμεν ἐπιτίμια, καὶ τίνος χάριν. —Λέγομεν οὖν, ὡς οὐ πρότερον τὴν ἄφεσιν καὶ τὴν λύσιν δόντες, ὥσπερ ἔχομεν ἐξουσίαν παρὰ Θεοῦ, τότε τὰ ἐπιτίμια τάττομεν, ἀλλ’ οὐκ ἄλλως τὴν ἄφεσιν δίδομεν ἢ μετὰ τοιούτων ἐπιτιμίων. Ποιοῦμεν δὲ τοῦτο διὰ πολλὰς τὰς αἰτίας. Πρῶτον μέν, ἵνα διὰ τῆς ἐνταῦθα κακοπαθείας, ἣν ἑκὼν ὁ ἡμαρτηκὼς καταδέχεται, τῆς ἀκουσίου τιμωρίας ἐκεῖσε ἀπαλλαγῇ· «οὐδενὶ γὰρ οὕτω τῶν ἄλλων ὡς κακοπαθείᾳ Θεὸς θεραπεύεται», φησὶν ὁ θεολόγος Γρηγόριος, «καὶ δάκρυσι τὸ φιλάνθρωπον ἀντιδίδοται». Δεύτερον, ἵνα τὸ φιλήδονον φρόνημα τῆς σαρκός, ὃ τὴν εἰς Θεὸν ἔχθραν ἀπογεννᾶν εἴωθε καὶ πάσης ἁμαρτίας ἐστὶν αἴτιον, διὰ τῆς ἐπιπόνου ταύτης μεθοδείας ἐξαιρεθῇ· τὰ γὰρ ἐναντία, φασί, τῶν ἐναντίων ἰάματα, καὶ τὴν ἡδονὴν ἀνάγκη δι’ ὀδύνης ἀποβληθῆναι.

Τρίτον, ἵνα δεσμός τις ᾖ καὶ χαλινὸς τῇ ψυχῇ τὸ δοθὲν ἐπιτίμιον εἰς τὸ μηκέτι τοῖς αὐτοῖς ἐγχειρῆσαι κακοῖς. Τέταρτον, ὅτι καὶ φύσει τὸ τῆς ἀρετῆς χρῆμα ἐπίπονον, καὶ δεῖ συνεθισθῆναι τοῖς πόνοις τὸν εἰς ἕξιν αὐτῆς ἐλεύσεσθαι μέλλοντα, καθάπερ διὰ τῆς ἡδονῆς εἰς τὴν ἁμαρτίαν ὑπώλισθε. Πέμπτον, ὅτι καὶ πίστεις λαβεῖν βουλόμεθα διὰ τῆς τοῦ δοθέντος ἐπιτιμίου καταδοχῆς, εἰ τελείως τὴν ἁμαρτίαν ἐμίσησεν. Αὗται μὲν αἱ τῶν ἐπιτιμίων αἰτίαι, καὶ πλείονες ἴσως ἕτεραι. Πάντα δὲ αὐτὰ παρορῶμεν ἐν οἷς τὸ χρεὼν κατεπείγει πρὸς τὴν ἀπὸ τοῦ σώματος ἔξοδον, ἀρκεῖν ἡγούμενοι τὴν τοῦ μετανοοῦντος ἐπιστροφὴν καὶ γνησίαν εἰς τἀγαθὸν πρόθεσιν ἐπὶ τὴν τῶν ἡμαρτημένων ἄφεσιν.

Διὰ τοῦτο καὶ ἀφίεμεν αὐτὰ κατὰ τὴν δοθεῖσαν ἡμῖν ἐξουσίαν καὶ παρὰ Θεῷ ἀφεῖσθαι πιστεύομεν αὐτά τε καὶ τὴν ἐπ’ αὐτοῖς τιμωρίαν (ὅσα γὰρ φησίν ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς), καὶ εἰς ἐχέγγυον τούτου τὴν θείαν δωρεὰν τῆς εὐχαριστίας ἐπιδίδομεν τοῖς οὕτως ἀπαλλαττομένοις· τὸ μὲν γὰρ ἐπιστρέψαι καὶ μετανοῆσαι γνησίως ἐν τῇ γνώμῃ κεῖται τοῦ ἁμαρτήσαντος· τὸ δὲ μὴ πληρῶσαι τὸ ἐπιτίμιον ἐν τῇ κρίσει τοῦ Θεοῦ ἐστι τοῦ τὸν ἄνθρωπον ὑπεξαιροῦντος τοῦ βίου, καὶ διὰ τοῦτο βασιλικῶς ὁ φιλάνθρωπος ἐκ φιλανθρωπίας μόνης τὴν ἄφεσιν τῷ ἡμαρτηκότι χαρίζεται, καθάπερ καὶ τῷ λῃστῇ πρὸς ἐσχάταις ἤδη ταῖς ἀναπνοαῖς μνήμην ἐν τῇ βασιλείᾳ μόνον αἰτησαμένῳ τὸν παράδεισον αὐτὸν ὁ μεγαλόδωρος ἐπεδαψιλεύσατο.