Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Στιχηρά

Μᾶρκος ὁ Εὐγενικός

Ιδιόμελα στον απόστολο Ανδρέα

Υμνολογικά κείμενα αφιερωμένα στο ιεραποστολικό και σωτηριώδες έργο του αποστόλου Ανδρέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 1 από 6

ΙΔΙΟΜΕΛΑ Ἰδιόμελα εἰς τὸν ἅγιον Ἀνδρέαν. Νοεμβρίου λʹ. Ἦχος αʹ Ὁ πρωτόκλητος μαθητὴς καὶ μιμητὴς τοῦ πάθους καὶ σύμμορφός σου, Κύριε, Ἀνδρέας ὁ ἀπόστολος τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτὲ τῷ ἀγκίστρῳ τοῦ σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι, διὸ καὶ σωθέντες οἱ πιστοὶ βοῶμεν σοι· «ταῖς πρεσβείαις αὐτοῦ, ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν».

Τὸ πῦρ τὸ νοερόν, τὸ φωτίζον διανοίας καὶ φλογίζον ἁμαρτίας, ἔνδον λαβὼν ἐν καρδίᾳ ὁ ἀπόστολος Χριστοῦ καὶ μαθητής, λάμπει μὲν ταῖς μυστικαῖς ἀκτίσι τῶν διδαχῶν ἐν ταῖς τῶν ἐθνῶν ἀφωτίστοις καρδίαις, φλέγει δὲ πάλιν τὰς φρυγανώδεις τῶν ἀσεβῶν μυθουργίας· τὸ πῦρ γὰρ τοῦ πνεύματος τοιαύτην ἔχει τὴν ἐνέργειαν· ὦ θαῦμα ξένον καὶ φοβερόν, ἡ πηλώδης γλῶσσα, ἡ γηΐνη φύσις, τὸ σῶμα τὸ χοϊκόν, τὴν νοερὰν καὶ ἄϋλον ὑπεδέξατο γνῶσιν· ἀλλ’ ὦ μύστα τῶν ἀρρήτων καὶ θεωρὲ τῶν οὐρανίων, ἱκέτευε καταυγασθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὑμνήσωμεν οἱ πιστοὶ Πέτρου τὸν σύγγονον Ἀνδρέαν, τὸν Χριστοῦ μαθητήν· οὗτος γὰρ τὴν θάλασσαν δικτύοις ἐρευνήσας ποτέ, ἰχθύας ἐζώγρει, νῦν δὲ τὴν οἰκουμένην τῷ καλάμῳ σαγηνεύει τοῦ σταυροῦ καὶ τὰ ἔθνη ἐκ πλάνης ἐπιστρέφει πρὸς μετάνοιαν καὶ Χριστῷ παριστάμενος αἰτεῖται τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν καὶ τὸ μέγα ἔλεος.

Τὸν συναίμονα Πέτρου καὶ Χριστοῦ μαθητήν, τὸν ἰχθύων ἀγρευτὴν καὶ ἁλιέα τῶν ἀνθρώπων ἐν ὕμνοις τιμήσωμεν, Ἀνδρέαν τὸν ἀπόστολον· τοῦ γὰρ Ἰησοῦ τὰ διδάγματα πάντας ἐξεπαίδευσε τοῖς δόγμασι καὶ ὡς δέλεαρ ἰχθύων τὰς σάρκας τοῖς ἀνόμοις παρέδωκε καὶ τούτους ἐσαγήνευσεν· αὐτοῦ ταῖς ἱκεσίαις, Χριστέ, παράσχου τῷ λαῷ σου εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἦχος δʹ Τὴν τῶν ἰχθύων ἄγραν καταλιπών, ἀπόστολε, ἀνθρώπους σαγηνεύεις καλάμῳ τοῦ κηρύγματος, χαλῶν ὥσπερ ἄγκιστρον τῆς εὐσεβείας τὸ δέλεαρ καὶ ἀνάγων ἐκ τοῦ βυθοῦ τῆς πλάνης τὰ ἔθνη ἅπαντα, Ἀνδρέα ἀπόστολε, τοῦ κορυφαίου ὁμαίμων καὶ τῆς οἰκουμένης ὑφηγητὰ διαπρύσιε· πρεσβεύων μὴ ἐλλίπης ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ εὐφημούντων, πανεύφημε, τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος πλάγιος δʹ. Τὸν κήρυκα τῆς πίστεως καὶ ὑπηρέτην τοῦ λόγου Ἀνδρέαν εὐφημήσωμεν· οὗτος γὰρ τοὺς ἀνθρώπους ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου τὸν σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν τοῦ Χριστοῦ, ἐπανάγει τὰς ψυχὰς ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον.

Ἀεὶ τοῦτον, πιστοί, σὺν τῇ χορείᾳ τῶν μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.