Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Εὐγενικός – Στιχηρά

Μᾶρκος ὁ Εὐγενικός

Στιχηρά προσόμοια στην αγία Παρασκευή

Σειρές στιχηρών προσομοίων που εξυμνούν τον ασκητικό βίο, τις αρετές και την προστασία της αγίας Παρασκευής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Εὐγενικός

—

Κεφάλαιο 6 από 6

Μηνὶ Ὀκτωβρίῳ ΙΔʹ. Στιχηρὰ εἰς τὴν ἁγίαν Παρασκευήν. Ἦχος πλάγιος βʹ. Ὅλην ἀποθέμενοι Ὅλην ἐκ νεότητος τὴν τῆς ψυχῆς προθυμίαν τῷ ἀφθάρτῳ ἔρωτι Χριστοῦ τοῦ νυμφίου σου προσηλώσασα, τὴν φθαρτὴν ἔφυγες καὶ χαμαὶ ῥέουσαν τῶν ἐν κόσμῳ περιπέτειαν· ὅθεν ἐρρύθμισας ἅπαντα τὸν βίον, ἀοίδιμε, νηστείαις καὶ δεήσεσιν, ἐλεημοσύναις καὶ πίστεσιν, αἷς κεκοσμημένην λαμπάδα ὑπανάψασα φαιδράν, εἰς τὸν νυμφῶνα εἰσέδραμες σὺν παρθένων τάγμασιν.

Ὅμοιον. Κλῆσιν τὴν φερώνυμον ἡ τῶν πραγμάτων σοι πεῖρα λαμπρῶς ἐβεβαίωσε· τὴν ζωὴν γὰρ ἅπασαν παρεσκεύασας σεαυτήν, ἔνδοξε, ταῖς κλειναῖς πράξεσι πρὸς τὴν μέλλουσαν κατάπαυσιν, ἧς καὶ ἐπέτυχες, ὦ Παρασκευὴ σαββατίσασα, καὶ ἤχου ἑορτάζοντος ἐν ἐπουρανίοις σκηνώμασι νῦν κατατρυφῶσα καὶ κάλλος τὸ ἀμήχανον Χριστοῦ κατανοοῦσα τρανότερον, ὅπερ ἐπεπόθησας.

Τὸ χαῦνον τοῦ θήλεος ταῖς εἰς τὸ κρεῖττον ἐλπίσι γενναίως νευρώσασα, τὴν τραχεῖαν ὥδευσας προθυμότατα, λογισμοῖς ἔνδοθεν, πειρασμοῖς ἔξωθεν βαλλομένη, παμμακάριστε, καὶ τὸ μαρτύριον τὸ τῆς συνειδήσεως φέρουσα, καὶ τέλος τὸν ἀοίδιμον ὑπὲρ ἀρετῆς ὑπομείνασα θάνατον, θεόφρον, παρθένων καὶ μαρτύρων τοῖς χοροῖς συνηριθμήθης πρεσβεύουσα ὑπὲρ τῶν ὑμνούντων σε.

Ἕτερα. Ἦχος πλάγιος δʹ. Χαίροις ἀσκητικῶν ἀληθῶς. Χαίροις, ἡ ἐκ νηπίου Θεῷ ἡγιασμένη, παρθενίας ἐν κάλλεσι καὶ αἴγλῃ πεποικιλμένη τῶν ἀρετῶν ἁπασῶν καὶ τῇ τοῦ ἐλέους ἱλαρότητι φαιδρὰν τὴν λαμπάδα σὺν ταῖς φρονίμοις κατέχουσα, τὴν τοῦ νυμφίου περιμένουσα ἔλευσιν, ἡ τοῖς θαύμασι τὰ τοῦ κόσμου πληρώματα πάντα καταφωτίσασα· καὶ νῦν τοὺς τιμῶντας σε ἐν τῷ ναῷ σου τῷ θείῳ παντὸς κινδύνου διάσῳζε, Χριστὸν δυσωποῦσα τοῦ δωρήσασθαι εἰρήνην ἡμῖν ἀΐδιον.

Ὅμοιον. Χαίροις, τὴν ἐναντίαν ὁδὸν τῇ πρώτῃ Εὔᾳ πρὸς τὴν θέωσιν σπεύσασα, τῶν θείων δικαιωμάτων τῇ ἀκριβεῖ φυλακῇ καὶ ὑπακοῇ καὶ τελειότητι τοῦ ξύλου τῆς γνώσεως ἐν καιρῷ τῷ προσήκοντι μεταλαβοῦσα καὶ τὴν γύμνωσιν ἔμπαλιν ἀναδείξασα θείας δόξης προοίμιον, τέμενος ἀνεπίβατον, ἀνάθημα ἄσυλον μόνῳ Χριστῷ τηρουμένη, Παρασκευὴ ὑπερθαύμαστε· αὐτὸν ἐκδυσώπει <τοῦ δωρήσασθαι εἰρήνην> ταῖς ψυχαῖς ἡμῶν.

Ὅμοιον. Πόλιν τὴν βασιλίδα, λαμπρῶς τὴν σεβασμίαν ἑορτήν σου γεραίρουσαν, τοὺς πέριξ τόπους καὶ χώρας, ἐν οἷς ὡς δένδρον καλὸν τοὺς τῆς ἀρετῆς καρποὺς ἐξήνεγκας, βαρβάρων ἁλώσεως καὶ παντοίας κακώσεως, λιμοῦ λοιμοῦ τε καὶ σεισμοῦ διατήρησον· καὶ γὰρ δύνασαι ἐν Θεῷ τῷ δοξάζοντι πάντας τοὺς μεγαλύναντας αὐτὸν θείαις πράξεσι, Παρασκευὴ πανολβία, τῆς παρθενίας τὸ ἄγαλμα, Χριστὸν δυσωποῦσα τοῦ δωρήσασθαι εἰρήνην ἡμῖν καὶ ἔλεος.